Поиск авторов по алфавиту

Автор:Климент Александрийский

Климент Александрийский Строматы. кн. 1. (Греческий текст)

170

ΚΛΗΜΕΝΤΟΣ

ΤΩΝ ΚΑΤΑ ΤΗΝ ΑΛΗΘΗ ΦΙΛΟΣΟΦΙΑΝ
ΓΝΩΣΤΙΚΩΝ ΥΠΟΜΝΗΜΑΤΩΝ
ΣΤΡΩΜΑΤΕΩΝ ΠΡΩΤΟΣ

Ι

(1) «ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῆς φυλάξαι αὐτὰς.» πότερον δ’ οὐδ’ ὅλως ἢ τισὶ καταλειπτέον συγγράμματα; καὶ εἰ μὲν τὸ πρότερον, τις ἡ τῶν γραμμάτων χρεία; εἰ δὲ τὸ ἕτερον, ἤτοι τοῖς σπουδαίοις ἢ τοῖς μή; γελοῖον μεντἄν εἴη τὴν τῶν σπουδαίων ἀποδοκιμάζοντα γραφὴν τοὺς μὴ τοιούτους ἀποδέχεσθαι συντάττοντας. ἀλλ’ ἄρα Θεοπόμπῳ μὲν καὶ Τιμαιῴ μύθους καὶ βλασφημίας συντάττουσιν, πρὸς δὲ καὶ Ἐπικοὐρῳ ἀθεότητος κατάρχοντι, ἔτι δὲ Ἱππώνακτι καὶ Ἀρχιλόχῳ αἰσχρῶς οὕτως ἐπιτρεπτέον γράφειν, τὸν δὲ τὴν ἀλήθειαν κηρύσσοντα κωλυτέον τοῖς ὕστερον ἀνθρώποις ὠφέλειαν ἀπολιπεῖν; καλὸν δ’ οἶμαι καὶ παῖδας ἀγαθοὐς τοῖς ἔπειτα καταλείπειν. οἱ μὲν γε παῖδες σωμάτων, ψυχῆς δὲ ἔγγονοι οἱ λόγοι, αὐτίκα πατέρας τοὺς κατηχήσαντάς φαμεν, κοινωνικὸν δὲ ἡ σοφία καὶ φιλάνθρωπον, λέγει γοῦν ὁ Σολομών «υἱέ, ἐὰν δεξάμενος ῥῆσιν ἐντολῆς ἐμῆς κρύψης παρὰ σεαυτῷ ὑπακούσεται σοφίας τὸ οὖς σου.» σπειρόμενον τὸν λόγον κρύπτεσθαι μηνύει καθάπερ ἐν γῇ τῇ τοῦ μανθάνοντος ψυχῇ, καὶ αὕτη πνευματικὴ φυτεία. (2) διὸ καὶ ἐπιφέρειˑ «καὶ παραβαλεῖς καρδίαν σου εἰς σύνεσιν, παραβαλεῖς δὲ αὐτὴν εἰς νουθέτησιν τῷ υἱῷ σου.» ψυχὴ γὰρ, οἶμαι, ψυχῇ καὶ πνεῦμα πνεύματι συναπτόμενα κατὰ τὴν τοῦ λόγου σπορὰν αὔζει τὸ καταβληθὲν καὶ ζωογονεῖ· υἱὸς δὲ πᾶς ὁ παιδευόμενος καθ' ὑπακοὴν τοῦ παιδεύοντος. «υἱέ,» φησίν, «ἐμῶν

 

 

171

θεσμῶν μὴ ἐπιλανθάνου.» εἰ δὲ μὴ πάντων ἡ γνῶσις, ὄνος λύρας, ᾗ φασιν οἱ παροιμιαζόμενοι, τοῖς πολλοῖς τὰ συγγράμματα, ὕες γοῦν «βορβόρῳ ὕδονται» μᾶλλον ἡ καθαρῷ ὕδατι. «διὰ τοῦτο», φησὶν ὁ κύριος, «ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ οὐ συνιᾶσι,» τὴν ἄγνοιαν αὐτοῖς [ὡς] μὴ παρέχοντος τοῦ κυρίου (μὴ γὰρ οὐ θεμιτὸν οὕτω φρονεῖν), ἀλλὰ τὴν ὑπάρχουσαν διελέγξαντος προφητικῶς καὶ ἀσυνέτους τῶν λεγομένων ἐσομένους μηνύσαντος.

(3) Ἤδη δὲ καταφαίνεται ἐκ περιουσίας ὁ σωτὴρ αὐτός, κατὰ τὴν τοῦ λαμβάνοντος δύναμιν, ἣν δεῖ ἐκ συνασκήσεως αὔξειν, τοῖς δούλοις τὰ ὑπάρχοντα διανείμας. αὖθις ἐπανελθὼν τιθέναι λόγον μετ' αὐτῶν. ὁπηνίκα τοὺς μὲν αὐξήσαντας τὸ ἀργύριον αὐτοῦ, τούς «ἐν ὀλίγῳ πιστούς», ἀποδεξάμενος καὶ ἐπαγγειλάμενος «ἐπὶ πολλῶν καταστήσειν» «εἰς τὴν τοῦ κυρίου χαρὰν» προσέταξεν εἰσελθεῖν, τῷ δὲ ἀποκρυψαμένῳ τὸ πιστευθὲν ἀργύριον εἰς τὸ ἐκδανεῖσαι καὶ αὐτὸ ὅπερ ἔλαβεν ἀποδιδόντι ἀργόν, «πονηρὲ δοῦλε» εἶπεν «καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριον μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμόν» ἐπὶ τούτοις ὁ ἀχρεῖος δοῦλος «εἰς τὸ ἐξώτερον» ἐμβληθήσεται «σκότος», «συ οὖν ἐνδυναμοῦ», καὶ Παῦλος λέγει, «ἐν χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ’ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι.» καὶ πάλινˑ «σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.»

(4) Εἰ τοίνυν ἄμφω κηρύττουσι τὸν λόγον, ὃ μὲν τῇ γραφῇ, ὃ δὲ τῇ φωνῇ, πῶς οὐκ ἄμφω ἀποδεκτέοι, ἐνεργὸν τὴν πίστιν διὰ τῆς ἀγαπης πεποιημένοι; τῇ δὲ αἰτίᾳ τοῦ μὴ τὸ βέλτιστον ἑλομένου θεὸς ἀναίτιος. αὐτίκα τῶν μὲν ἐκδανεῖσαι τὸν λόγον ἔργον ἐστὶν, τῶν δὲ δοκιμάσαι καὶ ἤτοι ἑλέσθαι ἢ μή, ἡ κρίσις δὲ ἐν αὐτοῖς κρίνεται. ἀλλ’ ἡ μὲν κηρυκικὴ ἐπιστήμη ἤδη πῶς ἀγγελική, ὁποτέρως ἄν ἐνεργῇ, διὰ τε τῆς χειρὸς διὰ τε τῆς γλώττης, ὠφελοῦσαˑ «ὅτι ὁ σπείρων εἰς τὸ πνεῦμα ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιονˑ

 

 

172

τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν» συμβάλλεται γοῦν τὰ μέγιστα τῷ περιτυχόντι κατὰ τὴν θείαν πρόνοιαν, ἀρχὴν πίστεως, πολιτείας προθυμίαν, ὁρμὴν τὴν ἐπὶ τὴν ἀλήθειαν, κίνησιν ζητητικήν, ἴχνος γνώρεως, συνελόντι εἰπεῖν δίδωσι σωτηρίας, οἱ δὲ ἐντραφέντες γνησίως τοῖς τῆς ἀληθείας λόγοις ἐφόδια ζωῆς ἀιδίου λαβόντες εἰς οὐρανὸν πτεροῦνται. θαυμασιώτατα τοίνυν ὁ ἀπόστολος «ἐν παντὶ» φησὶ «συνιστάντες ἑαυτούς ὡς θεοῦ διάκονοι, ὡς πτωχοί, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντεςˑ τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς.» «διαμαρτύρομαι δέ», τῷ Τιμοθέῳ φησὶν ἐπιστέλλων, «ἐνώπιον τοῦ θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξης χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλισιν.»

(5) Ἀνάγκη τοίνυν ἄμφω τούτω δοκιμάζειν σφᾶς αὐτούς, τὸν μὲν εἰ ἄξιος λέγειν τε καὶ ὑπομνήματα καταλιμπάνειν, τὸν δὲ εἰ ἀκροᾶσθαί τε καὶ ἐντυγχάνειν δίκαιοςˑ ἧ καὶ τὴν εὐχαριστίαν τινὲς διανείμαντες, ὡς ἔθος, αὐτὸν δὴ ἕκαστον τοῦ λαοῦ λαβεῖν τὴν μοῖραν ἐπιτρέπουσιν. ἀρίστη γἀρ πρὸς τὴν ἀκριβῆ αἵρεσίν τε καὶ φυγὴν ἡ συνείδησις, θεμέλιος δὲ αὐτῆς βέβαιος ὀρθὸς βίος ἅμα μαθήσει τῇ καθηκούσῃ τὸ τε ἕπεσθαι ἑτέροις δοκιμασθεῖσιν ἤδη καὶ κατωρθωκόσιν ἄριστον πρὸς τε τῆς ἀληθείας τὴν νόησιν καὶ τὴν κατάπραξιν τῶν ἐντολῶν. «ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον καὶ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου, δοκιμαζέτω δὲ ἄνθρωπος ἐαυτὸν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω.» (6) σκοπεῖσθαι οὖν ἀκόλουθον ἄρα τῷ τὴν ὠφέλειαν τῶν πλησίον ἐπανηρημένῳ, εἰ μὴ θρασέως καὶ τισιν ἀντιζηλούμενος ἐπεπήδησεν τῇ διδασκαλίᾳ, εἰ μὴ φιλόδοξος ἡ κοινωνία τοῦ λόγου, εἰ τοῦτον μόνον καρποῦται τὸν μισθόν, τὴν σωτηρίαν τῶν ἐπαϊόντων, τὸ τε μὴ πρὸς χάριν ὁμιλεῖν δωροδοκίας τε αὖ διαβολὴν διαπέφευγεν ὁ δι’ ὑπομνημάτων λαλῶνˑ «οὔτε γὰρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε,» φησὶν ὁ ἀπόστολος, «οὔτε προφάσει πλεονεξίας, θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν οὔτε ἀπ’ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοιˑ ἀλλ' ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτης τέκνα.» κατὰ ταὐτὰ δὲ καὶ

 

 

173

τοὺς τῶν θείων μεταλαμβάνοντας λόγων παραφυλακτέον, εἰ μὴ περιεργίας ἕνεκεν ἱστορήσοντες, ὥσπερ τῶν πόλεων τὰ οἰκοδομήματα, εἰς τόδε ἀφικνοῦνται, εἰ μὴ μεταλήψεως χάριν τῶν κοσμικῶν προσίασιν κοινωνικοὺς τῶν ἐπιτηδείων μαθόντες τοὺς καθωσιωμένους τῷ Χριστῷ. ἀλλ’ οἱ μὲν ὑποκριταί, καὶ δὴ ἐάσθωσανˑ εἰ δὲ τις «οὐ δοκεῖν δίκαιος, ἀλλ’ εἶναι θέλει», συνειδέναι τὰ κάλλιστα τοῦτον αὐτῷ προσήκει.

(7) Εἰ γοῦν «ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται βραχεῖς», τῷ ὄντι δεῖσθαι καθήκει, ὅπως ὅτι μάλιστα πλειόνων ἡμῖν ἔργατῶν εὐπορία γένηται. ἡ γεωργία δὲ διττὴˑ ἢ μὲν γὰρ ἄγραφος, ἡ δ’ ἔγγραφος, ὁποτέρως δ’ ἄν ὁ τοῦ κυρίου ἐργάτης σπείρῃ τοὺς εὐγενεῖς πυροὺς καὶ τοὺς στάχυς αὐξήσῃ τε καὶ θερίσῃ, θεῖος ὄντως ἀναφανήσεται γεωργός, «ἐργάζεσθε», φησὶν ὁ κύριος, «μὴ τὴν ἀπολλυμένην βρῶσιν, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον,» τροφῇ δὲ καὶ ἡ διὰ σιτίων καὶ ἡ διὰ λόγων λαμβάνεται. καὶ τῷ ὅντι «μακάριοι οἱ εἰρηνοποιοί», οἱ τοὺς ἐνταῦθα κατὰ τὸν βίον καὶ τὴν πλάνην πρὸς τῆς ἀγνοίας πολεμουμένους μεταδιδάσκοντες καὶ μετάγοντες εἰς εἰρήνην τὴν ἐν λόγῳ καὶ βίῳ τῷ κατὰ τὸν θεὸν καὶ τοὺς πεινῶντας δικαιοσύνην τρέφοντες τῇ τοῦ ἄρτου διανομῇ, εἰσὶ γὰρ καὶ ψυχαὶ ἰδίας ἔχουσαι τροφάς, αἵ μὲν κατ' ἐπίγνωσιν καὶ ἐπιστήμην αὔξουσαι, αἵ δὲ κατὰ τὴν Ἑλληνικὴν νεμόμεναι φιλοσοφίαν, ἧς καθάπερ καὶ τῶν καρύων οὐ τὸ πᾶν ἐδώδιμον. «ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων», τοῦ αὔξοντος ὅντες διάκονοι, «ἔν εἰσι» κατὰ τὴν διακονίαν, «ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, θεοῦ γὰρ ἐσμεν συνεργοίˑ θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε», κατὰ τὸν ἀπόστολον. (8) οὔκουν οὐδὲ ἀπὸ συγκρίσεως τὸ δοκίμιον ποιεῖσθαι τοῖς ἀκροωμένοις ἐπιτρεπτέον οὐδὲ εἰς ἐξέτασιν ἔκδοτον παραδοτέον τὸν λόγον τοῖς ἐντεθραμμένοις λόγων παντοδαπῶν τέχναις καὶ δυνάμεσιν ἐπιχειρημάτων ὠγκωμένων, τοῖς προκατειλημμένοις ἤδη τὴν ψυχὴν καὶ μὴ προκεκενωμένοις. ὅταν δ’ ἐκ πίστεως ἕληταί τις ἑστιᾶσθαι, βέβαιος οὗτος εἰς θείων λόγων παραδοχήν, κρίσιν εὐλογον τὴν πίστιν κεκτημένος. ἕπεται δὲ ἐνθένδε αὐτῷ ἡ πειθὼ ἐκ περιουσίας, καὶ τοῦτ ἦν ἄρα τὸ προφητικὸν ἐκεῖνο «ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.» «ἄρ’ οὐν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ

 

 

174

ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.» ἐκαστος δὲ τούτων κατὰ τὸν μακάριον Δαβὶδ εὐχαριστῶν ψαλλέτω «ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς με εὐφροσύνην καὶ ἀγαλλίασιν ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπον σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ τὰς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. μὴ ἀποῤῥιψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτὴρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.»

(9) Ὁ μὲν οὖν πρὸς παρόντας λέγων καὶ χρόνῳ δοκιμάζει καὶ κρίσει δικάζει καὶ διακρίνει τῶν ἄλλων τὸν οἷόν τε ἀκούειν, ἐπιτηρῶν τοὺς λόγους, τοὺς τρόπους, τὰ ἤθη, τὸν βίον, τὰς κινήσεις, τὰς σχέσεις, τὸ βλέμμα, τὸ φθέγμα, τὴν τρίοδον, τὴν πέτραν, τὴν πατουμένην ὁδόν, τὴν καρποφόρον γῆν, τὴν ὑλομανοῦσαν χώραν, τὴν εὔφορον καὶ καλὴν καὶ γεωργουμένην, τὴν πολυπλασιάσαι τὸν σπόρον δυναμένην. ὁ δὲ δι’ ὑπομνημάτων λαλῶν πρὸς τὸν θεὸν ἀφοσιοῦται ταῦτα κεκραγὼς ἐγγράφως, μὴ κέρδους ἕνεκα, μὴ κενοδοξίας χάριν [γράφειν], μὴ προσπαθείᾳ νικᾶσθαι, μὴ φόβῳ δουλοῦσθαι, μὴ ἡδονῇ ἐπαίρεσθαι. μόνης δὲ τῆς τῶν ἐντυγχανόντων ἀπολαύειν σωτηρίας, ἧς οὐδὲ κατὰ τὸ παρὸν μεταλαμβάνει, ἀλλὰ ἐλπίδι ἀπεκδεχόμενος τὴν ἀποδοθησομένην πάντως ἀμοιβήν παρὰ τοῦ τὸν μισθὸν τοῖς ἐργάταις κατ' ἀξίαν ἀποδώσειν ὑπεσχημένου. ἀλλ’ οὐδὲ ἀντιμισθίας ἐφίεσθαι χρὴ τῷ εἰς ἄνδρας ἐγγραφομένῳ. οὐ γὰρ ὁ μὲν καυχησάμενος εὐποιίαν τὴν ἀμοιβὴν ἀπείληφεν δι’ εὐδοξίας, ὁ δὲ τῶν προσηκόντων δι’ ἀντιμισθίαν πράσσων τι, ἤτοι ὡς εὐεργὸς σπεύδων ἀπολαβεῖν ἡ ὡς κακοεργὸς τὴν ἀμοιβὴν περιιστάμενος, οὐχὶ τῇ κοσμικῇ ἐνέχεται συνήθειᾳ δεῖ δὲ ὡς οἷὸν τε τὸν κύριον μιμεῖσθαι. οὗτος δ’ ἄν εἴη ὁ τῷ θελήματι τοῦ θεοῦ ἐξυπηρετῶν, δωρεάν λαβών, δωρεάν διδούς. μισθὸν ἀξιόλογον ἀπολαμβάνων τὴν πολιτείαν αὐτὴνˑ «οὐκ εἰσελεύσεται δὲ εἰς τὰ ἅγια μίσθωμα πόρνης» φησίν. (10) ἀπείρηται γοῦν προσφέρειν τῷ θυσιαστήριῳ «ἄλλαγμα κυνός»ˑ ὅτῳ δὲ ἀπήμβλυται κακὴ τροφῇ τε καὶ διδασκαλίᾳ «τὸ τῆς ψυχῆς

 

 

175

ὅμμα» πρὸς τὸ οἰκεῖον φῶς, βαδιζέτω ἐπὶ τὴν ἀλήθειαν τὴν ἐγγράφως τὰ ἄγραφα δηλοῦσανˑ «οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ», Ἡσαΐας λέγει, καὶ «πῖνε τὸ ὕδωρ ἀπὸ σῶν ἀγγείων», ὁ Σολομὼν παραινεῖ. ἐν γοῦν τοῖς Νόμοις ὁ ἐξ Ἑβραίων φιλόσοφος Πλάτων κελεύει τοὺς γεωργοὺς μὴ ἐπαρδεῦσαι μηδὲ λαμβάνειν ὕδωρ παρ' ἑτέρων, ἐὰν μὴ πρότερον ὀρύξαντες παρ’ αὐτοῖς ἄχρι τῆς παρθενίου καλουμένης ἄνυδρον εὕρωσι τὴν γῆν. ἀπορίᾳ γὰρ ἐπαρκεῖν [οὐ] δίκαιον, ἀργίαν δὲ ἐφοδιάζειν οὐ καλὸν ῆ καὶ φορτίον συνεπιτιθέναι μὲν εὐλογον, συγκαθαιρεῖν δὲ οὐ προσήκειν ὁ Πυθαγόρας ἔλεγεν. συνεξάπτει δὲ ἡ γραφὴ τὸ ζώπυρον τῆς ψυχῆς καὶ συντείνει τὸ οἰκεῖον ὅμμα πρὸς θεωρίαν, τάχα μὲν τι καὶ ἐντιθεῖσα, οἷον ὁ ἐγκεντρίζων γεωργός, τὸ δὲ ἐνυπάρχον ἀνακινοῦσα. «πολλοὶ γὰρ ἐν ἡμῖν» κατὰ τὸν θεῖον ἀπόστολον «ἀσθενεῖς καὶ ἀῤῥωστοι, καὶ κοιμώνται ἱκανοὶ, εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα.»

(11) Ἤδη δὲ οὐ γραφὴ εἰς ἐπίδειξιν τετεχνασμένη ἤδε ἡ πραγματεία, ἀλλὰ μοι ὑπομνήματα εἰς γῆρας θησαυρίζεται, λήθης φάρμακον, εἰδωλον ἀτεχνῶς καὶ σκιαγραφία τῶν ἐναργῶν καὶ ἐμψυχων ἐκείνων, ὧν κατηξιώθην ἐπακοῦσαι, λόγων τε καὶ ἀνδρῶν μακαρίων καὶ τῷ ὅντι ἄξιολόγων. τούτων ο μὲν ἐπὶ τῆς Ἑλλάδος, ὁ Ἰωνικός, οἳ δὲ ἐπὶ τῆς Μεγάλης Ἑλλάδος (τῆς κοίλης θάτερος αὐτῶν Συρίας ἦν, ὃ δὲ ἀπ' Αἰγύπτου), ἀλλοι δὲ ἀνὰ τὴν ἀνατολήν καὶ ταύτης ὃ μὲν τῆς τῶν Ἀσσυρίων, ὅ δὲ ἐν Παλαιστίνῃ Ἑβραῖος ἀνέκαθεν ὑστάτῳ δὲ περιτυχὼν (δυνάμει δὲ οὗτος πρώτος ἦν) ἀνεπαυσάμην, ἐν Αἰγύπτῳ θηράσας λεληθότα.

Σικελικὴ τῷ ὅντι ἦν μέλιττα προφητικοῦ τε καὶ ἀποστολικοῦ λειμῶνος τὰ ἀνθη δρεπόμενος ἀκήρατόν τι γνώσεως χρῆμα ταῖς τῶν ἀκροωμένων ἐνεγέννησε ψυχαῖς.

Ἀλλ’ οἳ μὲν τὴν ἀληθῆ τῆς μακαρίας σῴζοντες διδασκαλίας παράδοσιν εὐθὺς ἀπὸ Πέτρου τε καὶ Ἰακώβου Ἰωάννου τε καὶ Παύλου τῶν ἁγιων ἀποστόλων, παῖς παρὰ πατρὸς ἐκδεχόμενος (ὀλίγοι δὲ οἱ πατράσιν ὅμοιοι), ἧκον δὴ σὺν θεῷ καὶ εἰς ἡμᾶς τὰ προγονικὰ ἐκεῖνα καὶ ἀποστολικὰ καταθησόμενοι σπέρματα.

(12) καὶ εὖ οἰδ’ ὅτι ἀγαλλιάσονται, οὐχὶ τῇ ἐκφράσει ἡσθέντες λέγω τῇδε, μόνῃ

 

 

176

δὲ τῇ κατὰ τὴν ὑποσημείωσιν τηρήσει, ποθούσης γὰρ οἶμαι ψυχῆς τὴν μακαρίαν παράδοσιν ἀδιαδραστον φυλάττειν ἡ τοιάδε ὑποτύπωσιςˑ «ἀνδρὸς δὲ φιλοῦντος σοφίαν εὐφρανθήσεται πατὴρ.» τὰ φρέατα ἐξαντλούμενα διειδέστερον ὕδωρ ἀναδίδωσι, τρέπεται δὲ εἰς φθορὰν ὧν μεταλαμβάνει οὐδεὶς. καὶ τὸν σίδηρον ἡ χρῆσις καθαρώτερον φυλάσσει, ἡ δὲ ἀχρηστία ἰοῦ τούτῳ γεννητική. συνελόντι γὰρ φάναι ἡ συγγυμνασία ἕξιν ἐμποιεῖ ὑγιεινήν καὶ πνεύμασι καὶ σώμασιν. «οὐδεὶς ἅπτει λύχνον καὶ ὑπὸ τὸν μόδιον τίθησιν,» ἀλλ’ ἐπὶ τῆς λυχνίας φαίνειν τοῖς τῆς ἐστιάσεως τῆς αὐτῆς κατηξιωμένοις. τί γὰρ ὄφελος σοφίας μὴ σοφιζούσης τὸν οἷόν τε ἐπαΐειν; ἔτι τε καὶ ὁ σωτὴρ σῴζει αἰεὶ καὶ αἰεὶ ἐργάζεται, ὡς βλέπει τὸν πατέρα, διδάσκων τις μανθάνει πλεῖον καὶ λέγων συνακροᾶται πολλάκις τοῖς ἐπακούουσιν αὐτοῦˑ «εἷς γὰρ ὁ διδάσκαλος» καὶ τοῦ λέγοντος καὶ τοῦ ἀκροωμένου, ὁ ἐπιπηγάζων καὶ τὸν νοῦν καὶ τὸν λόγον, (13) ἧ καὶ οὐ κεκώλυκεν ὁ κύριος ἀπὸ ἀγαθοῦ σαββατίζειν, μεταδιδόναι δὲ τῶν θείων μυστηρίων καὶ τοῦ φωτὸς ἐκείνου τοῦ ἁγιου «τοῖς χωρεῖν δυναμένοις» συγκεχώρηκεν. αὐτίκα οὐ πολλοῖς ἀπεκάλυψεν ἃ μὴ πολλῶν ἦν, ὀλίγοις δέ, οἷς προσήκειν ἠπίστατο, τοῖς οἵοις τε ἐκδέξασθαι καὶ τυπωθήναι πρὸς αὐτά· τὰ δὲ ἀπόῤῥητα, καθάπερ ὁ θεός, λόγῳ πιστεύεται, οὐ γράμματι. κἂν τις λέγη γεγράφθαι «οὐδὲν κρυπτὸν ὃ οὐ φανερωθήσεται, οὐδὲ κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται», ἀκουσάτω καὶ παρ’ ἡμῶν, ὅτι τῷ κρυπτῶς ἐπαίοντι τὸ κρυπτὸν φανερωθήσεσθαι διὰ τοῦδε προεθέσπισεν τοῦ λογίου, καὶ τῷ παρακεκαλυμμένως τὰ παραδιδόμενα οἵῳ τε παραλαμβάνειν δηλωθήσεται τὸ κεκαλυμμένον ὡς ἡ ἀλήθεια, καὶ τὸ τοῖς πολλοῖς κρυπτόν, τοῦτο τοῖς ὀλίγοις φανερὸν γενήσεταιέπεί διὰ τί μὴ πάντες ἴσασι τὴν ἀλήθειαν; διὰ τί δὲ μὴ ἠγαπήθη ἡ δικαιοσύνη, εἰ πάντων ἡ δικαιοσύνη; ἀλλὰ γὰρ τὰ μυστήρια μυστικῶς παραδίδοται, ἵνα ᾖ ἐν στόματι λαλοῦντος καὶ ᾧ λαλεῖται, μᾶλλον δὲ οὐκ ἐν φωνῇ, ἀλλ’ ἐν τῷ νοεῖσθαι. «δέδωκεν δὲ ὁ θεὸς» τῇ ἐκκλησίᾳ «τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ.»

 

 

177

(14) Ἡ μὲν οὖν τῶνδέ μοι τῶν ὑπομνημάτων γραφὴ ἀσθενὴς μὲν εὖ οἶδ’ ὅτι παραβαλλομένη πρὸς τὸ πνεῦμα ἐκεῖνο τὸ κεχαριτωμένον, οὗ κατηξιώθημεν ὑπακοῦσαι, εἰκὼν δ’ ἄν εἴη ἀναμιμνήσκουσα τοῦ ἀρχετύπου τὸν θύρσῳ πεπληγόταˑ «σοφῷ γὰρ», φησί, «λάλει, καὶ σοφώτερος ἔσπαι,» καὶ «τῷ ἔχοντι δὲ προστεθήσεται». ἐπαγγέλλεται δὲ οὐχ ὥστε ἐρμηνεῦσαι τὰ ἀπόῤῥητα ἱκανῶς, πολλοῦ γε καὶ δεῖ, μόνον δὲ τὸ ὑπομνῆσαι, εἴτε ὁπότε ἐκλαθοίμεθα εἴτε ὅπως μηδ’ ἐκλανθανώμεθα. πολλὰ δὲ εὖ οἶδα παρεῤῥύηκεν ἡμᾶς χρόνου μήκει ἀγράφως διαπεσόντα. ὅθεν τὸ ἀσθενὲς τῆς μνήμης τῆς ἐμῆς ἐπικουφίζων, κεφαλαίων συστηματικὴν ἐκθεσιν μνήμης ὑπόμνημα σωτήριον πορίζων ἐμαυτῷ, ἀναγκαίως κέχρημαι τῇδε τῇ ὑποτυπώσει. ἔστι μὲν οὖν τίνα μηδὲ ἀπομνημονευθέντα ἡμῖν (πολλὴ γὰρ ἡ παρὰ τοῖς μακαρίοις δύναμις ἦν ἀνδράσιν), ἔστιν δὲ καὶ ἃ ἀνυποσημείωτα μεμενηκότα τῷ χρόνῳ [ἄ] νῦν ἀπέδρα, τὰ δὲ ὅσα ἐσβέννυτο ἐν αὐτῇ μαραινόμενα τῇ διανοίᾳ, ἐπεὶ μὴ ῥᾴδιος ἡ τοιάδε διακονία τοῖς μὴ δεδοκιμασμένοις. ταῦτα δὲ ἀναζωπυρῶν ὑπομνήμασι τὰ μὲν ἐκὼν παραπέμπομαι ἐκλέγων ἐπιστημόνως, φοβούμενος γράφειν ἃ καὶ λέγειν ἐφυλαξάμην, οὗ τί που φθόνῶν (οὐ γὰρ θέμις), δεδιὼς δὲ ἄρα περὶ τῶν ἐντυγχανόντων, μὴ πῃ ἑτέρως σφαλεῖεν καὶ παιδί μάχαιραν, ᾗ φασιν οἱ παροιμιαζόμενοι, ὀρέγοντες εὐρεθώμεν. «οὐ γὰρ ἔστι τὰ γραφέντα μὴ [οὐκ] ἐκπεσεῖν» καίτοι ἀνέκδοτα ὑπὸ γ’ ἐμοῦ μεμενηκότα, κυλιόμενα δὲ ἀεί μόνη μιᾷ χρώμενα τῇ ἐγγράφῳ φωνῇ πρὸς τὸν ἐπανερόμενον οὐδὲν πλέον παρὰ τὰ γεγραμμένα ἀποκρίνεται δεῖται γὰρ ἐξ ἀνάγκης βοηθοῦ ἤτοι τοῦ συγγραψαμένου ἢ καὶ ἄλλου τοῦ εἰς τὸ αὐτὸ ἴχνος ἐμβεβηκότος. (15) ἔστι δὲ ἃ καὶ αἰνίξεταί μοι γραφῇ, καὶ τοῖς μὲν παραστήσεται, τὰ δὲ μόνον ἐρεῖ, πειράσεται δὲ καὶ λανθάνουσα εἰπεῖν καὶ ἐπικρυπτομένῃ ἐκφῆναι καὶ δείξαι σιωπώσα. τὰ τε παρὰ τῶν ἐπισἡμῶν δογματιζόμενα αἰρέσεων παραθήσεται, καὶ τούτοις ἀντερεῖ πάνθ' ὅσα προοικονομηθήναι καθήκει τῆς κατὰ τὴν ἐποπτικὴν θεωρίαν γνώσεως, ἡ προβήσεται ἡμῖν κατὰ «τὸν εὐκλεῆ καὶ σεμνὸν τῆς παραδόσεως κανόνα» ἀπὸ τῆς τοῦ κόσμου γενέσεως προϊοῦσιν, [τὰ] ἀναγκαίως ἔχοντα προδιαληφθῆναι τῆς φυσικῆς θεωρίας προπαρατιθεμένη καὶ τὰ ἐμποδὼν ἱστάμενα τῇ ἀκολουθίᾳ

 

 

178

προαπολυομένη, ὡς ἑτοίμους ἔχειν τὰς ἀκοὰς πρὸς τὴν παραδοχὴν τῆς γνωστικῆς παραδόσεως προκεκαθαρμένης τῆς γῆς ἀπὸ τε τῶν ἀκανθῶν καὶ τῆς πόας ἁπάσης γεωργικῶς εἰς καταφύτευσιν ἀμπελῶνος. ἀγὼν γὰρ καὶ ὁ προαγὼν καὶ μυστήρια τὰ πρὸ μυστηρίων, οὐδὲ ὀκνήσει συγχρήσασθαι φιλοσοφίας καὶ τῆς ἄλλης προπαιδείας τοῖς καλλίστοις τὰ ὑπομνήματα ἡμῖν. οὐ γὰρ μόνον δι’ Ἑβραίους καὶ τοὺς ὑπὸ νόμον κατὰ τὸν ἀπόστολον εὔλογον Ἰουδαῖον γενεσθαι, ἀλλὰ καὶ διὰ τοὺς Ἕλληνας Ἕλληνα, ἵνα πάντας κερδάνωμεν. κἂν τῇ πρὸς Κολασσαεῖς ἐπιστολῇ «νουθετοῦντες» γράφει «πάντα ἄνθρωπον καὶ διδάσκοντες ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ.» (16) ἁρμόζει δὲ καὶ ἄλλως τῇ τῶν ὑπομνημάτων ὑποτυπώσει τὸ γλαφυρὸν τῆς θεωρίας, αὐτίκα καὶ ἡ τῆς χρηστομαθίας περιουσία οἷον ἥδυσμά τί ἐστιν παραπεπλεγμένον ἀθλητοῦ βρώματι, οὐ τρυφητιῶντος, ὄρεξιν δὲ ἀγαθήν [διὰ] φιλοτιμίαν λαμβάνοντος. ψάλλοντες γοῦν τὸ ὑπέρτονον τῆς σεμνότητος ἐμμάλώς ἀνίεμεν. καθάπερ δὲ οἱ βουλόμενοι δήμῳ προσομιλήσαι διὰ κήρυκος τοῦτο πολλάκις ποιοῦσιν ὡς μᾶλλον ἐξάκουστα γενέσθαι τὰ λεγόμενα, οὕτω κάνταῦθα (πρὸς πολλοὺς γὰρ ἡμῖν ὁ λόγος ὁ πρὸ αὐτῆς τῆς παραδόσεως λεγόμενος) τὰς συνήθεις [διὸ δὴ] παραθετέον δόξας τε καὶ φωνὰς τὰς ἐμβοώσας παρ' ἕκασπα αὐτοῖς δὶ ὧν μᾶλλον οἱ ἀκούοντες ἐπιστραφήσονται. καὶ δὴ συνελόντι φάναι (έν πολλοῖς γὰρ τοῖς μαργαρίταις τοῖς μικροῖς ὁ εἶς, ἐν δὲ πολλῇ τῇ τῶν ἰχθύων ἄγρᾳ ὁ κάλλιχθυς) χρόνῳ τε καὶ πόνῳ τάληθές ἐκλάμψει ἀγαθοῦ παρατυχόντος βοηθοῦ· δι’ ἀνθρώπων γὰρ θεόθεν αἱ πλεῖσται εὐεργεσίαι χορηγοῦνται, πάντες μὲν οὖν ὅσοι ταῖς ὄψεσι κεχρήμεθα, (17) θεωροῦμεν τὰ προσπίπτοντα αὐταῖς, ἄλλοι δὲ ἄλλων ἕνεκα. αὐτίκα οὐχ ὁμοίως θεωρεῖ τὸ πρόβατον ὁ μάγειρὸς τε καὶ ὁ ποιμήνˑ ὃ μὲν γὰρ εἰ πῖὸν ἐστι πολυπραγμονεῖ, ὃ δὲ εἰς εὐγένειαν τηρεῖ. τὸ γάλα τοῦ προβάτου ὂ μὲν τις ἀμελξάτω, εἰ χρῄζει τροφῆς, τὸν μαλλὸν κειράτω, εἰ σκέπης δεῖται. ὧδέ μοι καὶ τῆς Ἑλληνικῆς χρηστομαθίας ὁ καρπὸς προχωρείτω. οὐκ οἶμαι γὰρ τίνα οὕτως εὐτυχῆ γραφὴν ἡγεῖσθαι ἡ μηδεὶς ἀντερεῖ, ἀλλ’ ἐκείνην εὔλογον νομιστέον ᾗ μηδεὶς εὐλόγως ἀντερεῖ. καὶ πρᾶξιν ἄρα καὶ αἵρεσιν ἀποδεκτέον οὐ τὴν ἀμεμφῆ, ἀλλ’ ἣν οὐδεὶς εὐλόγως καταμέμψεται. οὐκ εὐθὺς δ’

 

 

179

εἴ τις μὴ προηγουμένως ἐπιτελεῖ, κατὰ περίστασιν αὐτὸ ποιεῖ, ἀλλὰ οἰκονομούμενός τι θεοσόφως καὶ συμπεριφερόμενος ἐνεργήσει. οὔτε γὰρ ὁ ἔχων τὴν ἀρετὴν χρήζει τῆς ἐπὶ τὴν ἀρετὴν ἔτι ὁδοῦ οὔθ' ὁ ἐῤῥωμένος ἀναλήψεως. καθάπερ δ’ οἱ γεωργοὶ προαρδεύσαντες τὴν γῆν, οὔτω δὴ καὶ ἡμεῖς τῷ ποτίμῳ τῶν παρ' Ἕλλησι λόγων προαρδεύομεν τὸ γεῶδες αὐτῶν, ὡς παραδέξασθαι τὸ καταβαλλόμενον σπέρμα πνευματικὸν καὶ τοῦτο εὐμαρῶς ἐκθρέψαι δύνασθαι.

(18) Περιέξουσι δὲ οἱ Στρωματεῖς ἀναμεμιγμένην τὴν ἀλήθειαν τοῖς φιλοσοφίας δόγμασι, μᾶλλον δὲ ἐγκεκαλυμμένην καὶ ἐπικεκρυμμένην, καθάπερ τῷ λεπύρῳ τὸ ἐδώδιμον τοῦ καρύουˑ ἁρμόζει γὰρ, οἶμαι, τῆς ἀληθείας τὰ σπέρματα μόνοις φυλάσσεσθαι τοῖς τῆς πίστεως γεωργοῖς. οὐ λέληθεν δὲ με καὶ τὰ θρυλούμενα πρὸς τινων ἀμαθῶς ψοφοδεῶν χρῆναι λεγόντων περὶ τὰ ἀναγκαιότατα καὶ συνέχοντα τὴν πίστιν καταγίνεσθαι, τὰ δὲ ἔξωθεν καὶ περιττὰ ὑπερβαίνειν μάτην ἡμᾶς τρίβοντα καὶ κατέχοντα περὶ τοῖς οὐδὲν συμβαλλομένοις πρὸς τὸ τέλος, οἱ δὲ καὶ πρὸς κακοῦ ἂν τὴν φιλοσοφίαν εἰσδεδυκέναι τὸν βίον νομίζουσιν ἐπὶ λύμῃ τῶν ἀνθρώπων πρὸς τινὸς εὐρετοῦ πονηροῦ. ἐγὼ δὲ ὅτι μὲν ἡ κακία κακὴν φύσιν ἕχει καὶ οὔποτ ἂν καλοῦ τινὸς ὑποσταίη γεωργὸς γενέσθαι, παρ' ὅλους ἐνδείξομαι τοὺς Στρωματεῖς, αἰνισσόμενος ἁμῇ γέ πῃ θείας ἔργον προνοίας καὶ φιλοσοφίαν. II (19) ὑπὲρ δὲ τῶν ὑπομνημάτων τῶν περιειληφότων κατὰ τοὺς ἀναγκαίους καιροὺς τὴν Ἑλληνικὴν δόξαν τοσοῦτόν φημι τοῖς φιλεγκλήμοσιˑ πρῶτον μὲν εἰ καὶ ἄχρηστος εἴη φιλοσοφία, εἰ εὐχρηστος ἡ τῆς ἀχρηστίας βεβαίωσις, εὔχρηστοςˑ ἔπειτα οὐδὲ καταψηφίσασθαι τῶν Ἑλλήνων οἷὸν τε ψιλῇ τῇ περὶ τῶν δογματισθέντων αὐτοῖς χρωμένους φράσει, μὴ συνεμβαίνοντας εἰς τὴν κατὰ μέρος ἄχρι συγγνώσεως ἐκκάλυψιν. πιστὸς γὰρ εὖ μάλα ὁ μετ' ἐμπειρίας ἔλεγχος, ὅτι καὶ τελειοτάτη ἀπόδειξις εὑρίσκεται ἡ γνῶσις τῶν κατεγνωσμένων. πολλὰ δ’ οὖν καὶ μὴ συμβαλλόμενα εἰς τέλος συγκοσμεῖ τὸν τεχνίτην, καὶ ἄλλως ἡ πολυμαθία διασυστατικὴ τυγχάνει τοῦ παρατιθεμένου τὰ κυριώτατα τῶν δογμάτων πρὸς πειθὼ τῶν ἀκροωμένων, θαυμασμὸν ἐγγεννῶσα τοῖς κατηχουμένοις, καὶ πρὸς τὴν ἀλήθειαν συνίστησιν. (20) ἀξιόπιστος δὲ ἡ τοιαύτη

 

 

180

ψυχαγωγία, δι’ ἧς κεκαλυμμένην οἱ φιλομαθεῖς παραδέχονται τὴν ἀλήθειαν, πρὸς τὸ μήτε αὐ[τοὺς δοκεῖν] τὴν φιλοσοφίαν λυμαίνεσθαι τὸν βίον, ψευδῶν πραγμάτων καὶ φαύλων ἔργων δημιουργὸν ὑπάρχουσαν, ᾗ τινες διαβεβλήκασιν, ἀληθείας οὖσαν εἰκόνα ἐναργῆ, θείαν δωρεὰν Ἕλλησι δεδομένην, μήτε ἡμᾶς ἀποσπάσθαι τῆς πίστεως, οἷον ἀπὸ τινὸς ἀπατηλοῦ τέχνης καταγοητευομένους, ἀλλ’ ὡς ἔπος εἰπεῖν, περιβολῆ πλείονι χρωμένους, ἁμῇ γέ πῃ συγγυμνασίαν τινὰ πίστεως ἀποδεικτικὴν ἐκπορίζεσθαι. ναὶ μὴν καὶ [ἡ] συναφὴ τῶν δογμάτων διὰ τῆς ἀντιπαραθέσεως τὴν ἀλήθειαν μνηστεύεται, δι’ ἧς ἐξηκολούθηκεν ἡ γνῶσις, οὐ κατὰ προηγούμενον λόγον τῆς φιλοσοφίας παρεισελθούσης, διὰ δὲ τὸν ἀπὸ τῆς γνώσεως καρπόν, ἡμῶν βέβαιον λαμβανόντων πεῖσμα τῆς ἀληθοῦς καταλήψεως διὰ τῆς τῶν ὑπονοουμένων ἐπιστήμης. σιωπῶ γὰρ ὅτι οἱ Στρωματεῖς τῇ πολυμαθίᾳ σωματοποιούμενοι κρύπτειν ἐντέχνως τὰ τῆς γνώσεως βούλονται σπέρματα. (21) καθάπερ οὖν ὁ τῆς ἄγρας ἐρωτικὸς ζητήσας, ἐρευνήσας, ἀνιχνεύσας, κυνοδρομήσας αἰρεῖ τὸ θηρίον, οὕτω καὶ τάληθὲς γλυκύτητι φαίνεται ζητηθὲν καὶ πόνῳ πορισθέν. τί δὴ ποτ’ οὖν ὧδε διατετάχθαι φίλον ἔδοξεν εἶναι τοῖς ὑπομνήμασιν; ὅτι μέγας ὁ κίνδυνος τὸν ἀπόῤῥητον ὡς ἀληθῶς τῆς ὄντωςφιλοσοφίας λόγον ἐξορχήσασθαι [τού]τοις, [οἳ] ἀφειδῶς πάντα μὲν ἀντιλέγειν ἐθέλουσιν οὐκ ἐν δίκῃ, πάντα δὲ ὀνόματα καὶ ῥήματα ἀποῤῥίπτουσιν οὐδαμῶς κοσμίως, αὐτοὺς τε ἀπατῶντες καὶ τοὺς ἐχομένους αὐτῶν γοητεύοντες. «Ἐβραῖοι μὲν γὰρ σημεῖα αἰτοῦσιν,» ἧ φησὶν ὁ ἀπόστολος, «Ἕλληνες δὲ σοφίαν ζητοῦσι.»

 

III

(22) Πολὺς δὲ ὁ τοιόσδε ὅχλος· οἳ μὲν αὐτῶν, ἡδοναῖς δεδουλωμένοι, ἀπιστεῖν ἐθέλοντες, γελῶσι τὴν ἁπάσης σεμνότητος ἀξίαν ἀλήθειαν, τὸ βάρβαρον ἐν παιδιᾷ τιθέμενοι, οἱ δὲ τινες σφᾶς αὐτοὺς ἐπαίροντες διαβολὰς τοῖς λόγοις ἐξευρίσκειν βιάζονται, ζητήσεις ἐριστικὰς ἐκπορίζοντες, λεξειδίων θηράτορες, ζηλωταὶ τεχνυδρίων, «ἐριδαντέες καὶ ἱμαντελικτέες,» ὡς ὁ Ἀβδηρίτης ἐκεῖνὸς φησὶν

 

 

181

στρεπτὴ γὰρ γλῶσσα,

φησί,

βροτῶνˑ πολέες δ’ ἔνι μῦθοιˑ

παντοίων ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.

καίˑ

ὁπποῖόν κ εἰπησθα ἔπος, τοῖόν κ ἐπακούσαις.

ταύτῃ γοῦν ἐπαιρόμενοι τῇ τέχνη οἱ κακοδαίμονες σοφισπαι τῇ σφῶν αὐτῶν στωμυλλόμενοι τερθρείᾳ, ἀμφὶ τὴν διάκρισιν τῶν ὀνομάτων καὶ τὴν ποιὰν τῶν λέξεων σύνθεσίν τε καὶ περιπλοκὴν τὸν πάντα πονούμενοι βίον τρυγόνων ἀναφαίνον [ται] λαλίστεροιˑ κνήθοντες καὶ γαργαλίζοντες οὐκ ἀνδρικῶς, ἐμοὶ δοκεῖν, τὰς ἀκοὰς τῶν κνήσασθαι γλιχομένων, ποταμὸς ἀτεχνῶς ῥημάτων, νοῦ δὲ σταλαγμός. ἀμέλει καὶ καθάπερ τῶν παλαιῶν ὑποδημάτων τὰ μὲν ἄλλα αὐτοῖς ἀσθενεῖ καὶ διαῤῥεῖ, μένῃ δὲ ἡ γλῶσσα ὑπολείπεται. (23) παγκάλως ὁ Ἀθηναῖος ἀποτείνεται καὶ γράφει Σόλωνˑ

εἰς γὰρ γλῶσσαν ὁρᾶτε καὶ εἰς ἔπη αἱμύλου ἀνδρόςˑ

ὑμῶν δὲ εἰς [μὲν] ἕκαστος ἀλώπεκος ἴχνεσι βαίνει,

σύμπασι[ν] δὲ ὑμῖν χαῦνος ἔνεστι νόος.

τουτό που αἰνίσσεται ἡ σωτήριος ἐκείνη φωνήˑ «αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃˑ» μόνῳ γὰρ, οἶμαι, τῷ πιστεύοντι, διακεκριμένῳ τέλεον τῶν ἄλλων τῶν πρὸς τῆς γραφῆς θηρίων εἰρημένων, ἐπαναπαύεται τὸ κεφάλαιον τῶν ὄντων, ὁ χρηστὸς καὶ ἥμερος λόγος, «ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶνˑ κύριος γὰρ μόνος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι,» σοφοὺς δὴ που τοὺς σοφιστὰς τοὺς περὶ τὰς λέξεις καὶ τὰς τέχνας περιττοὺς καλούσης τῆς γραφῆς. (24) ὅθεν οἱ Ἕλληνες καὶ αὐτοὶ τοὺς περὶ ὁτιοῦν πολυπράγμονας σοφοὺς ἅμα καὶ σοφιστὰς παρωνύμως κεκλήκασι. Κρατῖνος γοῦν ἐν τοῖς Ἀρχιλόχοις ποιητὰς καταλέξας ἐφηˑ

οἷον σοφιστῶν σμῆνος ἀνεδιφήσατε.

 

 

182

Ἰοφῶν τε ὁμοίως [ὡς] ὁ κωμικὸς ἐν Αὑλῳδοῖς σατύροις ἐπὶ ῥαψῳδῶν καὶ ἄλλων τινῶν λέγειˑ

καί γὰρ εἰσελήλυθεν

πολλῶν σοφιστῶν ὄχλος ἐξηρτυμένος.

ἐπὶ τούτων καὶ τῶν παραπλήσιων ὅσοι τοὺς κενοὺς μεμελετήκασι λόγους ἡ θεῖα γραφὴ παγκάλως λέγειˑ «ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετὼν ἀθετήσω.»

 

IV

(25) 'Όμηρος δὲ καὶ τέκτονα σοφὸν καλεῖ καὶ περὶ τοῦ Μαργίτου, εἰ δὴ αὐτοῦ, ὧδέ πῶς γράφειˑ τὸν δ’ οὔτ’ ἂρ σκαπτῆρα θεοὶ θέσαν οὔτ’ ἀροτῆρα,

οὔτ’ ἄλλως τι σοφόν, πάσης δ’ ἡμάρτανε τέχνης.

Ἡσίοδος γὰρ τὸν κιθαριστὴν Λίνον «παντοίας σοφίας δεδαηκότα» εἰπὼν καὶ ναύτην οὐκ ὀκνεῖ λέγειν σοφόν, «οὔτε τι ναυτιλίης σεσοφισμένον» γράφων. Δανιὴλ δὲ ὁ προφήτης «τὸ μυστήριον» φησὶν «ὃ ὁ βασιλεὺς ἐρωτᾷ, οὐκ ἔστι σοφῶν, μάγων, ἐπαοιδῶν, Γαζαρηνῶν δύναμις τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ, ἀλλ’ ἔστι θεὸς ἐν οὐρανῷ ἀποκαλύπτων.» καὶ δὴ τοὺς Βαβυλῶνος σοφοὺς προσαγορεύει, ὅτι δὲ σοφίαν ὁμωνύμως καλεῖ ἡ γραφὴ πάσαν τὴν κοσμικὴν εἴτε ἐπιστήμην εἴτε τέχνην, πολλαὶ δὲ εἰσὶν αἱ κατ' ἐπισύνθεσιν ἀνθρωπίνῳ λογισμῷ ἐπινενοημέναι, καὶ ὡς θεόθεν ἡ τεχνικὴ καὶ ἡ σοφὴ ἐπίνοια, σαφὲς ἔσται παραθεμένοις τήνδε τὴν λέξινˑ «καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγωνˑ ἰδοὺ ἀνακέκληκα τὸν Βεσελεὴλ τὸν τοῦ Οὑρί, τὸν Ὤρ, τῆς φυλῆς Ἰούδα, καὶ ἐνέπλησᾳ αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ, διανοεῖσθαι καὶ ἀρχιτεκτονήσαι. ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ τὸν χαλκόν, καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον, καὶ τὰ λιθουργικὰ καὶ τεκτονικὴν τῶν ξύλων, ἐργάζεσθαι [ἕως] κατὰ πάντα τὰ ἔργα.» (26) ἔπειτα ἐπιφέρει καθολικὸν δὴ λόγονˑ «καὶ παντὶ τῷ συνετῷ καρδίᾳ δέδωκα σύνεσιν,» τουτέστιν τῷ οἵῳ τε ἐπιδέξασθαι πόνῳ καὶ συνασκήσει. πάλιν τε αὖ διαῤῥήδην ἐξ ὀνόματος κυρίου γέγραπταιˑ «καὶ σὺ λάλησον πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησα πνεῦμα αἰσθήσεως·» ἔχουσι μὲν τι οἰκεῖον φύσεως ἰδίωμα

 

 

183

 

183

οἱ «σοφοί τῇ διανοίᾳ,» λαμβάνουσι δὲ «πνεῦμα αἰσθήσεως» παρὰ τῆς κυριωτάτης σοφίας διττόν, ἐπιτηδείους σφᾶς αὐτοὺς παραστήσαντες. οἱ μὲν γὰρ τὰς βαναύσους μετιόντες τέχνας τοῦ περὶ τὰς αἰσθήσεις ἀπολαύουσι περιττού, ἀκοῆς μὲν ὁ κοινώς λεγόμενος μουσικός, ἁφῆς δὲ ὁ πλαστικός, καὶ φωνῆς ὁ ᾠδικός, ὀσφρήσεως ὁ μυρεψικός, ὄψεως ὁ τῶν ἐν ταῖς σφραγῖσιν ἐντυπωμάτων τορευτικός. οἱ δὲ ἀμφὶ τὴν παιδείαν διατρίβοντες τὴν συναίσθησιν χορηγοῦνται, καθ’ ἣν τῶν μέτρων οἱ ποιηταί καὶ τῆς λέξεως οἱ σοφισταί καὶ τῶν συλλογισμῶν οἱ διαλεκτικοὶ καὶ οἱ φιλόσοφοι τῆς κατ' αὐτοὺς θεωρίας ἀντιλαμβάνονται. εὑρετικὸν γὰρ καὶ ἐπινοητικὸν ἡ συναίσθησις ἐπιβάλλειν πιθανῶς ἀναπείθουσα, συναύξρι δὲ τὴν ἐπιβολὴν ἡ εἰς ἐπιστήμην συνάσκησις. (27) εἰκότως τοίνυν ὁ ἀπόστολος «πολυποίκιλον» εἴρηκεν τὴν σοφίαν τοῦ θεοῦ, «πολυμερῶς καὶ πολυτρόπως,» διὰ τέχνης, διὰ ἐπιστήμης, διὰ πίστεως, διὰ προφητείας, τὴν ἑαυτῆς ἐνδεικνυμένην δύναμιν εἰς τὴν ἡμετέραν εὐεργεσίαν, ὅτι «πᾶσα σοφία παρὰ κυρίου καὶ μετ' αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα,» ᾗ φησὶν ἡ τοῦ Ἰησοῦ σοφία, «ἐὰν γὰρ τὴν φρόνησιν τὴν τε αἴσθησιν ἐπικαλέσῃ μεγάλη τῇ φωνῇ καὶ ζητήσης αὐτὴν ὥσπερ ἀργορίου θησαυροὺς καὶ προθύμως ἐξιχνιάσης, νοήσεις θεοσέβειαν καὶ αἴσθησιν θείαν εὑρήσεις,» πρὸς ἀντιδιαστολὴν τῆς κατὰ φιλοσοφίαν αἰσθήσεως εἴρηκεν ὁ προφήτης, ἣν μεγαλοφυῶς καὶ μεγαλοπρεπῶς ἐξερευνᾶν διδάσκει εἰς τὴν ἐπὶ τὴν θεοσέβειαν προκοπήν, ἀντέθηκεν οὖν αὐτῇ τὴν ἐν θεοσεβείᾳ αἴσθησιν, τὴν γνῶσιν αἰνισσόμενος καὶ τάδε λέγωνˑ «ὁ γὰρ θεὸς δίδωσι σοφίαν ἐκ τοῦ ἑαυτοῦ στόματος αἴσθησιν τε ἅμα καὶ φρόνησιν, καὶ θησαυρίζει δικαίοις βοήθειαν» τοῖς γὰρ ὑπὸ φιλοσοφίας δεδικαιωμένοις βοήθεια θησαυρίζεται καὶ ἡ εἰς θεοσέβειαν συναίσθησις.

V. (28) Ἦν μὲν οὖν πρὸ τῆς τοῦ κυρίου παρουσίας εἰς δικαιοσύνην Ἕλλησιν ἀναγκαία φιλοσοφία, νυνὶ δὲ χρησίμη πρὸς θεοσέβειαν γίνεται, προπαιδεία τις οὖσα τοῖς τὴν πίστιν δι’ ἀποδείξεως καρπουμένοις, ὅτι «ὁ πούς σου» φησὶν «οὐ μὴ προσκόψῃ,» ἐπὶ τὴν πρόνοιαν τὰ καλὰ ἀναφέροντος, ἐὰν τε Ἑλληνικά ᾗ ἐὰν τε ἡμέτερα. πάντων μὲν γὰρ αἴτιος τῶν καλῶν ὁ θεός, ἀλλὰ τῶν μὲν κατὰ προηγούμενον ὡς τῆς τε διαθήκης τῆς παλαιᾶς καὶ τῆς νέας, τῶν

 

 

184

δὲ κατ' ἐπακολούθημα ὡς τῆς φιλοσοφίας, τάχα δὲ καὶ προηγουμένως τοῖς Ἕλλησιν ἐδόθη τότε πρὶν ἤ τὸν κύριον καλέσαι καὶ τοὺς Ἕλληνας· ἐπαιδαγώγει γὰρ καὶ αὐτὴ τὸ Ἐλληνικὸν ὡς ὁ νόμος τοὺς Ἑβραίους εἰς Χριστόν, προπαρασκευάζει τοίνυν ἡ φιλοσοφία προοδοποιοῦσα τὸν ὑπὸ Χριστοῦ τεκειούμενον. αὐτίκα «τὴν σοφίαν» ὁ Σολομὼν «περιχαράκωσον» φησὶν, «καὶ ὑπερυψώσει σεστεφάνῳ δὲ τρυφῆς ὑπερασπίσει σε,» ἐπεὶ καὶ σὺ τῷ θριγκῷ ὑπεροχυρώσας αὐτὴν διὰ φιλοσοφίας καὶ πολυτελείας ὀρθῆς ἀνεπίβατον τοῖς σοφισταῖς τηρήσαις. (29) μία μὲν οὖν ἡ τῆς ἀληθείας ὁδός, ἀλλ’ εἰς αὐτὴν καθάπερ εἰς ἀέναον ποταμῶν ἐκρέουσι τὰ ῥείθρα ἄλλα ἄλλοθεν. ἐνθέως οὖν ἄρα εἴρηταιˑ «ἄκουε, υἱέ μου, καὶ δέξαι ἐμοὺς λόγους,» φησὶν, «ἴνα σοι γένωνται πολλαὶ ὁδοὶ βίουˑ ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί,» αἱ τῆς αὐτῆς ἐκβλὐζουσαι γῆς. οὐ δὴ μόνον ἑνὸς τινὸς δικαίου ὁδοὺς πλείονας σωτηρίους κατέλεξεν, ἐπιφέρει δὲ ἄλλας πολλῶν πολλὰς δικαίων ὁδοὺς μηνύων ὧδέ πωςˑ «αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν.» εἶεν δ’ ἀν καὶ αἱ ἐντολαὶ καὶ αἱ προπαιδεῖαι ὁδοὶ καὶ ἀφορμαὶ τοῦ βίου. «Ἱερουσαλὴμ Ἱερουσαλήμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὡς ὄρνις τοὺς νεοσσούς.» Ἱερουσαλὴμ δὲ «ὅρασις εἰρήνης» ἑρμηνεύεται. δηλοῖ τοίνυν προφητικῶς τοὺς εἰρηνικῶς ἐποπτεύσαντας πολυτρόπως εἰς κλῆσιν πεπαιδαγωγῆσθαι. τί οὖν; ἠθέλησε μὲν, οὐκ ἠδυνήθη δέˑ ποσάκις δὲ ἢ ποῦ; δίς, διὰ τε προφητῶν καὶ διὰ τῆς παρουσίας, πολύτροπον μὲν οὖν τὴν σοφίαν ἡ «ποσάκις» ἐνδείκνυται λέξις, καὶ καθ' ἔνα ἕκαστον τρόπον ποιότητος τε καὶ ποσότητος πάντως σῴζει τινὰς ἐν τε τῷ χρόνῳ ἔν τε τῷ αἰῶνι, «ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην.» κἂν τις βιαζόμενος λέγηˑ «μὴ πρόσεχε φαύλῃ γυναικί, μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης,» τὴν Ἑλληνικὴν εἶναι παιδείαν, ἐπακουσάτω τῶν ἐξῆςˑ «ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα,» φησί, φιλοσοφία δὲ οὐ κολακεύει, τίνα τοίνυν αἰνίσσεται τὴν ἐκπορνεύσασαν; ἐπιφέρει ῥητῶςˑ «τῆς γὰρ ἀφροσύνης οἰ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς Ἅιδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. μακράν οὖν ποίησον ἀπὸ τῆς ἄφρονος ἡδονῆς τὴν σὴν ὁδόν, μὴ ἐπιστῇς θύραις οἴκων αὐτῆς, ἵνα μὴ

 

 

185

 

185

προῇ ἄλλοις τὴν σὴν ζωήν.» καὶ ἐπιμαρτυρεῖ· «εἶτα μεταμελήσει σοι ἐπὶ γήρως, ἡνίκα ἄν κατατριβῶσί σου σάρκες σώματος.» τοῦτο γὰρ τέλος τῆς ἄφρονος ἡδονῆς. καὶ ταῦτα μὲν ταύτῃ· ὁπηνίκα δ’ ἂν φῇ· «μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν,» χρῆσθαι μὲν, οὐκ ἐνδιατρίβειν δὲ καὶ ἐναπομένειν τῇ κοσμικῇ παιδείᾳ παραινεῖˑ προπαιδεύει γὰρ τῷ κυριακῷ λόγῳ τὰ κατὰ τοὺς προσήκοντας καιροὺς ἑκάστῃ γενεᾷ συμφερόντως δεδομένα, «ἤδη γὰρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν» οἱ μὲν αὐτῶν ἐν μουσικῇ, οἱ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ.

(30) Ἀλλ’ ὡς τὰ ἐγκύκλια μαθήματα συμβάλλεται πρὸς φιλοσοφίαν τὴν δέσποιναν αὐτῶν, οὕτω καὶ φιλοσοφία αὐτὴ πρὸς σοφίας κτῆσιν συνεργεῖ, ἔστι γὰρ ἡ μὲν φιλοσοφία ἐπιτήδευσις [σοφίας], ἡ σοφία δὲ ἐπιστήμη θείων καὶ ἀνθρωπίνων καὶ τῶν τούτων αἰτίων, κυρία τοίνυν ἡ σοφία τῆς φιλοσοφίας ὡς ἐκείνη τῆς προπαιδείας, εἰ γὰρ ἐγκράτειαν φιλοσοφία ἐπαγγέλλεται γλώσσης τε καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα, καὶ ἔστιν δὶ αὐτὴν αἰρετή, σεμνοτέρα φανεῖται καὶ κυριωτέρα, εἰ θεοῦ τιμῆς τε καὶ γνώσεως ἕνεκεν ἐπιτηδεύοιτο.

Τῶν εἰρημένων μαρτυρίαν παρέξει ἡ γραφὴ διὰ τῶνδεˑ Σάῤῥα στεῖρα ἦν πάλαι, Ἀβραὰμ δὲ γυνή, μὴ τίκτουσα ἡ Σάῤῥα τὴν ἑαυτῆς παιδίσκην ὀνόματι Ἄγαρ τὴν Αἰγυπτίαν εἰς παιδοποιίαν ἐπιτρέπει τῷ Ἀβραὰμ, ἡ σοφία τοίνυν ἡ τῷ πιστῷ σύνοικος (πιστὸς δὲ ἑλογίσθη Ἀβραὰμ καὶ δίκαιος) στεῖρα ἦν ἔτι καὶ ἄτεκνος κατὰ τὴν γενεὰν ἐκείνην, μηδέπω μηδὲν ἐνάρετον ἀποκυήσασα τῷ Ἀβραὰμ, ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ (Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται) συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὐτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννήσαι τὸν Ἱσαάκ. (31) ἑρμηνεύει δὲ ὁ Φίλων τὴν μὲν Ἄγαρ παροίκησιν (ἐνταῦθα γὰρ εἰρηται· «μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν»), τὴν Σάραν δὲ ἀρχὴν μου. ἔνεστιν οὖν προπαιδευθέντα ἐπὶ τὴν ἀρχικωτάτην σοφίαν ἑλθεῖν, ἀφ' ἧς τὸ Ἰσραηλιτικὸν γένος αὔξεται. ἐξ ὧν δείκνυται διδακτικὴν εἶναι τὴν σοφίαν, ἣν μετῆλθεν Ἀβραὰμ, ἐκ τῆς τῶν οὐρανίων θέας μετιὼν εἰς τὴν κατὰ θεὸν πίστιν τε καὶ δικαιοσύνην. Ἰσαὰκ δὲ τὸ

 

 

186

αὐτομαθὲς ἐνδείκνυται; διὸ καὶ Χρίστοῦ τύπος εὑρίσκεται. οὗτος μιᾶς γυναικὸς ἀνὴρ τῆς Ῥεβέκκας, ἢν ὑπομονήν μεταφράζουσιν. πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἄν ἀσκητὴς ἐρμηνευόμενος (διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων), ὅθεν καὶ Ἰσραὴλ οὗτος μετονομάζεται ὁ τῷ ὄντι διορατικὸς ὡς ἄν πολύπειρος τε καὶ ἀσκητικός. εἴη δ’ ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἶναι τὴν σφραγῖδα τῆς γνώσεως, ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστώσαν. ἔχοις δ’ ἄν καὶ ἄλλην εἰκόνα τῶν εἰρημένων τὴν Θἀμαρ ἐπὶ τριόδου καθεσθεῖσαν καὶ πόρνης δόξαν παρασχοῦσαν, ἣν ὁ φιλομαθὴς Ἱούδας (δυνατὸς δὲ ἑρμηνεύεται) ὁ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον καταλιπὼν ἐπεσκέψατο καὶ «πρὸς αὐτὴν ἐξέκλινεν», σῴζων τὴν πρὸς τὸν θεὸν ὁμολογίαν. (32) διὰ τοῦτο καὶ ὁ Ἀβραὰμ, παραζηλούσης της Σάῤῥας τὴν Ἄγαρ παρευδοκιμούσαν αὐτὴν, ὡς ἂν τὸ χρήσιμον ἐκλεξάμενος μόνον τῆς κοσμικῆς φιλοσοφίας, «ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἂν σοι ἀρεστὸν ᾖ» φησί. δηλῶν ὅτι ἀσπάζομαι μὲν τὴν κοσμικὴν παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς σὴν θεραπαινίδα, τὴν δὲ ἐπιστήμην τὴν σὴν ὡς τελείαν δέσποιναν τιμῶ καὶ σέβω. «καὶ ἐκάκωσεν αὐτὴν Σάῤῥα» ἴσον τῷ ἐσωφρόνισε καὶ ἐνουθέτησεν. εὖ γοῦν εἴρηται «παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἑλεγχόμενοςˑ ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» κατ' ἄλλους μέντοι γε τόπους ἐξεταζόμεναι αἱ προειρημέναι γραφαί ἄλλα μυστήρια μηνύουσαι παρίστανται.

Φαμὲν τοίνυν ἐνθένδε γυμνῷ τῷ λόγῳ τὴν φιλοσοφίαν ζήτησιν ἔχειν περὶ ἀληθείας καὶ τῆς τῶν ὄντων φύσεως (ἀλήθεια δὲ αὕτη, περὶ ἧς ὁ κύριος αὐτὸς εἶπεν «ἐγὼ εἰμι ἡ ἀλήθεια»), τὴν τε αὖ προπαιδείαν τῆς ἐν Χριστῷ ἀναπαύσεως γυμνάζειν τὸν νοῦν καὶ διεγείρειν τὴν σύνεσιν ἀγχίνοιαν γεννῶσαν ζητητικὴν διὰ φιλοσοφίας ἀληθοῦς. ἥν εὐρόντες, μᾶλλον δὲ εἰληφότες παρ' αὐτῆς τῆς ἀληθείας, ἔχουσιν οἰ μύσται. IV. (33) πολλὰ δ’ ἡ ἐτοιμότης πρὸς τὸ τὰ δέοντα ὀρᾶν διὰ τῆς προγυμνασίας συμβάλλεται, εἴη δ’ ἂν γυμνάσιά τῷ νῷ τὰ νοητά, τριττὴ δὲ ἡ τούτων φύσις, ἔν τε ποσοῖς καὶ πηλίκοις καὶ λεκτοῖς θεωρουμένη. ὁ γὰρ ἀπὸ τῶν ἀποδείξεων λόγος ἀκριβῆ πίστιν ἐντίθησι τῇ ψυχῇ τοῦ

 

 

187

παρακολουθοῦντος, ὥστε μηδ’ ἄν ἄλλως ἔχειν τὸ ἀποδειχθέν οἴὲσθαι, τοῖς τε αὖ δὶ ἀπάτην ὑποτρἔχουσιν ἡμῖν ὑποπίπτειν οὐκ ἐμ· ἐν τούτοις οὖν τοῖς μαθήμασιν ἐκκαθαίρεταί τε τῶν αἰσθητῶν καὶ ἀναζωπυρεῖται ἡ ψυχή, ἵνα δὴ ποτε ἀλήθειαν διιδεῖν δυνηθῇ. «τροφὴ γὰρ καὶ ἡ παίδευσις ἡ χρηστὴ σῳζομένη φύσεις ἀγαθὰς ποιεῖ, καὶ αἱ φύσεις αἱ χρησταὶ τοιαύτης παιδείας ἀντιλαμβανόμεναι ἔτι βελτίους τῶν πρότερον φύονται εἴς τε τὰ ἄλλα καὶ εἰς τὸ γεννᾶν, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις ζῴοις.» διὸ καὶ φησινˑ «ἴσθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ, καὶ γενοῦ ἐκείνου σοφώτερος» ὃς πολλὴν καὶ παντοδαπὴν ἐν τῷ ἀμήτῳ παρατίθεται πρὸς τὴν τοῦ χειμῶνος ἀπειλὴν τὴν τροφὴν, «ἢ πορεύθητι πρὸς τὴν μέλισσαν καὶ μάθε ὡς ἐργάτις ἐστιˑ» καὶ αὐτὴ γὰρ πάντα τὸν λειμῶνα ἐπινεμομένη ἓν κηρίον γεννᾷ.

(34) Εἰ δὲ ἐν τῷ ταμείῳ εὔχῃ, ὡς ὁ κύριος ἐδίδαξε, πνεύματι προσκυνῶν, οὐκέτι περὶ τὸν οἶκον εἴη ἂν μόνον ἡ οἰκονομία, ἀλλὰ καὶ περὶ τὴν ψυχήν, τίνα τε ἐπινεμητέον αὐτῇ καὶ ὅπως καὶ ὁπόσον, τίνα τε ἀποθετέον καὶ ἀποθησαυριστέον εἰς αὐτὴν, καὶ ὅτε ταῦτα προκομιστέον, καὶ πρὸς οὔστινας. οὐ γὰρ φύσει, μαθήσει δὲ οἰ καλοὶ κάγαθοὶ γίνονται, καθάπερ ἰατροὶ καὶ κυβερνήται. ὁρῶμεν γοῦν κοινῶς οἱ πάντες τὴν ἄμπελον καὶ τὸν ἵππον, ἀλλ’ ὁ μὲν γεωργὸς εἴσεται, εἰ ἀγαθῆ πρὸς καρποφορίαν ἢ κακὴ ἡ ἄμπελος, καὶ ὁ ἱππικὸς ἄθυμον ἢ ταχὺν διακρινεῖ ῥᾳδίως. τὸ δ’ ἄλλους παρ’ ἄλλους εὖ πεφυκέναι πρὸς ἀρετήν ἐπιτηδεύματα μὲν τίνα τῶν οὕτω πεφυκότων παρὰ τοὺς ἑτέρους ἐνδείκνυται, τελειότητα δὲ κατ' ἀρετὴν οὐδ’ ἡντινοῦν τῶν ἄμεινον φύντων κατηγορεῖ, ὁπότε καὶ οἰ κακῶς πεφυκότες πρὸς ἀρετὴν τῆς προσηκούσης παιδείας τυχόντες ὡς ἐπίπαν καλοκάγαθίας ἤνυσαν, καὶ αὖ τὰ ἐναντία οἱ ἐπιτηδείως φύντες ἀμελείᾳ γεγόνασι κακοί, φύσει δ’ αὖ κοινωνικοὺς καὶ δικαίους ὁ θεὸς ἡμᾶς ἐδημιούργησεν. (35) ὅθεν οὐδὲ τὸ δίκαιον ἐκ μόνης φαίνεσθαι τῆς θέσεως ῥητέον, ἐκ δὲ τῆς ἐντολῆς ἀναζωπυρεῖσθαι τὸ τῆς δημιουργίας ἀγαθὸν νοητέον, μαθήσει παιδευθείσης τῆς ψυχῆς ἐθέλειν αἱρεῖσθαι τὸ κάλλιστον. ἀλλὰ καθάπερ καὶ ἄνευ γραμμάτων πιστὸν εἶναι δυνατὸν φαμεν, οὕτως συνιέναι τὰ ἐν τῇ πίστει λεγόμενα οὐχ οἷόν τε μὴ μαθόντα ὁμολογοῦμεν. τὰ μὲν γὰρ εὖ λεγόμενα

 

 

188

προσίεσθαι, τὰ δὲ ἀλλότρια μὴ προσίεσθαι οὐχ ἁπλῶς ἡ πίστις, ἀλλ’ ἡ περὶ τὴν μάθησιν πίστις ἐμποιεῖ. εἰ δ’ ἡ ἄγνοια ἀπαιδευσία τε ἅμα καὶ ἀμαθία. τὴν ἐπιστήμην τῶν θείων καὶ ἀνθρωπίνων ἐντίθησιν ἡ διδασκαλία, ἀλλ’ ὡς ἐν πενίᾳ βίου ὀρθῶς ἔστι βιοῦν, οὕτω δὲ καὶ ἐν περιουσίᾳ ἔξεστιν, καὶ ῥᾷον ἅμα καὶ θᾶττον σὺν τῇ προπαιδείᾳ θηρᾶσαι ἄν τινα τὴν ἀρετὴν ὁμολογοῦμεν οὐδὲ δίχα τούτων ἀθήρατον οὖσαν, πλὴν καὶ τότε τοῖς μεμαθηκόσι καὶ «τὰ αἰσθητήρια συγγεγυμνασμένοις». «μῖσος μὲν γὰρ», φησὶν ὁ Σολομών, «ἐγείρει νεῖκος, ὁδοὺς δὲ ζωῆς φυλάσσει παιδεία,» ὡς μὴ ἀπατηθήναι, ὡς μὴ κλαπῆναι πρὸς τῶν ἐπὶ βλάβῃ τῶν ἀκροωμένων κακοτεχνίαν ἠσκηκότων. «παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται,» φησὶν, καὶ χρὴ μετιέναι τὸ ἑλεγκτικὸν εἶδος ἕνεκα τοῦ τὰς δόξας τὰς ἀπατηλὰς διακρούεσθαι τῶν σοφιστῶν.

(36) Εὖ γοῦν καὶ Ἀνάξαρχος ὁ Εὐδαιμονικὸς ἐν τῷ περὶ βασιλείας γράφειˑ «πολυμαθίη κάρτα μὲν ὠφελεῖ, κάρτα δὲ βλάπτει τὸν ἔχονταˑ ὠφελέει μὲν τὸν δεξιὸν ὅντα, βλάπτει δὲ τὸν ῥήϊδίως φωνέοντα πᾶν ἔπος καὶ ἐν παντὶ δήμῳ. χρὴ δὲ καιροῦ μέτρα εἰδέναιˑ σοφίης γὰρ οὗτος ὅρος. ὅσοι δὲ [ἔξω] καιροῦ ῥῆσιν ἀείδουσιν, κἤν πῃ πεπνυμένην ἀείδωσιν, οὐ τιθέμενοι ἐν σοφίῃ γνώμην, [αίτίην] ἔχουσι μωρίης.» καὶ Ἡσίοδοςˑ

Μουσάων, αἵτ' ἄνδρα πολυφραδέοντα τιθεῖσι

θέσπιον, αὐδήενταˑ

εὔπορον μὲν γὰρ ἐν λόγοις τὸν πολυφράδμονα λέγει, δεινὸν δὲ τὸν αὐδήεντα, καὶ θέσπιον τὸν ἐμπειρον καὶ φιλόσοφον καὶ τῆς ἀληθείας ἐπιστήμονα.

 

VII

(37) Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον, ἀλλ’ ὂν τρόπον οἱ ὑετοὶ καταῤῥήγνυνται εἰς τὴν γῆν τὴν ἀγαθὴν καὶ εἰς τὴν κοπριάν καὶ ἐπὶ τὰ δώματα, βλαστάνει δ’ ὁμοίως καὶ πόα καὶ πυρός, φύεται δὲ καὶ ἐπὶ τῶν μνημάτων συκῆ καὶ εἴ τι τῶν ἀναιδεστέρων δένδρων, καὶ τὰ φυόμενα ἐν τύπῳ προκύπτει τῶν ἀληθῶν, ὅτι τῆς αὐτῆς τοῦ ὑετοῦ ἀπέλαυσε δυνάμεως, ἀλλ’ οὐ τὴν αὐτὴν ἐσχηκε χάριν τοῖς ἐν τῷ πιόνι φυεῖσιν ἤτοι ξηρανθέντα ἢ ἀποτιλθέντα. καὶ δὴ κάνταῦθα

 

 

189

χρησιμεύει ἡ τοῦ σπόρου παραβολή, ἣν ὁ κύριος ἡρμήνευσεν. εἶς γὰρ ὁ τῆς ἐν ἀνθρώποις γῆς γεωργὸς ὁ ἄνωθεν σπείρων ἐκ καταβολῆς κόσμου τὰ θρεπτικὰ σπέρματα, ὁ τὸν κύριον καθ' ἕκαστον καιρὸν ἐπομβρίσας λόγον, οἰ καιροὶ δὲ καὶ οἱ τόποι οἰ δεκτικοὶ τὰς διαφορᾶς ἐγέννησαν. ἄλλως τε ὁ γεωργὸς οὐ πυροὺς μόνον (καίτοι καὶ τούτων πλείους εἰσὶ διαφοραί), σπείρει δὲ καὶ τὰ ἄλλα σπέρματα, κριθάς τε καὶ κυάμους καὶ πίσον καὶ ἄρακα καὶ τὰ κηπευόμενα καὶ τὰ ἀνθητικὰ σπέρματαˑ τής αὐτῆς δὲ γεωργίας καὶ ἡ φυτουργία, ἐργάζεσθαι ὅσα εἰς αὐτὰ τε τὰ φυτώρια καὶ εἰς παραδείσους καὶ τὰ ὡραῖα καὶ ὅλως παντοίων δένδρων φύσιν καὶ τροφὴν, ὡσαύτως δὲ οὐχ ἡ ποιμενικὴ μόνη, ἀλλὰ καὶ ἡ βουκολικὴ ἱπποτροφική τε καὶ κυνοτροφικὴ καὶ μελισσουργικὴ τέχναι πᾶσαι, συνελόντι δ’ εἰπεῖν ἀγελοκομική τε καὶ ζῳοτροφικὴ ἀλλήλων μὲν τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι, πλὴν αἱ πᾶσαι βιωφελεῖς. φιλοσοφίαν δὲ οὐ τὴν Στωϊκὴν λέγω οὐδὲ τὴν Πλατωνικὴν ἡ τὴν Ἐπικούρειόν τε καὶ Ἀριστοτελικήν, ἀλλ’ ὅσα εἴρηται παρ' ἐκάστῃ τῶν αἱρέσεων τούτων καλῶς, δικαιοσύνην μετὰ εὐσεβοῦς ἐπιστήμης ἐκδιδάσκοντα, τοῦτο σύμπαν τὸ ἐκλεκτικὸν φιλοσοφίαν φημὶ. ὅσα δὲ ἀνθρωπίνων λογισμῶν ἀποτεμόμενοι παρεχάραξαν, ταῦτα οὐκ ἄν ποτε θεῖα εἴποιμ ἄν.

(38) Ἤδη δὲ κάκεῖνο σκοπῶμεν, ὡς εἴ ποτε οἰ μὴ ἐπιστάμενοι διαβιοῦσι καλῶς εὖ ποιεῖνˑ εὐποιίᾳ γὰρ περιπεπτώκασιν, ἔνιοι δὲ καὶ εὐστοχοῦσι διὰ συνέσεως εἰς τὸν περὶ ἀληθείας λόγον, «Ἀβραὰμ δὲ οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀλλ’ ἐκ πίστεως.» οὐδὲν οὖν ὄφελος αὐτοῖς μετὰ τὴν τελευτὴν τοῦ βίου, κἂν εὐεργεῖς ὦσι νῦν, εἰ μὴ πίστιν ἔχοιεν. διὰ τοῦτο γὰρ Ἑλλήνων φωνῇ ἡρμηνεύθησαν αἱ γραφαί, ὡς μὴ πρόφασιν ἀγνοίας προβάλλεσθαι δυνηθῆναί πότε αὐτούς, οἵους τε ὄντας ἐπακοῦσαι καὶ τῶν παρ’ ἡμῖν, ἢν μόνον ἐθελήσωσιν. ἄλλως τις περὶ ἀληθείας λέγει, ἄλλως ἡ ἀλήθεια ἑαυτὴν ἐρμηνεύει. ἕτερον στοχασμὸς ἀληθείας, ἕτερον ἡ ἀλήθεια, ἄλλο ὁμοίωσις, ἄλλο αὐτὸ τὸ ὄν, καὶ ἡ μὲν μαθήσει καὶ ἀσκήσει περιγίνεται, ἣ δὲ δυνάμει καὶ πίστει. δωρεὰ γὰρ ἡ διδασκαλία τῆς θεοσεβείας, χάρις δὲ ἡ πίστις. ποιοῦντες γὰρ τὸ θέλημα τοῦ θεοῦ τὸ θέλημα γινώσκομεν. «ἀνοίξατε οὖν», φησὶν ἡ γραφῇ, «πύλας δικαιοσύνης,

 

 

190

ἵνα ἐν αὐταῖς εἰσελθὼν ἐξομολογήσωμαι τῷ κυριῳ.» ἀλλ’ αἱ μὲν εἰς δικαιοσύνην ὁδοί, πολυτρόπως σῴζοντος τοῦ θεοῦ (ἀγαθὸς γάρ), πολλαὶ τε καὶ ποικίλαι καὶ φέρουσαι εἰς τὴν κυρίαν ὁδὸν τε καὶ πύλην. ἐὰν δὲ τὴν βασιλικήν τε καὶ αὐθεντικὴν εἴσοδον ζητῇς, ἀκούσηˑ «αὐτῃ ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.» «πολλῶν τοίνυν ἀνεῳγμένων πυλῶν [ἡ] ἐν δικαιοσύνῃ αὕτη ἦν ἐν Χριστῷ, ἐν ἡ μακάριοι πάντες οἱ εἰσελθόντες καὶ κατευθύνοντες τὴν πορείαν αὐτῶν ἐν ὁσιότητι» γνωστικῇ, αὐτίκα ὁ Κλήμης ἐν τῇ πρὸς Κορινθίους ἐπιστολῇ κατὰ λέξιν φησὶ τὰς διαφορᾶς ἐκτιθέμενος τῶν κατὰ τὴν ἐκκλησίαν δοκίμωνˑ «ἤτω τις πιστός, ἤτω δυνατὸς γνῶσιν ἐξειπεῖν, ἤτω σοφὸς ἐν διακρίσει λόγων, ἤτω γοργὸς ἐν ἐργοις.»

 

VIII

(39) Ἡ δὲ σοφιστικὴ τέχνη, ἣν ἐζηλώκασιν Ἕλληνες, δύναμις ἐστι φανταστική, διὰ λόγων δοξῶν ἐμποιητικὴ ψευδῶν ὡς ἀληθῶνˑ παρέχει γὰρ πρὸς μὲν πειθὼ τὴν ῥητορικήν, πρὸς τὸ ἀγωνιστικὸν δὲ τὴν ἐριστικήν. αἱ τοίνυν τέχναι [αὗται] ἐὰν μὴ μετὰ φιλοσοφίας γένωνται, βλαβερώτεραι παντὶ που εἶεν ἀν. ἄντικρυς γοῦν ὁ Πλάτων κακοτεχνίαν προσεῖπεν τὴν σοφιστικὴν ὅ τε Ἀριστοτέλης ἐπόμενος κλεπτικήν τίνα αὐτὴν ἀποφαίνεται, ἅτε τὸ ὅλον τῆς σοφίας ἔργον πιθανῶς ὑφαιρουμένην καὶ ἐπαγγελλομένην σοφίαν ἣν οὐκ ἐμελέτησεν. ἐν βραχεῖ δὲ εἰπεῖν, καθάπερ τῆς ῥητορικῆς ἀρχὴ μὲν τὸ πιθανόν, ἔργον δὲ τὸ ἐπιχείρημα καὶ τέλος ἡ πειθώ, οὕτω τῆς ἐριστικῆς ἀρχὴ μὲν τὸ δόξαν, ἔργον δὲ τὸ ἀγώνισμα καὶ τέλος ἡ νίκη, τὸν αὐτὸν γὰρ τρόπον καὶ τῆς σοφιστικὴς ἀρχὴ μὲν τὸ φαινόμενον, ἔργον δὲ διττόν, τὸ μὲν ἐκ ῥητορικῆς διεξοδικὸν φαινομένον, τὸ δὲ ἐκ διαλεκτικής ἐρωτητικόν, τέλος δὲ αὐτῆς ἡ ἔκπληξις. ἥ τε αὖ θρυλουμένη κατὰ τὰς διατριβὰς διαλεκτικὴ γύμνασμα φιλοσόφου περὶ τὸ ἔνδοξον δείκνυται ἀντιλογικῆς ἕνεκεν δυνάμεωςˑ οὐδαμοῦ δ’ ἐν τούτοις ἡ ἀλήθεια. (40) εἰκότως τοίνυν ὁ γενναῖος ἀπόστολος, ἐκφαυλίζων τὰς περιττὰς ταύτας τῶν λέξεων τέχνας, «εἴ τις μὴ προσέρχεται ὑγιαίνουσι λόγοις» φησί, «διδασκαλίᾳ δὲ τινι τετύφωται μηδὲν ἐπιστάμενος, ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας, ἐξ ὧν γίνεται ἔρις, φθόνος, βλασφημία, ὑπόνοιαι

 

 

191

πονηραί, διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας.» ὁρᾷς ὅπως πρὸς αὐτοὺς κεκίνηται, νόσον ὀνομάζων τὴν λογικὴν τέχνην αὐτῶν, ἐφ’ ᾗ σεμνύνονται οἷς φίλη ἡ στωμύλος αὕτη κακοτεχνία, εἴτε Ἕλληνες εἶεν εἴτε καὶ βάρβαροι σοφισταί. παγκάλως οὖν ὁ τραγικὸς Εὐριπίδης ἐν ταῖς Φοινίσσαις λέγειˑ

ὁ δὲ ἄδικος λόγος

νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.

«ὑγιαίνων» μὲν γὰρ ὁ σωτήριος εἴρηται λόγος αὐτὸς ὧν ἀλήθεια, καὶ τὸ ὑγιαῖνον αἰεὶ ἀθάνατον μένει, ἡ δὲ ἀπὸ τοῦ ὑγιεινοῦ τε καὶ θείου διάκρισις ἀθεότης τε καὶ πάθος θανατηφόρον, λύκοι οὗτοι ἅρπαγες προβάτων κῳδίοις ἐγκεκρυμμένοι, ἀνδραποδισταί τε καὶ ψυχαγωγοὶ εὔγλωσσοι, κλέπτοντες μὲν ἀφανῶς, διελεγχόμενοι δὲ λησταί, αἱρεῖν ἀγωνιζόμενοι καὶ δόλῳ καὶ βίᾳ ἡμᾶς δὴ τοὺς ἀπερίττους, ὡς ἂν εἰπεῖν ἀδυνατωτέρους.

(41) ἀγλωσσίᾳ δὲ πολλάκις ληφθεὶς ἀνὴρ

δίκαια λέξας ἧσσον εὐγλώσσου φέρει,

νῦν δ’ εὐρόοισι στόμασι τάληθέστατα

κλέπτουσιν, ὥστε μὴ δοκεῖν ἅ χρὴ δοκεῖν,

ἡ τραγῳδία λέγει, τοιοῦτοι δὲ οἱ ἐριστικοί οὗτοι εἴτε αἱρέσεις μετίοιεν εἴτε καὶ διαλεκτικὰ συνασκοῖεν τεχνύδρια, οὗτοι οἱ τὰ κατάρτια κατασπῶντες καὶ μηθὲν ὑφαίνοντες, φησὶν ἡ γραφῇ, ματαιοπονίαν ἐζηλωκότες, ἣν κυβείαν ἀνθρώπων ὁ ἀπόστολος ἐκάλεσεν καὶ πανουργίαν, «πρὸς τὴν μεθοδείαν τῆς πλάνης» ἐπιτήδειον. «εἰσὶ γὰρ», φησί, «πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι, φρεναπατοῦντες.» οὔκουν οὐ πᾶσιν εἴρηταιˑ «ὑμεῖς ἐστε οἱ ἅλες τῆς γῆς.» εἰσὶ γὰρ τινες τῶν καὶ τοῦ λόγου ἐπακηκοότων τοῖς ἰχθύσι τοῖς θαλασσίοις ἐοικότες, οἳ δὴ ἐν ἅλμῃ ἐκ γενετῆς τρεφόμενοι ἁλῶν ὅμως πρὸς τὴν σκευασίαν δέονται, ἐγὼ γοῦν καὶ πάνυ ἀποδέχομαι τὴν τραγῳδίαν λέγουσανˑ

ὦ παῖ, γένοιντ’ ἂν εὖ λελεγμένοι λόγοι

ψευδεῖς, ἐπῶν δὲ κάλλεσι[ν] νικῷεν ἂν

τάληθὲςˑ ἀλλ’ οὐ τοῦτο τάκριβέστατον,

 

 

192

ἀλλ' ἡ φύσις καὶ τοὑρθόν ὃς δὲ εὐγλωσσίᾳ

νικᾷ, σοφὸς μέν, ἀλλὰ γὰρ τὰ πράγματα

κρείσσω νομίζω τῶν λόγων ἀεί πότε.

οὔποτε ἄρα ὀρεκτέον τοῖς πολλοῖς ἀρέσκειν. ἃ μὲν γὰρ ἐκείνους ἥδει, οὐκ ἀσκοῦμεν ἡμεῖς ἄ δὲ ἡμεῖς ἴσμεν, μακράν ἔστι τῆς ἐκείνων διαθέσεως. «μὴ γινώμεθα κενόδοξοι,» φησὶν ὁ ἀπόστολος, «ἀλλήλους προκαλούμενοι, ἀλλήλους φθονοῦντες.» (42) ταύτῃ τοι ὁ φιλαλήθης Πλάτων οἷον θεοφορούμενος «ὡς ἐγὼ τοιοῦτος» φησὶν, «ὁποῖος οὐδενὶ ἄλλῳ ἡ τῷ λόγῳ πείθεσθαι, ὃς ἂν μοι σκοπουμένῳ βέλτιστος φαίνοιτο.» αἰτιᾶται γοῦν τοὺς ἄνευ νοῦ καὶ ἐπιστήμης δόξαις πιστεύοντας, ὡς μὴ προσῆκον ἀφεμένους τοῦ ὀρθοῦ καὶ ὑγιοῦς λόγου τῷ κοινωνοῦντι τοῦ ψεύδους πιστεύειν. τὸ μὲν γὰρ ἐψεῦσθαι τῆς ἀληθείας κακὸν ἐστι, τὸ δὲ ἀληθεύειν καὶ τὰ ὅντα δοξάζειν ἀγαθόν. τῶν δὲ ἀγαθῶν ἀκουσίως μὲν στέρονται ἄνθρωποι, στέρονται δὲ ὅμως ἡ κλαπέντες ἡ γοητευθέντες ἡ βιασθέντες καὶ εἰκῇ πιστεύσαντες. ὁ μὲν δὴ πιστεύσας ἐκὼν ἤδη παραναλίσκεταιˑ κλέπτεται δὲ ὁ μεταπεισθεὶς [καὶ ὁ] ἐκλαθόμενος, ὅτι τῶν μὲν ὁ χρόνος, τῶν δὲ ὁ λόγος ἐξαιρούμενος λανθάνειˑ βιάζεται τε πολλάκις ὀδύνη τε καὶ ἀλγηδὼν φιλονικία τε αὖ καὶ θυμὸς μεταδοξάσαι, καὶ ἐπὶ πᾶσι γοητεύονται οἱ ἤτοι ὑφ' ἡδονῆς κηληθέντες ἢ ὑπὸ φόβου δείσαντεςˑ πᾶσαι δὲ ἀκούσιοι τροπαί, καὶ τούτων οὐδὲν ἂν ποτε ἐπιστήμην ἐκβάλοι.

 

IX

(43) Ἔνιοι δὲ εὐφυεῖς οἴόμενοι εἶναι ἄξιοῦσι μήτε φιλοσοφίας ἀπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν πίστιν ἀπαιτοῦσιν, ὥσπερ εἰ μηδεμίαν ἠξίουν ἐπιμέλειαν ποιησάμενοι τῆς ἀμπέλου εὐθὺς ἐξ ἀρχῆς τοὺς βότρυας λαμβάνειν. «ἀμπελος» δὲ ὁ κύριος ἀλληγορεῖται, παρ' οὗ μετ' ἐπιμελείας καὶ τέχνης γεωργικῆς τῆς κατὰ τὸν λόγον τὸν καρπὸν τρυγητέον. κλαδεῦσαι δεῖ, σκάψαι, ἀναδῆσαι καὶ τὰ λοιπὰ ποιῆσαι, δρεπάνου τε, οἶμαι, καὶ μακέλλης καὶ τῶν ἄλλων ὁργάνων τῶν γεωργικῶν πρὸς τὴν ἐπιμέλειαν τῆς ἀμπέλου χρεία, ἵνα ἡμῖν τὸν ἐδώδιμον καρπὸν ἐκφήνη. καθάπερ δὲ ἐν γεωργίᾳ [οὕτω] καὶ ἐν ἰατρικῇ χρηστομαθῆς ἐκεῖνος ὁ

 

 

193

ποικιλωτέρων μαθημάτων ἁψἀμενος, ὡς βελτιον γεωργεῖν τε καὶ ὑγιάζειν δύνασθαι, οὕτω κάνταῦθα χρησπομαθῆ φημι τὸν πάντα ἐπὶ τὴν ἀλήθειαν ἀναφέροντα, ὥστε καὶ ἀπὸ γεωμετρίας καὶ μουσικῆς καὶ ἀπὸ γραμματικῆς καὶ φιλοσοφίας αὐτῆς δρεπόμενον τὸ χρήσιμον ἀνεπιβούλεντον φυλάσσειν τὴν πίστιν. παροράται δὲ καὶ ὁ ἀθλητής, ὡς προείρηται, ἀλλ’ εἰς τὴν σύνταξιν συμβαλλόμενος. (44) αὐτίκα καὶ κυβερνήτην τὸν πολύπειρον ἐπαινοῦμεν, ὃς «πολλῶν ἀνθρώπων» εἶδεν «ἄστεα», καὶ ἰατρὸν τὸν ἐν πείρᾳ πολλῶν γεγενημένον ᾗ τινες καὶ τὸν ἐμπειρικὸν ἀναπλάττουσιν. ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκασπα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας ἰχνευτὴς καὶ τῷ ὄντι «πολύμητις», δίκην τῆς βασάνου λίθου (ἣ δ’ ἐστι Λυδὴ διακρίνειν πεπιστευμένη τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) [καὶ] ἱκανὸς ὢν χωρίζειν, ὁ «πολύιδρις» ἡμῶν καὶ γνωστικὸς, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μετὰ τὰς ἄλλας [καὶ] τὰς κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις αὐτῆς τῆς ἀληθείας. πῶς δὲ οὐκ ἀναγκαῖον περὶ νοητῶν φιλοσοφοῦντα διαλαβεῖν τὸν ἐπιποθοῦντα τῆς τοῦ θεοῦ δυνάμεως ἐπήβολον γενέσθαι; πῶς δὲ οὐχὶ καὶ διαιρεῖσθαι χρήσιμον τὰς τε ἀμφιβόλους φωνὰς τὰς τε ὁμωνύμως ἐκφερομένας κατὰ τὰς διαθήκας; παρ' ἀμφιβολίαν γὰρ ὁ κύριος τὸν διάβολον κατὰ τὸν τοῦ πειρασμοῦ σοφίζεται χρόνον, καὶ οὐκέτι ἔγωγε ἐνταῦθα συνορῶ, ὅπως ποτὲ ὁ τῆς φιλοσοφίας καὶ τῆς διαλεκτικῆς εὐρετής, ὥς τινες ὑπολαμβάνουσιν, παράγεται τῷ κατ' ἀμφιβολίαν ἀπατώμενος τρόπῳ.

(45) Εἰ δὲ οἱ προφῆται καὶ οἱ ἀπόστολοι οὐ τὰς τέχνας ἐγνώκεσαν, δὶ ὧν τὰ κατὰ φιλοσοφίαν ἐμφαίνεται γυμνάσματα, ἀλλ’ ὁ νοῦς γε τοῦ προφητικοῦ καὶ τοῦ διδασκαλικοῖ πνεύματος ἐπικεκρυμμένως λαλούμενος διὰ τὸ μὴ πάντων εἶναι τὴν συνιεῖσαν ἀκοήν, τὰς ἐντέχνους ἀπαιτεῖ πρὸς σαφήνειαν διδασκαλίας, ἀσφαλῶς γὰρ ἐγνώκεσαν τὸν νοῦν ἐκεῖνον οἱ προφῆται καὶ οἱ τοῦ πνεύματος μαθηταίˑ ἐκ γὰρ πίστεως καὶ ὡς οὐχ οἷόν τε ῥᾳδίως γνῶναι τὸ πνεῦμα εἴρηκεν, ἀλλ’ οὐχ οὕτως [ὡς] ἐκδέξασθαι μὴ μεμαθηκότας. «τὰς δὲ ἐντολάς», φησὶν,

 

 

194

«ἀπόγραψαι δισσῶς βουλήσει καὶ γνώσει τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.» τίς οὖν ἡ γνῶσις τοῦ ἀποκρίνασθαι; ἥτις καὶ τοῦ ἐρωτᾶν εἴη δ’ ἂν αὕτη διαλεκτικὴ, τί δ’; οὐχὶ καὶ τὸ λέγειν ἔργον ἐστι καὶ τὸ ποιεῖν ἐκ τοῦ λόγου γίνεται; εἰ γὰρ μὴ λόγῳ πράττοιμεν, ἀλόγως ποιοῖμεν ἄν. τὸ λογικὸν δὲ ἔργον κατὰ θεὸν ἐκτελεῖταιˑ «καὶ οὐδὲν χωρὶς αὐτοῦ ἐγένετο,» φησί, τοῦ λόγου τοῦ θεοῦ. ἢ οὐχὶ καὶ ὁ κύριος λόγῳ πάντα ἐπρασσεν; ἐργάζεται δὲ καὶ τὰ κτήνη ἑλαυνόμενα ἀναγκάζοντι τῷ φόβῳ. οὐχὶ δὲ καὶ οἱ ὀρθοδοξασταὶ καλούμενοι ἔργοις προσφέρονται καλοῖς, οὐκ εἰδότες ἃ ποιοῦσιν;

 

X

(46) Διὰ τοῦτο οὖν ὁ σωτὴρ ἄρτον λαβὼν πρῶτον ἐλάλησεν καὶ εὐχαρίστησενˑ εἶτα κλάσας τὸν ἄρτον προέθηκεν, ἵνα δὴ φάγωμεν λογικώς, καὶ τὰς γραφὰς ἐπιγνόντες πολιτευσώμεθα καθ' ὑπακοήν. καθάπερ δὲ οἱ λόγῳ χρώμενοι πονηρῷ οὐδὲν τῶν ἔργῳ χρωμένων πονηρῷ διαφέρουσιν (εἰ γὰρ διαβολὴ ξίφους διάκονος καὶ λύπην ἐμποιεῖ βλασφημία, ἐξ ὧν αἱ τοῦ βίου ἀνατροπαί, ἔργα τοῦ πονηροῦ λόγου εἶεν ἂν ταῦτα), οὕτω καὶ οἰ λόγῳˑ ἀγαθῷ κεχρημένοι συνεγγίζουσι τοῖς τὰ καλὰ τῶν ἔργων ἐπιτελοῦσιν. ἀνακτάται γοῦν καὶ ὁ λόγος τὴν ψυχὴν καὶ ἐπὶ καλοκάγάθίαν προτρέπειˑ μακάριος δὲ ὁ περιδέξιος. οὐτ' οὖν βλασφημητέος ὁ εὐποιητικὸς πρὸς τοῦ εὖ λέγειν δυναμένου οὐδὲ μὴν κακιστέος ὁ οἷός τε εὖ λέγειν πρὸς τοῦ εὖ ποιεῖν ἐπιτηδείουπρὸς δὲ ὃ ἐκάτερος πέφυκεν ἐνεργούντων. ὃ δ’ οὖν τὸ ἔργον δείκνυσιν, τοῦτο ἅτερος λαλεῖ, οἷον ἑτοιμάζων τῇ εὐποιίᾳ τὴν ὁδὸν καὶ ἐπὶ τὴν εὐεργεσίαν ἄγων τοὺς ἀκούοντας. ἔστι γὰρ καὶ σωτήριος λόγος ὡς καὶ ἔργον σωτήριον, ἡ δικαιοσύνη γοῦν οὐ χωρὶς λόγου συνίσταται. (47) ὡς δὲ τὸ εὖ πάσχειν περιαιρεῖται, ἐὰν τὸ εὖ ποιεῖν ἀφέλωμεν, οὕτως ἡ ὑπακοὴ καὶ πίστις ἀναιρεῖται μήτε τῆς ἐντολῆς μήτε τοῦ τὴν ἐντολὴν σαφηνιοῦντος συμπαραλαμβανομένων. νυνὶ δὲ ἀλλήλων ἕνεκα εὐποροῦμεν καὶ λόγων καὶ ἔργων, τὴν δὲ ἐριστικήν τε καὶ σοφιστικὴν τέχνην παραιτητέον παντελῶς, ἐπεὶ καὶ αἱ λέξεις αὐταὶ τῶν σοφιστῶν οὐ μόνον γοητεύουσι [καὶ] κλέπτουσι τοὺς πολλούς, βιαζόμεναι δὲ ἔσθ' ὅτε Καδμείαν νίκην ἀπηνέγκαντο. παντὸς γὰρ μᾶλλον ἀληθὴς ὁ ψαλμὸς ἐκεῖνοςˑ «ὁ δίκαιος ζήσεται εἰς τέλος, ὅτι οὐκ ὄψεται

 

 

195

καταφθοράν, ὅταν ἴδῃ σοφοὺς ἀποθνῄσκοντας.» τίνας δὴ σοφοὺς λέγει; ἄκουσον ἐκ τῆς σοφίας Ἰησοῦˑ «οὐκ ἔστι σοφία πονηριάς ἐπιστήμη.» ταύτην δὴ λέγει, ἣν ἐπενόησαν τέχναι λεκτικαί τε καὶ διαλεκτικαί. «ζητήσεις οὖν σοφίαν παρὰ κακοίς καὶ οὐχ εὑρήσεις.» κἂν πύθῃ πάλινˑ ποίαν ταύτην; «στόμα δικαίου» φήσει σοι «ἀποστάζει σοφίαν», σοφία δὲ ὁμωνύμως τῇ ἀληθείᾳ ἡ σοφιστικὴ λέγεται τέχνη. (48) ἐμοὶ δὲ εἰκότως, οἶμαι, πρόκειται βιοῦν μὲν κατὰ τὸν λόγον καὶ νοεῖν τὰ σημαινόμενα, εὐγλωττίαν δὲ μὴ πότε ζηλοῦντα ἀρκεῖσθαι μονῳ τῷ αἰνίξασθαι τὸ νοούμενον. ὁποίῳ δὲ ὀνόματι δηλοῦται τοῦτο ὅπερ παραστῆσαι βούλομαι, οὐθέν μοι μέλει, σωθῆναι γὰρ εὖ οἶδ’ ὅτι καὶ συνάρασθαι τοῖς σῴζεσθαι γλιχομένοις βέλτιστον ἐστιν, οὐχὶ συνθεῖναι τὰ λεξείδια καθάπερ τὰ κόσμια, «κἂν φυλάξῃς», φησὶν ὁ Πυθαγόρειος ἐν τῷ Πλάτωνος Πολιτικῷ, «τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὁνόμασι, πλουσιώτερος εἰς γῆρας ἀναφανήσῃ φρονήσεως.» καὶ ἔν γε τῷ Θεαιτήτῳ εὕροις ἄν πάλιν «τὸ δὲ εὐχερὲς τῶν ὀνομάτων τε καὶ ῥημάτων καὶ μὴ δι’ ἀκριβείας ἐξεταζόμενον τὰ μὲν πολλὰ οὐκ ἀγεννές, ἀλλὰ μᾶλλον τὸ τοῦτου ἐναντίον ἀνελεύθερον, ἔστιν δ’ ὅτε ἀναγκαῖον.» ταῦτα ὡς ἔνι μάλιστα διὰ βραχέων ἐξήνεγκεν ἡ γραφῇ, «μὴ πολὺς ἐν ῥήμασι γίνου» λέγουσαˑ ἡ μὲν γὰρ λέξις οἷον ἐσθής ἐπὶ σώματος, τὰ δὲ πράγματα σάρκες εἰσὶ καὶ νεῦρα. οὐ χρὴ τοίνυν τῆς ἐσθήτος πρὸ τῆς τοῦ σώματος σωτηρίας κήδεσθαι. εὐτελῆ γὰρ οὐ μόνον δίαιταν, ἀλλὰ καὶ λόγον ἀσκητέον ἀπέριττὸν τε καὶ ἀπερίεργον τῷ τὸν ἀληθῆ βίον ἐπανηρημένῳ, εἴ γε τὴν τρυφὴν ὡς δολεράν τε καὶ ἄσωτον παραιτοίμεθα, καθάπερ τὸ μύρον καὶ τὴν πορφύραν οἱ παλαιοὶ Λακεδαιμόνιοι, δολερὰ μὲν τὰ εἵματα, δολερὰ δὲ τὰ χρίσματα ὑπολαβόντες ὀρθῶς καὶ ὀνομάσαντες, ἐπεὶ μήτε ἐκείνη καλή σκευασία τροφῆς ἡ πλείω τῶν τρεφόντων ἔχουσα τὰ ἡδύσματα μήτε λόγου χρῆσις ἀστεία ἡ τέρπειν μᾶλλον ἢ ὠφελεῖν τοὺς ἀκούοντας δυναμένη. Μούσας Σειρήνων ἡδίους ἡγεῖσθαι Πυθαγόρας παραινεῖ, τὰς σοφίας ἀσκεῖν μὴ μετὰ ἡδονῆς διδάσκων, ἀπατηλὸν δὲ τὴν ἄλλην διελέγχων ψυχαγωγίαν. Σειρήνας δὲ παραπλεύσας εἷς ἀρκεῖ, καὶ τῇ Σφιγγὶ ὑποκρινάμενος ἄλλος εἷς, εἰ δὲ βούλεσθε μηδὲ εἷς. (49) οὔκουν «πλατύνειν τὰ φυλακτήρια» χρὴ πότε κενοδοξίαν ζηλοῦντας, ἀρκεῖ δὲ τῷ γνωστικῳ κἂν εἷς

 

 

196

μόνος ἀκροατὴς εὐρεθῇ. ἔστι γοῦν ἀκοῦσαι καὶ Πινδάρου τοῦ Βοιωτίου γράφοντος·

μὴ πρὸς ἅπαντας ἀναῤῥῆξαι τὸν ἀρχαῖον λόγονˑ

ἔσθ' ὅτε πιστόταται σιγᾶς ὁδοί, κέντρον δὲ μάχας

ὁ κρατιστεύων λόγος.

διατείνεται οὖν εὖ μάλα ὁ μακάριος ἀπόστολος παραινῶν ἡμῖν «μὴ λογομαχεῖν τε δὶ οὐδὲν χρήσιμον ἐπὶ καταστροφῇ τῶν ἀκουόντων, τὰς δὲ βεβήλους κενοφωνίας περιίστασθαι. ἐπὶ πλεῖον γὰρ προκόπτουσιν ἀσεβείας, καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομήν ἔξει.»

 

XI

(50) Αὅτη οὖν «ἡ σοφία τοῦ κόσμου μωρία παρὰ θεῷ ἐστιν,» καὶ τούτων «τῶν σοφῶν κύριος γινώσκει τοὺς διαλογισμοὺς ὅτι εἰσι μάταιοι.» μηδεὶς τοίνυν καυχάσθω ἐν ἀνθρωπίνῃ προανέχων διανοίᾳ. εὖ γὰρ τοι ἐν τῷ Ἱερεμίᾳ γέγραπται «μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἱσχύι αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, συνιέναι καὶ γινώσκειν ὅτι ἐγὼ εἰμι κύριος ὁ ποιῶν ἑλεος καὶ κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς, ὅτι ἐν τούτοις τὸ θέλημά μωυ, λέγει κύριος.» «ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοίς, ἀλλ’ ἐπὶ τῷ θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς,» ὁ ἀπόστολος φησὶν, «ὃς ἐκ τηλικούτου θανάτου ἐῤῥύσατο ἡμᾶς, ἵνα ἡ πίστις ἡμῶν μὴ ἡ ἐν σοφίᾳ ἀνθρώπων, ἀλλ’ ἐν δυνάμει θεοῦ. ὁ γὰρ πνευματικὸς ἀνακρίνει πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.» ἐπαΐω δὲ κάκείνων αὐτοῦˑ «ταῦτα δὲ λέγω, ἵνα μηδεὶς ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ» μηδὲ ὑπεισέρχηται «ὁ συλαγωγῶν». καὶ πάλιν «βλέπετε οὖν μὴ τις ἔσται ὑμᾶς ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων, κατὰ τὰ στοιχεία τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν,» φιλοσοφίαν μὲν οὐ πᾶσαν, ἀλλὰ τὴν Ἐπικούρειόν, ἧς καὶ μέμνηται ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων ὁ Παῦλος, διαβάλλων, πρόνοιαν ἀναιροῦσαν καὶ ἡδονὴν ἐκθειάζουσαν, καὶ εἰ δὴ τις ἄλλη τὰ στοιχεία ἐκτετίμηκεν μὴ ἐπιστήσασα τὴν ποιητικὴν αἰτίαν τούτοις, μηδὲ ἐφαντάσθη τὸν δημιουργόν.

 

 

197

(51) ἀλλὰ καὶ οἱ Στωϊκοί, ὧν καὶ αὐτῶν μέμνηται, σῶμα ὅντα τὸν θεὸν διὰ τῆς ἀτιμοτάτης ὕλης πεφοιτηκέναι λέγουσιν, οὐ καλῶς, «παράδοσιν» δὲ «ἀνθρωπίνην» τὴν λογικὴν τερθρείαν λέγει, διὸ κάκεῖνα ἐπιστέλλει· «τὰς νεωτέρας ζητήσεις φεύγετε» μειρακιώδεις γὰρ αἱ τοιαῦται φιλονικίαι. «ἀρετὴ δὲ οὐ φιλομειράκιον,» ὁ φιλόσοφος λέγει Πλάτωνˑ καὶ «τὸ ἀγώνισμα» ἡμῶν κατὰ τὸν Λεοντῖνον Γοργίαν «διττῶν [δὲ] ἀρετῶν δεῖται, τόλμης καὶ σοφίας· τόλμης μὲν τὸ κίνδυνον ὑπομεῖναι, σοφίας δὲ τὸ αἰνιγμα γνῶναι. ὁ γὰρ τοι λόγος καθάπερ τὸ κήρυγμα» τὸ Ὀλυμπίασι «καλεῖ μὲν τὸν βουλόμενον. στέφανοί δὲ τὸν δυνάμενον.»

Ἀκίνητον μὲν οὖν πρὸς ἀλήθειαν καὶ τῷ ὅντι ἀργὸν οὐ βούλεται εἶναι τὸν πιστεύσαντα ὁ λόγοςˑ «ζητεῖτε» γὰρ «καὶ εὐρήσετε» λέγει, ἀλλὰ τὴν ζήτησιν εἰς εὕρεσιν περαιοῖ, τὴν κενὴν ἐξελάσας φλυαρίαν, ἐγκρίνων δὲ τὴν ὀχυροῦσαν τὴν πίστιν ἡμῖν θεωρίαν, «τοῦτο δὲ λέγω, ἵνα μὴ τις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ,» φησὶν ὁ ἀπόστολος, διακρίνειν δηλονότι τὰ ὑπ’ αὐτοῦ λεγόμενα μεμαθηκόσι καὶ ἀπαντᾶν πρὸς τὰ ἐπιφερόμενα δεδιδαγμένοις. (52) «ὡς οὖν παρελάβετε Ἰησοῦν Χριστὸν τὸν κύριον, ἐν αὐτῷ περιπατεῖτε, ἐῤῥιζωμένοι καὶ ἐποικοδομούμενοι ἐν αὐτῷ καὶ βεβαιούμενοι ἐν τῇ πίστει,» πειθὼ δὲ ἡ βεβαίωσις τῆς πίστεως «βλέπετε μὴ τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν» ἀπὸ τῆς πίστεως τῆς εἰς τὸν Χριστὸν «διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης», τῆς ἀναιρούσης τὴν πρόνοιαν, «κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπωνˑ» ἡ γὰρ κατὰ τὴν θείαν παράδοσιν φιλοσοφία ἵστησι τὴν πρόνοιαν καὶ βεβαιοῖ, ἧς ἀναιρεθείσης μῦθος ἡ περὶ τὸν σωτῆρα οἰκονομία φαίνεται, «κατὰ τὰ στοιχεία τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν» φερομένων ἡμῶν. ἡ γὰρ ἀκόλουθος Χριστῷ διδασκαλία καὶ τὸν δημιουργὸν ἐκθειάζει καὶ τὴν πρόνοιαν μέχρι τῶν κατὰ μέρος ἄγει καὶ τρεπτὴν καὶ γενητὴν οἶδεν τὴν τῶν στοιχείων φύσιν καὶ πολιτεύεσθαι εἰς δύναμιν ἐξομοιωτικὴν τῷ θεῷ διδάσκει καὶ τὴν οἰκονομίαν ὡς ἡγεμονικὸν τῆς ἁπάσης προσίεσθαι παιδείας, στοιχεῖα δὲ σέβουσι Διογένης μὲν τὸν ἀέρα, Θαλῆς δὲ τὸ ὕδωρ, Ἵππασος δὲ τὸ πῦρ, καὶ οἱ τὰς ἀτόμους ἀρχὰς ὑποτιθέμενοι, φιλοσοφίας ὄνομα ὑποδυόμενοι, ἄθεοι τινες ἀνθρωπίσκοι καὶ φιλήδονοι. (53) «διὰ τοῦτο

 

 

198

προσεύχομαι,» φησίν, «ἴνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέρονταˑ» ἐπεὶ «ὅτε ἦμεν νήπιοι,» φησὶν ὁ αὐτὸς ἀπόστολος, «ύπὸ τὰ στοιχεῖα τοῦ κόσμωυ ἦμεν δεδουλωμένοι. ὁ δὲ νήπιος, κἂν κληρονόμος ἦ, οὐδὲν δούλου διαφέρει ἄχρι τῆς προθεσμίας τοῦ πατρός.» νήπιοι οὖν καὶ οἱ φιλόσοφοι, ἐὰν μὴ ὑπὸ τοῦ Χριστοῦ ἀπανδρωθώσιν. εἰ γὰρ «οὐ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας,» ἀλλὰ γοῦν σπέρμα ἐστὶν Ἀβραὰμ τὸ μὴ ἐξ ἐπαγγελίας, τὸ ἴδιον εἰληφὸς δωρεὰν, «τελείων δὲ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης,» νήπιος ὧν καὶ μηδέπω ἐπιστάμενος τὸν λόγον καθ’ ὃν πεπίστευκέ τε καὶ ἐνεργεῖ, μηδὲ ἀποδοῦναι δυνάμενος τὴν αἰτίαν ἐν αὐτῷ. «πάντα δὲ δοκιμάζετε,» ὁ ἀπόστολος φησι, «καὶ τὸ καλὸν κατέχετε», τοῖς πνευματικοῖς λέγων τοῖς ἀνακρίνουσι πάντα, κατὰ ἀλήθειαν λεγόμενα πότερον δοκεῖ ἡ ὄντωςἔχεται τῆς ἀληθείας. (54) «παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται, καὶ αἱ πληγαὶ καὶ οἱ ἑλεγχοι διδόασι παιδείαν σοφίας,» οἱ μετ' ἀγάπης δηλονότι ἑλεγχοι· «καρδία γὰρ εὐθεῖα ἐκζητεῖ γνῶσιν,» ὅτι «ὁ ζητῶν τὸν θεὸν εὐρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον.» «καὶ γνώσομαι», φησὶν, «οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν,» τοὺς δοκησισόφους καὶ οἰομενους εἶναι, οὐκ ὄντας δὲ σοφοὺς ἐπιῤῥαπίζων γράφει, «οὐ γὰρ ἐν λόγῳ ἡ βασίλεια τοῦ θεοῦ,» οὐ τῷ μὴ ἀληθεῖ, ἀλλὰ καθ' ὑπόληψιν πιθανῳ, «ἐν δυνάμει δέ» εἶπεν μόνη γὰρ ἡ ἀλήθεια δυνατή, καὶ πάλιν «εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὸ δεῖ γνῶναιˑ» οὐ γὰρ ποτε ἡ ἀλήθεια οἴησις, ἀλλ’ ἡ μὲν ὑπόληψις τῆς γνώσεως «φυσιοῖ» καὶ τύφου ἐμπίπλησιν, «οἰκοδομεῖ δὲ ἡ ἀγάπη,» μὴ περὶ τὴν οἴησιν, ἀλλὰ περὶ τὴν ἀλήθειαν ἀναστρεφομένη. ὅθεν «εἴ τις ἀγαπᾷ, οὗτος ἔγνωσται» λέγει.

 

XII

(55) Ἐπεὶ δὲ μὴ κοινὴ ἡ παράδοσις καὶ πάνδημος τῷ γε αἰσθομένῳ τῆς μεγαλειότητος τοῦ λόγου, ἐπικρυπτέον οὖν «τὴν ἐν μυστηρίῳ λαλουμένην

 

 

199

σοφίαν», ἣν ἐδίδαξεν ὁ υἱὸς τοῦ θεοῦ. ἤδη γοῦν καὶ Ἡσαΐας ὁ προφήτης πυρὶ καθαίρεται τὴν γλῶτταν, ὡς εἰπεῖν δυνηθῆναι τὴν ὅρασιν, καὶ οὐδὲ τὴν γλῶτταν μονον, ἀλλὰ καὶ τὰς ἀκοὰς ἀγνίζεσθαι προσήκει ἡμῖν, εἴ γε τῆς ἀληθείας μεθεκτικοὶ εἶναι πειρώμεθα. ταῦτα ἦν ἐμποδὼν τοῦ γράφειν ἐμοί, καὶ νῦν ἔτι εὐλαβῶς ἔχω, ᾗ φησὶν, «ἔμπροσθεν τῶν χοίρων τοὺς μαργαρίτας βάλλειν μὴ ποτε καταπατήσωσι τοῖς ποσὶ καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.» χαλεπὸν γὰρ τοὺς περὶ τοῦ ἀληθινοῦ φωτὸς καθαροὺς ὄντως καὶ διαυγεῖς ἐπιδεῖξαι λόγους ἀκροατῶν τοῖς ὑώδεσί τε καὶ «ἀπαιδεύτοις· σχεδὸν γὰρ οὐκ ἔστ τούτων πρὸς τοὺς πολλοὺς καταγελασπότερα ἀκούσματα, οὐδ’ αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ ἐνθουσιαστικώτερα.» (56) «ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστιν.» «σοφοί δὲ οὐκ ἐκφέρουσιν ἐκ στόματος, ἃ διαλογίζονται ἐν συνεδρίῳ.» ἀλλ’ «ὃ ἀκούετε εἰς τὸ οὖς,» φησὶν ὁ κύριος, «κηρύξατε ἐπὶ τῶν δωμάτων,» τὰς ἀποκρύφους τῆς ἀληθοῦς γνώσεως παραδόσεις ὑψηλῶς καὶ ἐξόχως ἑρμηνευομένας ἐκδέχεσθαι κελεύων, καὶ καθάπερ ἠκούσαμεν εἰς τὸ οῦς, οὕτω καὶ παραδιδόναι οἷς δέον, οὐχὶ δὲ πᾶσιν ἀνέδην ἐκδιδόναι τὰ ἐν παραβολαῖς εἰρημένα πρὸς αὐτοὺς παραγγέλλων. ἀλλ’ ἔστὶ τῷ ὄντι ἡ τῶν ὑπομνημάτων ὑποτύπωσις ὅσα διασποράδην καὶ διεῤῥιμμένως ἐγκατεσπαρμένην ἔχουσι τὴν ἀλήθειαν, ὅπως ἂν λάθοι τοὺς δίκην κολοιῶν σπερμολόγους. ἐπὰν δὲ ἀγαθοῦ τύχῃ γεωργοῦ, ἐκφύσεται ἕκαστον αὐτῶν καὶ τὸν πυρὸν ἀναδείξει.

 

XIII

(57) Μιᾶς τοίνυν οὔσης τῆς ἀληθείας (τὸ γὰρ ψεῦδος μυρίας ἐκτροπάς ἔχει), καθάπερ αἱ βάκχαι τὰ τοῦ Πενθέως διαφορήσασαι μέλη αἵ τῆς φιλοσοφίας τῆς τε βαρβάρου τῆς τε Ἑλληνικῆς αἱρέσεις, ἐκάστη ὅπερ ἔλαχεν ὡς πᾶσαν αὐχεῖ τὴν ἀλήθειαν φωτὸς δ’, οἶμαι, ἀνατολῇ πάντα φωτίζεται, ξύμπαντες οὖν Ἐλληνές τε καὶ βάρβαροι, ὅσοι τάληθοῦς ὠρέχθησαν, οἱ μὲν οὐκ ὀλίγα, οἳ δὲ μέρος τι, εἴπερ ἄρα, τοῦ τῆς ἀληθείας λόγου ἔχοντες ἀναδειχθεῖεν. ὁ γοῦν αἰὼν τοῦ χρόνου τὸ μέλλον καὶ τὸ ἐνεστός, ἀτὰρ δὴ καὶ τὸ παρῳχηκὸς ἀκαριαίως συνίστησι, πολὺ δὲ πλέον δυνατωτέρα τοῦ αἰῶνος ἡ ἀλήθεια συναγαγεῖν τὰ

 

 

200

οἰκεῖα σπέρματα, κἂν εἰς τὴν ἀλλοδαπὴν ἐκπέσῃ γῆν. πάμπολλα γὰρ τῶν παρὰ ταῖς αἱρέσεσι δοξαζομένων εὕροιμεν ἄν (ὅσαι μὴ τέλεον ἐκκεκώφηνται μηδὲ ἐξετμήθησαν τὴν φυσικὴν ἀκολουθίαν, καθάπερ τὸν ἄνδρα αἱ γυναικωνίτιδες ἀποκοψάμεναι τὸν λόγον), εἰ καὶ ἀλλήλοις ἀνόμοια εἶναι δοκεῖ, τῷ γένει γε καὶ ὅλῃ τῇ ἀληθείᾳ ὁμολογοῦντα· ἡ γὰρ ὡς μέλος ἡ ὡς μέρος ἡ ὡς εἶδος ἡ ὡς γένος εἰς ἐν συνάπτεται. ἤδη δὲ καὶ ἡ ὑπάτῃ ἐναντία τῇ νεάτῃ οὖσα, ἀλλ’ ἄμφω γε ἁρμονία μία, ἐν τε ἀριθμοῖς ὁ ἄρτιος τῷ περιττῷ διαφέρεται, ὁμολογοῦσι δὲ ἄμφω τῇ ἀριθμητικῇ, ὡς τῷ σχήματι ὁ κύκλος καὶ τὸ τρίγωνον καὶ τὸ τετράγωνον καὶ ὅσα τῶν σχημάτων ἀλλήλων διενήνοχεν. ἀτὰρ καὶ ἐν τῷ κόσμῳ παντὶ τὰ μέρη σύμπαντα, κἂν διαφέρηται πρὸς ἄλληλα, τὴν πρὁς τὸ ὅλον οἰκειότητα διαφυλάττει. οὕτως οὖν ἡ τε βάρβαρος ἡ τε Ἑλληνικὴ φιλοσοφία τὴν ἀίδιον ἀλήθειαν σπαραγμὸν τινα, οὐ τῆς Διονύσου μυθολογίας, τῆς δὲ τοῦ λόγου τοῦ ὄντος ἀεὶ θεολογίας πεποίηται. ὁ δὲ τὰ διηρημένα συνθεὶς αὖθις καὶ ἐνοποιήσας τέλειον τὸν λόγον ἀκινδύνως εὖ ἴσθ’ ὅτι κατόψεται, τὴν ἀλήθειαν.

(58) γέγραπται γοῦν ἐν τῷ Ἐκκλησιαστῇ· «καὶ προσέθηκα σοφίαν ἐπὶ πάσιν, οἱ δὴ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ· καὶ ἡ καρδία μου εἶδεν πολλά, σοφίαν καὶ γνῶσιν, παραβολὰς καὶ ἐπιστήμην ἔγνων. ὅτι καὶ γε τοῦτο ἐστι προαίρεσις πνεύματος, ὅτι ἐν πλήθει σοφίας πλῆθος γνώσεως.» ὁ δὲ τῆς παντοδαπῆς σοφίας ἔμπειρος, οὗτος κυρίως ἂν εἴη γνωστικὸς, αὐτίκα γέγραπται· «περίσσεια γνώσεως τῆς σοφίας ζωοποιήσει τὸν παρ' αὐτῆς.» πάλιν τε αὖ βεβαιοῖ σαφέστερον τὰ εἰρημένα ἥδε ἡ ῥήσις· «πάντα ἐνώπια τοῖς νοοῦσι» (τὰ δὲ πάντα Ἑλληνικά ἐστι καὶ βαρβαρικά, θάτερα δὲ οὐκέτι πάντα), «ὀρθὰ δὲ τοῖς βουλομένοις ἀπενέγκασθαι αἴσθησιν. ἀνθαιρεῖσθε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον, ἀνθαιρεῖσθε δὲ καὶ αἴσθησιν χρυσίου καθαροῦ· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς.»

 

XIV

(59) Φαςὶ δὲ Ἐλληνες μετὰ γε Ὀρφέα καὶ Λίνον καὶ τοὺς παλαιοτάτους παρὰ σφίσι ποιητὰς ἐπὶ σοφίᾳ πρώτους θαυμασθήναι τοὺς ἐπτὰ τοὺς ἐπικληθέντας σοφούς, ὧν τέσσαρες μὲν ἀπὸ Ἀσίας ἦσαν, Θαλῆς τε ὁ Μιλήσιος καὶ Βίας ὁ

 

 

201

Πριηνεὺς καὶ Πιττακὸς ὁ Μιτυληναῖος καὶ Κλεόβουλος ὁ Λίνδιος, δύο δὲ ἀπὸ Εὐρώπης, Σόλων τε ὁ Ἀθηναῖος καὶ Χίλων ὀ Λακεδαιμόνιος, τὸν δὲ ἔβδομον οἱ μὲν Περίανδρον εἶναι λέγουσιν τὸν Κροίνθιον, οἳ δὲ Ἀνάχαρσιν τὸν Σκύθην, οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆταˑ ([ὃν Ἐλληνικὸν οἶδε προφήτην,] οὗ μέμνηται ὀ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ, λέγων οὕτως«εἶπέν τις ἐξ αὐτῶν ἴδιος προφήτης οὕτωςˑ

Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαίˑ

καὶ ἡ μαρτυρία αὕτη ἐστιν ἀληθής.» ὁρᾷς ὅπως κἂν τοῖς Ἑλλήνων προφήταις δίδωσι τι τῆς ἀληθείας καὶ οὐκ ἐπαισχύνεται πρὸς τε οἰκοδομὴν καὶ πρὸς ἐντροπήν διαλεγόμενὸς τινῶν Ἐλληνικοῖς συγχρήσθαι ποιήμασι; πρὸς γοῦν Κορινθίους, οὐ γὰρ ἐνταῦθα μόνον, περὶ τῆς τῶν νεκρῶν ἀναστάσεως διαλεγόμενος ἰαμβείῳ συγκέχρηται τραγικῷ «τί μοι ὄφελος;» λέγων, «εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμενˑ αὔριον γὰρ ἀποθνήσκομεν. μὴ πλανᾶσθεˑ

φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί»)ˑ

οἳ δὲ Ἀκουσίλαον τὸν Ἀργεῖον ἐγκατέλεξαν τοῖς ἑπτὰ σοφοῖς, ἄλλοι δὲ Φερεκύδην τὸν Σύριον. Πλάτων δὲ ἀντὶ Περιάνδρου ὡς ἀναξίου σοφίας διὰ τὸ τετυραννηκέναι ἀντικατατάττει Μύσωνα τὸν Χηνέα. (60) ὡς μὲν οὖν κάτω που τῆς Μωυσέως ἡλικίας οἱ παρ' Ἕλλησι σοφοὶ γεγόνασι, μικρὸν ὕστερον δειχθήσεταιˑ ὁ δὲ τρόπος τῆς παρ' αὐτοῖς φιλοσοφίας, ὡς Ἑβραῖκὸς καὶ αἰνιγματώδης, ἤδη ἐπισκεπτέος. βραχυλογίαν γοῦν ἠσπάζοντο τὴν παραινετικήν, τὴν ὠφελιμωτάτην. αὐτίκα Πλάτων πάλαι [τὸ] διὰ σπουδῆς γεγονέναι τόνδε τὸν τρόπον λέγει, κοινῶς μὲν πᾶσιν Ἕλλησιν, ἐξαιρέτως δὲ Λακεδαιμονίοις καὶ Κρησὶ τοῖς εὐνομωτάτοις.

Τὸ μὲν οὖν «γνῶθι σαυτὸν» οἳ μὲν Χίλωνος ὑπειλήφασι, Χαμαιλέων δὲ ἐν τῷ περὶ θεῶν Θαλοῦ, Ἀριστοτέλης δὲ τῆς Πυθίας, δύναται δὲ τὴν γνῶσιν ἐγκελεύεσθαι μεταδιώκειν. οὐκ ἔστι γὰρ ἄνευ τῆς τῶν ὅλων οὐσίας εἰδέναι τὰ μέρηˑ δεῖ δὴ τὴν γένεσιν τοῦ κόσμου πολυπραγμονῆσαι, δι’ ἧς καὶ τὴν τοῦ ἀνθρώπου φύσιν καταμαθεῖν ἐξέσται. (61) πάλιν αὖ Χίλωνι τῷ Λακεδαιμονίῳ ἀναφέρουσι τὸ «μηδὲν ἀγαν»ˑ Στράτων δὲ ἐν τῷ περὶ εὑρημάτων Σωδάμῳ τῷ

 

 

202

Τεγεάτῃ προσάπτει τὸ ἀπόφθεγμα, Δίδυμος δὲ Σόλωνι αὐτὸ ἀνατίθησιν, ὥσπερ ἀμέλει Κλεοβοὑλῳ τὸ «μέτρον ἄριστον». τὸ δ’ «ἐγγύα, πάρα δ’ ἄτα» Κλεομένης μὲν ἐν τῷ περὶ Ἡσιόδου Ὁμήρῳ φησὶ προειρῆσθαι διὰ τούτων

δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυἀασθαιˑ

οἳ δὲ περὶ Ἀριστοτέλη Χίλωνος αὐτὸ νομίζουσι, Δίδυμος δὲ Θαλοῦ φησὶν εἶναι τὴν παραίνεσιν. ἔπειτα ἑξῆς τὸ «πάντες ἄνθρωποι κακοί» ἢ «οἱ πλεῖστοι τῶν ἀνθρώπων κακοί» (διχώς γὰρ ἐκφέρεται τὸ αὐτὸ ἀπόφθεγμα) οἱ περὶ Σωτάδαν τὸν Βυζάντιον Βίαντος λέγουσιν εἶναι καὶ τὸ «μελέτη πάντα καθαιρεῖ» Περιάνδρου τυγχάνειν βούλονται, ὁμοίως δὲ τὴν «γνῶθι καιρὸν» παραίνεσιν Πιττακοῦ καθεστάναι. ὁ μὲν οὖν Σόλων Ἀθηναίοις, Πιττακὸς δὲ Μιτυληναίοις ἐνομοθέτησαν. ὀψὲ δὲ Πυθαγόρας ὁ Φερεκύδου γνώριμος φιλόσοφον ἑαυτόν πρῶτος ἀνηγόρευσεν.

(62) Φιλοσοφίας τοίνυν μετὰ τοῦς προειρημένους ἄνδρας τρεῖς γεγόνασι διάδοχαί ἐπώνυμοι τῶν τόπων περὶ οὖς διέτριψαν, Ἰταλικὴ μὲν ἡ ἀπὸ Πυθαγόρου, Ἰωνικὴ δὲ ἡ ἀπὸ Θαλοῦ, Ἐλεατικὴ δὲ ἡ ἀπὸ Ξενοφάνους. Πυθαγόρας μὲν οὖν Μνησάρχου Σάμιος, ὥς φησὶν Ἱππόβοτος, ὡς δὲ Ἀριστόξενος ἐν τῷ Πυθαγόρου βίῳ καὶ Ἀρίσταρχος καὶ Θεόπομπος, Τυῤῥηνὸς ἤν, ὡς δὲ Νεάνθης. Σύριος ἢ Τύριος, ὥστε εἶναι κατὰ τοὺς πλείστους τὸν Πυθαγόραν βάρβαρον τὸ γένος, ἀλλὰ καὶ Θαλῆς, ὡς Λέανδρος καὶ Ἡρόδοτος ἱστοροῦσι, Φοῖνιξ ἦν, ὡς δὲ τινες ὑπειλήφασι, Μιλήσιος. μόνος οὗτος δοκεῖ τοῖς τῶν Αἰγυπτίων προφήταις συμβεβληκέναι, διδάσκαλος δὲ αὐτοῦ οὐδεὶς ἀναγράφεται, ὥσπερ οὐδὲ Φερεκύδου τοῦ Συρίου, ᾧ Πυθαγόρας ἐμαθήτευσεν. (63) ἀλλ’ ἡ μὲν ἐν Μεταποντιῳ τῆς Ἰταλίας ἡ κατὰ Πυθαγόραν φιλοσοφία ἡ Ἰταλικὴ κατεγήρασεν.

Ἀναξίμανδρος δὲ Πραξιἀδου Μιλήσιος Θαλῆν διαδέχεται, τοῦτον δὲ Ἀναξιμένης Εὐρυστράτου Μιλήσιος, μεθ' ὂν Ἀναξαγόρας Ἡγησιβοὑλου Κλαζομένιος. οὗτος μετήγαγεν ἀπὸ τῆς Ἱωνίας Ἀθήναζε τὴν διατριβήν, τοῦτον διαδέχεται Ἀρχέλαος, οὗ Σωκράτης διἤκουσεν.

ἐκ δ’ ἄρα τῶν ἀπέκλινε λαοξόος, ἐννομολέσχης.

 

 

203

Ἑλλήνων ἐπαοιδός,

ὁ Τίμων φησὶν ἐν τοῖς Σίλλοις διὰ τὸ ἀποκεκλικέναι ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ ἠθικά. Σωκράτους δὲ ἀκούσας Ἀντισθένης μὲν ἐκύνισε, Πλάτων δὲ εἰς τὴν Ἀκαδημίαν ἀνεχώρησε. παρὰ Πλάτωνι Ἀριστοτέλης φιλοσοφήσας μετελθὼν εἰς τὸ Λύκειον κτίζει τὴν Περιπατητικὴν αἰρεσιν. τοῦτον διαδέχεται Θεόφραστος, ὅν Στράτων, ὅν Λύκων, εἶτα Κριτόλαος, εἶτα Διόδωρος. Σπεύσιππος δὲ Πλάτωνα διαδέχεται, τοῦτον δὲ Ξενοκράτης, ὅν Πολέμων. Πολέμωνος δὲ ἀκουσταὶ Κράτης τε καὶ Κράντωρ, εἰς οὔς ἡ ἀπὸ Πλάτωνος κατέληξεν ἀρχαία Ἀκαδημία. Κράντορος δὲ μετέσχεν Ἀρκεσίλαος, ἀφ' οὗ μέχρι Ἡγησίνου ἤνθησεν Ἀκαδημία ἡ μέση. (64) εἶτα Καρνεάδης διαδέχεται Ἡγησίνουν καὶ οἱ ἐφεξῆςˑ Κράτητος δὲ Ζήνων ὁ Κιτιεὺς ὁ τῆς Στωϊκῆς ἄρξας αἱρέσεως γίνεται μαθητής, τοῦτον διαδέχεται Κλεάνθης, ὅν Χρύσιππος καὶ οἱ μετ' αὐτόν.

Τῆς δὲ Ἐλεατικῆς ἀγωγῆς Ξενοφάνης ὁ Κολοφώνιος κατάρχει, ὅν φησι Τίμαιος κατὰ Ἰέρωνα τὸν Σικελίας δυνάστην καὶ Ἐπίχαρμον τὸν ποιητὴν γεγονέναι, Ἀπολλόδωρος δὲ κατὰ τὴν τεσσαρακοστὴν ὀλυμπιάδα γενόμενον παρατετακέναι ἄχρι τῶν Δαρείου τε καὶ Κύρου χρόνων. Παρμενίδης τοίνυν Ξενοφάνους ἀκουστὴς γίνεται, τοῦτου δὲ Ζήνων, εἶτα Λεύκιππος, εἶτα Δημόκριτος. Δημοκρίτου δὲ ἀκουσταὶ Πρωταγόρας ὁ Ἀβδηρίτης καὶ Μητρόδωρος ὁ Χῖος, οὗ Διογένης ὁ Σμυρναῖος, οὗ Ἀνάξαρχος, τοῦτου δὲ Πὐῤῥων, οὗ Ναυσιφάνης. τοῦτου φασὶν ἔνιοι μαθητήν Ἐπίκουρον γενέσθαι.

Καὶ ἡ μὲν διαδοχὴ τῶν παρ' Ἕλλησι φιλοσόφων ὡς ἐν ἐπιτομή ἡδε, οἱ χρόνοι δὲ τῶν προκαταρξάντων τῆς φιλοσοφίας αὐτῶν ἐπομένως λεκτέοι. ἵνα δὴ ἐν συγκρίσει ἀποδείξωμεν πολλαῖς γενεαῖς πρεσβυτέραν τὴν κατὰ Ἑβραίους φιλοσοφίαν. (65) καὶ περὶ μὲν Ξενοφάνους εἴρηται, ὃς τῆς Ἐλεατικῆς ἦρξε φιλοσοφίας, Θαλῆν δὲ Εὔδημος ἐν ταῖς Ἀστρολογικαῖς ἱστορίαις τὴν γενομένην ἔκλειψιν τοῦ ἡλίου προειπεῖν φησι καθ' οὓς χρόνους συνήψαν μάχην πρὸς ἀλλήλους Μῆδοί τε καὶ Λυδοὶ βασιλεύοντος Κυαξάρους μὲν τοῦ Ἀστυάγους πατρὸς Μήδων, Ἀλυάττου δὲ τοῦ Κροίσου Λυδῶν. συνάδει δὲ αὐτῷ καὶ Ἡρόδοτος ἐν τῇ πρώτῃ, εἰσὶ δὲ οἱ χρόνοι ἀμφὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα.

 

 

204

Πυθαγόρας δὲ κατὰ Πολυκράτη τὸν τύραννον περὶ τὴν ἑξηκοστὴν δευτέραν ὀλυμπιάδα εὑρίσκεται. Σόλωνος δὲ ζηλωτὴς Μνησίφιλος ἀναγράφεται, ᾧ Θεμιστοκλῆς συνδιέτριψεν. ἤκμασεν οὖν ὁ Σόλων κατὰ τὴν τεσσαρακοστὴν ἔκτην ὀλυμπιάδα. Ἡράκλειτος γὰρ ὁ Βλύσωνος Μελαγκόμαν τὸν τύραννον ἔπεισεν ἀποθέσθαι τὴν ἀρχὴν. οὗτος βασιλέα Δαρεῖον παρακαλοῦντα ἥκειν εἰς Πέρσας ὑπερεῖδεν.

XV. (66) Οἵδε μὲν οἱ χρόνοι τῶν παρ' Ἕλλησι πρεοβυτάτων σοφῶν τε καὶ φιλοσόφων, ὡς δὲ οἱ πλεῖστοι αὐτῶν βάρβαροι τὸ γένος καὶ παρὰ βαρβάροις παιδευθέντες, τί δεῖ καὶ λέγειν, εἴ γε Τυῤῥηνὸς ἡ Τύριος ὁ Πυθαγόρας ἐδείκνυτο, Ἀντισθένης δὲ Φρύξ ἦν καὶ Ὀρφεὺς Ὀδρύσης ἤ Θρᾷξ; Ὅμηρον γὰρ οἱ πλεῖστοι Αἰγύπτιον φαίνουσιν. Θαλῆς δὲ Φοῖνιξ ὢν τὸ γένος καὶ τοῖς Αἰγυπτίων προφήταις συμβεβληκέναι εἴρηται, καθάπερ καὶ ὁ Πυθαγόρας αὐτοῖς γε τούτοις, δι’ οὖς καὶ περιετέμετο, ἵνα δὴ καὶ εἰς τὰ ἄδυτα κατελθὼν τὴν μυστικὴν παρ’ Αἰγυπτίων ἐκμάθοι φιλοσοφίαν, Χαλδαίων τε καὶ Μάγων τοῖς ἀρίστοις συνεγένετο καὶ τὴν ἐκκλησίαν τὴν νῦν οὕτω καλουμένην τὸ παρ’ αὐτῷ ὁμακοεῖον αἰνίττεται. Πλάτων δὲ οὐκ ἀρνεῖται τὰ κάλλιστα εἰς φιλοσοφίαν παρὰ τῶν βαρβάρων ἐμπορεύεσθαι εἰς τε Αἰγυπτον ἀφικέσθαι ὁμολογεῖ· δύνασθαι γοῦν ἐν τῷ Φαίδωνί [φησι] πανταχόθεν τὸν φιλόσοφον ὠφελείσθαι γράφων «πολλὴ μὲν ἡ Ἐλλάς, [ἔφη,] ὦ Κέβης, ἦ δ’ ὅς, ἐν ᾗ εἰσι πάμπαν ἀγαθοὶ ἄνδρες. πολλὰ δὲ καὶ τὰ τῶν βαρβάρων γένη.» (67) οὕτως οἴεται ὁ Πλάτων καὶ βαρβάρων φιλοσόφους τινὰς εἶναι, ὁ δὲ Ἐπίκουρος ἔμπαλιν ὑπολαμβάνει μόνους φιλοσοφῆσαι Ἕλληνας δύνασθαι. ἔν τε τῷ Συμποσίῳ ἐπαινῶν Πλάτων τοὺς βαρβάρους ὡς διαφερόντως ἀσκήσαντας μόνους ἀληθῶς φησι «καὶ [ἄλλοι] ἄλλοθι πολλαχοῦ καὶ ἐν Ἕλλησι καὶ βαρβάροις, ὧν καὶ ἱερὰ πολλὰ ἤδη γέγονε διὰ τοὺς τοιούτους παίδας.» δῆλοι δὲ εἰσὶν οἱ βάρβαροι διαφερόντως τιμήσαντες τοὺς αὐτῶν νομοθέτας τε καὶ διδασκάλους θεοὺς προσειπόντες. ψυχὰς γὰρ ἀγαθὰς κατὰ Πλάτωνα καταλιπούσας τὸν ὑπερουράνιον τόπον ὑπομεῖναι ἑλθεῖν εἰς τόνδε τὸν τάρταρον καὶ σῶμα ἀναλαβούσας τῶν ἐν γενέσει κακῶν ἁπάντων μετασχεῖν ὑπολαμβάνουσι, κηδομνένας τοῦ τῶν ἀνθρώπων γένους, αἳ νόμους τε ἐθεσαν καὶ

 

 

205

φιλοσοφίαν ἐκήρυξαν, «οὖ μεῖζον ἀγαθὸν τῷ τῶν ἀνθρώπων γένει οὔτ' ἦλθέν πότε ἐκ θεῶν οὔτ' ἀφίξεται.» (68) καὶ μοι δοκοῦσιν αἰσθόμενοι τῆς μεγάλης εὐποιίας τῆς διὰ τῶν σοφῶν σεβασθῆναί τε τοὺς ἄνδρας καὶ δημοσίᾳ φιλοσοφῆσαι Βραχμᾶνές τε σύμπαντες καὶ Ὄδρύσαι καὶ Γέται καὶ τὸ τῶν Αἰγυπτίων γένος [καὶ] ἐθεολόγησαν ἀκριβῶς τὰ ἐκείνων, Χαλδαῖοι τε καὶ Ἀράβιοι οἱ κληθέντες εὐδαίμονες καὶ ὅσοι γε τὴν Παλαιστίνην κατῴκησαν καὶ τοῦ Περσικοί γένους οὐ τὸ ἐλάχιστον μέρος καὶ ἄλλα πρὸς τούτοις γένη μύρια, ὁ δὲ Πλάτων δῆλον ὡς σεμνύνων αἰεὶ τοὺς βαρβάρους εὑρίσκεται, μεμνημένος αὐτοῦ τε καὶ Πυθαγόρου τὰ πλεῖστα καὶ γενναιότατα τῶν δογμάτων ἐν βαρβάροις μαθόντος. διὰ τοῦτο καὶ «γένη βαρβάρων» εἶπεν, γένη φιλοσόφων ἀνδρῶν βαρβάρων γινώσκων, ἔν τε τῷ Φαίδρῳ τὸν Αἰγύπτιον βασιλέα καὶ τοῦ Θωὺθ ἡμῖν σοφώτερον δείκνυσιν, ὅντινα Ἑρμῆν οἶδεν ὅντα. ἀλλὰ κἀν τῷ Χαρμίδῃ Θρᾷκάς τινας ἐπιστάμενος φαίνεται, οἳ λέγονται ἀθανατίζειν τὴν ψυχήν.

(69) Ἱστορείται δὲ Πυθαγόρας μὲν Σώγχιδι τῷ Αἰγυπτίῳ ἀρχιπροφήτῃ μαθητεῦσαι, Πλάτων δὲ Σεχνούφιδι τῷ Ἡλιοπολίτῃ, Εὔδοξος δὲ ὁ Κνίδιος Κονούφιδι τῷ καὶ αὐτῷ Αἰγυπτίῳ. ἐν δὲ τῷ περὶ ψυχῆς Πλάτων πάλιν προφητείαν γνωρίζων φαίνεται, προφήτην εἰσάγων τὸν τῆς Λαχέσεως λόγον ἐξαγγέλλοντα πρὸς τὰς κληρουμένας ψυχὰς [καὶ] προθεσπίζοντα. κἀν τῷ Τιμαίῳ τὸν σοφώτατον Σόλωνα μανθάνοντα εἰοάγει πρὸς τοῦ βαρβάρου, ἔχει δὲ τὰ τῆς λέξεως ὧδε· «ὦ Σόλων, Σόλων, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐδείς· οὐ γὰρ ἔχετε μάθημα χρόνῳ πολιόν.» Δημόκριτος γὰρ τοὺς Βαβυλωνίους λόγους [προσλαβὼν τοὺς] ἠθικοὺς πεποίηται· λέγεται γὰρ τὴν Ἀκικάρου στήλην ἑρμηνευθεῖσαν τοῖς ἰδίοις συντάξαι συγγράμμασι κἄστιν ἐπισημήνασθαι [τὰ] παρ' αὐτοῦ, «τάδε λέγει Δημόκριτος» γράφοντος. ναὶ μὴν καὶ περὶ αὐτοῦ [ᾑ] σεμνυνόμενὸς φησὶ που ἐπὶ τῇ πολυμαθίαˑ «ἐγὼ δὲ τῶν κατ' ἐμαυτὸν ἀνθρώπων γῆν πλείστην ἐπεπλανησάμην, ἱστορέων τὰ μήκιστα, καὶ ἀέρας τε καὶ γέας πλείστας εἶδον, καὶ λογίων ἀνθρώπων πλείστων ἐπήκουσα, καὶ γραμμέων συνθέσι μετὰ ἀποδείξεως οὐδεὶς κώ με παρηλλαξεν, οὐδ’ οἱ

 

 

206

Αἰγυπτίων καλεόμενοι Ἀρπεδονάπται, σὺν τοῖς δ’ ἐπὶ πᾶσιν ἐπ' ἔτε' ὀγδώκοντα ἐπὶ ξείνης ἐγενήθην.» ἐπῆλθε γὰρ Βαβυλῶνά τε καὶ Περσίδα καὶ Αἴγυπτον τοῖς τε Μάγοις καὶ τοῖς ἱερεῦσι μαθητεὑων. Ζωροάστρην δὲ τὸν Μάγον τὸν Πέρσην ὁ Πυθαγόρας ἐζήλωσεν, [καὶ] βίβλους ἀποκρύφους τάνδρὸς τοῦδε οἱ τὴν Προδίκου μετιόντες αἵρεσιν αὐχοῦσι κεκτῆσθαι. (70) Ἀλέξανδρος δὲ ἐν τῷ περὶ Πυθαγορικῶν συμβόλων Ζαράτῳ τῷ Ἀσσυρίῳ μαθητεῦσαι ἱστορεῖ τὸν Πυθαγόραν (Ἱεζεκιὴλ τοῦτον ἡγοῦνταί τινες, οὐκ ἔστι δε, ὡς ἔπειτα δηλωθήσεται), ἀκηκοέναι τε πρὸς τούτοις Γαλατῶν καὶ Βραχμάνων τὸν Πυθαγόραν βούλεται. Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί τίνα Ἰουδαῖον, ὅς Ἀριστοτέλει συνεγένετο. Ἡράκλειτος γὰρ οὐκ ἀνθρωπίνως φησὶν, ἀλλὰ σὺν θεῷ [τὸ] μέλλον Σιβύλλῃ πεφάνθαι. φασὶ γοῦν ἐν Δελφοῖς παρὰ τὸ βουλευτήριον δείκνυσθαι πέτραν τινά. ἐφ’ ἧς λέγεται καθίζεσθαι τὴν πρώτην Σίβυλλαν ἐκ τοῦ Ἐλικῶνος παραγενομένην ὑπὸ τῶν Μουσῶν τραφεῖσαν. ἔνιοι δὲ φασιν ἐκ Μαλιέων ἀφικέσθαι Λαμίας οὖσαν θυγατέρα τῆς Ποσειδῶνος. Σαραπίων δὲ ἐν τοῖς ἐπεσι μηδὲ ἀποθανοῦσαν λῆξαι μαντικῆς φησι τὴν Σίβυλλαν, καὶ τὸ μὲν εἰς ἀέρα χωρήσαν αὐτῆς μετὰ τελευτὴν, τοῦτ’ εἶναι τὸ ἐν φήμαις καὶ κληδόσι μαντευόμενον, [έκ] δὲ τοῦ εἰς γῆν μεταβαλόντος σώματος πόας ὡς εἰκὸς ἀναφυείσης, ὅσα ἂν αὐτὴν ἐπινεμηθή θρέμματᾳ κατ' ἐκεῖνον δήπουθεν γενόμενα τὸν τόπον, ἀκριβῆ τὴν διὰ τῶν σπλάγχνων τοῖς ἀνθρώποις προφαίνειν τοῦ μέλλοντος δήλωσιν γράφει, τὴν δὲ ψυχὴν αὐτῆς εἶναι τὸ ἐν τῇ σελήνῃ φαινόμενον πρόσωπον οἴεται.

(71) Τάδε μὲν περὶ Σιβύλληςˑ Νουμᾶς δὲ ὁ Ῥωμαίων βασιλεὺς Πυθαγόρειος μὲν ἦν, ἐκ δὲ τῶν Μωυσέως ὠφεληθεὶς διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζῳόμορφον εἰκόνα θεοῦ Ῥωμαίους κτίζειν. ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς οἴκοδομούμενοι ἄγαλμα οὐδὲν οὔτε πλαστὸν οὔτε μὴν γραπτὸν ἐποιήσαντο. ἐπεδείκνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς δὶ ἐπικρύψεως ὡς οὐκ ἐφάψασθαι τοῦ βέλτιστου δυνατὸν ἄλλως ἡ μόνῳ τῷ νῷ.

Φιλοσοφία τοίνυν πολυωφελές τι χρῆμα πάλαι μὲν ἤκμασε παρὰ βαρβάροις κατὰ τὰ ἔθνη διαλάμψασα, ὕστερον δὲ καὶ εἰς Ἕλληνας κατήλθεν. προέστησαν

 

 

207

δ’ αὐτῆς Αἰγυπτίων τε οἱ προφῆται καὶ Ἀσσυριων οἱ Χαλδαῖοι καὶ Γαλατῶν οἱ Δρυΐδαι καὶ Σαμαναῖοι Βάκτρων καὶ Κελτῶν οἱ φιλοσοφήσαντες καὶ Περσῶν οἱ Μάγοι (οἳ μαγείᾳ καὶ τοῦ σωτῆρος προεμήνυσαν τὴν γένεσιν, ἀστέρος αὐτοῖς καθηγουμένου εἰς τὴν Ἰουδαίαν ἀφικνούμενοι γῆν) Ἰνδῶν τε οἱ γυμνοσοφισταὶ, ἄλλοι γε φιλόσοφοι βάρβαροι, διττὸν δὲ τούτων τὸ γένος, οἱ μὲν Σαρμάναι αὐτῶν, οἱ δὲ Βραχμάναι καλούμενοι, καὶ τῶν Σαρμανῶν οἱ ὑλόβιοι προσαγορευόμενοι οὔτε πόλεις οἴκοῦσιν οὔτε στέγας ἔχουσιν, δένδρων δὲ ἀμφιέννυνται φλοιοῖς καὶ ἀκρόδρυα σιτοῦνται καὶ ὕδωρ ταῖς χερσὶ πίνουσιν, οὐ γάμον, οὐ παιδοποιίαν ἴσασιν, ὥσπερ οἱ νῦν Ἐγκρατηταὶ καλούμενοι, εἰσὶ δὲ τῶν Ἰνδῶν οἱ τοῖς Βούττα πειθόμενοι παραγγέλμασιν. ὃν δὶ ὑπερβολὴν σεμνότητος ὡς θεὸν τετιμήκασι. (72) Σκύθης δὲ καὶ Ἀνάχαρσις ἦν, καὶ πολλῶν παρ’ Ἕλλησι διαφέρων οὗτος ἀναγράφεται φιλοσόφων, τοὺς δὲ Ὑπερβορέους Ἐλλάνικος ὑπὲρ τὰ Ῥιπαία ὅρη οἰκεῖν ἱστορεῖ, διδάσκεσθαι δὲ αὐτοὺς δικαιοσύνην μὴ κρεοφαγοῦντας, ἀλλ’ ἀκροδρύοις χρωμένους. τοὺς ἐξηκονταετεῖς οὗτοι ἔξω πυλῶν ἄγοντες ἀφανίζουσιν. εἰσὶ δὲ καὶ παρὰ Γερμανοῖς αἱ ἱεραὶ καλούμεναι γυναῖκες, αἵ ποταμῶν δίναις προσβλέπουσαι καὶ ῥευμάτων ἑλιγμοῖς καὶ ψόφοις τεκμαίρονται καὶ προθεσπίζουσι τὰ μέλλοντα, αὗται γοῦν οὐκ εἴασαν αὐτοὺς τὴν μάχην θέσθαι πρὸς Καίσαρα πρὶν ἐπιλάμψαι σελήνην τὴν νέαν. τούτων ἁπάντων πρεσβύτατον μακρῷ τὸ Ἰουδαίων γένος, καὶ τὴν παρ' αὐτοῖς φιλοσοφίαν ἔγγραπτον γενομένην προκατάρξαι τῆς παρ' Ἕλλησι φιλοσοφίας διὰ πολλῶν ὁ Πυθαγόρειος ὑποδείκνυσι Φίλων, οὐ μὴν ἀλλὰ καὶ Ἀριστόβουλος ὁ Περιπατητικὸς καὶ ἄλλοι πλείους, ἵνα μὴ κατ' ὄνομα ἐπιὼν διατρίβω. φανερώτατα δὲ Μεγασθένης ὀ συγγραφεὺς ὁ Σελεὐκῳ τῷ Νικάτορι συμβεβιωκὼς ἐν τῇ τρίτῃ τῶν Ἱνδικῶν ὧδε γράφειˑ «ἅπαντα μέντοι τὰ περὶ φύσεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρ' Ἰνδοῖς ὑπὸ τῶν Βραχμάνων, τὰ δὲ ἐν τῇ Συρίᾳ ὑπὸ τῶν καλουμένων Ἱουδαίων.» (73) τινὲς δὲ μυθικώτερον τῶν Ἰδαίων καλουμένων δακτύλων σοφοὺς τινας πρώτους γενέσθαι λέγουσιν, εἰς οὖς ἡ τε τῶν Ἐφεσίων λεγομένων γραμμάτων καὶ ἡ τῶν κατὰ μουσικὴν εὐρεσις ῥυθμῶν

 

 

208

ἀναφέρεται· δὶ ἣν αἰτίαν οἱ παρὰ τοῖς μουσικοῖς δάκτυλοι τὴν προσηγορίαν εἰλήφασι. Φρύγες δὲ ἦσαν καὶ βάρβαροι οἱ Ἰδαῖοι δάκτυλοι. Ἡρόδωρος δὲ τὸν Ἡρακλέα μάντιν καὶ φυσικὸν γενόμενον ἱστορεῖ παρὰ Ἄτλαντος τοῦ βαρβάρου τοῦ Φρυγὸς διαδέχεσθαι τοὺς τοῦ κόσμου κίονας, αἰνιττομενου τοῦ μύθου τὴν τῶν οὐρανίων ἐπιστήμην μαθήσει διαδέχεσθαι. ὁ δὲ Βηρύτιος Ἕρμιππος Χείρωνα τὸν Κένταυρον σοφὸν καλεῖ, ἐφ' οὗ καὶ ὁ τὴν Τιτανομαχίαν γράψας φησίν, ὡς πρῶτος οὗτος

εἴς τε δικαιοσύνην θνητῶν γένος ἤγαγε[ν] δείξας

ὅρκους καὶ θυσίας ἱλαρὰς καὶ σχήματα Ὀλύμπου.

παρά τούτῳ Ἀχιλλεὺς παιδεύεται ὁ ἐπ Ἴλιον στρατεύσας, Ἴππὼ δὲ ἡ θυγάτηρ τοῦ Κενταύρου συνοικήσασα Αἱόλῳ ἐδιδάξατο αὐτὸν τὴν φυσικὴν θεωρίαν, τὴν πάτριον ἐπιστήμην. μαρτυρεῖ καὶ Εὐριπίδης περὶ τῆς Ἰπποῦς ὧδέ πωςˑ

ἤ πρῶτα μὲν τὰ θεῖα προύμαντεύσατο

χρησμοῖσι [σαφέσιν] ἀστέρων ἐπ' ἀντολαῖς.

παρὼ τῷ Αἱόλῳ τούτῳ Ὀδυσσεὺς μετὰ τὴν Ἰλίου ἅλωσιν ξενίζεται, παρατήρει μοι τοὺς χρόνους εἰς σύγκρισιν τῆς Μωυσέως ἡλικίας καὶ τῆς κατ' αὐτὸν ἀρχαιοτάτης φιλοσοφίας.

XVI. (74) Οὐ μόνης δὲ φιλοσοφίας, ἀλλὰ καὶ πάσης σχεδὸν τέχνης εὐρεταὶ βάρβαροι.

Αἰγύπτιοι γοῦν πρῶτοι ἀστρολογίαν εἰς ἀνθρώπους ἐξήνεγκαν, ὁμοίως δὲ καὶ Χαλδαῖοι. Αἰγύπτιοι λύχνους τε αὖ καίειν πρῶτοι κατέδειξαν καὶ τὸν ἐνιαυτὸν εἰς δώδεκα μῆνας διεῖλον καὶ ἐν ἱεροῖς μίσγεσθαι γυναιξὶν ἐκώλυσαν μηδ’ εἰς ἱερὰ εἰσιέναι ἀπὸ γυναικὸς ἀλούτους ἐνομοθέτησαν γεωμετρίας τε αὖ εὐρεταὶ [οἱ αὐτοὶ] γεγόνασιν. εἰσὶν δὲ οἱ Κᾶρας [οἱ] τὴν δι’ ἀστέρων πρόγνωσιν ἐπινενοηκέναι λέγουσιν. πτήσεις δὲ ὀρνίθων παρεφυλάξαντο πρῶτοι Φρύγες, καὶ θυτικὴν ἠκρίβωσαν Τοῦσκοι, Ἰταλίας γείτονες. Ἴσαυροι δὲ καὶ Ἄραβες ἐξεπόνησαν τὴν οἰωνιστικήν, ὥσπερ [ἀμέλει] Τελμισεῖς τὴν δι’ ὀνείρων μαντικήν. Τυῤῥηνοὶ [δὲ] σάλπιγγα ἐπενόησαν καὶ Φρύγες αὐλόνˑ Φρύγες γὰρ ἤστην Ὄλυμπός τε καὶ Μαρσύας. (75) Κάδμος δὲ Φοῖνιξ ἦν ὁ τῶν γραμμάτων Ἕλλησιν εὑρετής,

 

 

209

ὥς φησὶν Ἔφορος, ὅθεν καὶ Φοινικήια τὰ γράμματα Ἡρόδοτος κεκλῆσθαι γράφειˑ οἵ δὲ Φοίνικας καὶ Σύρους γράμματα ἐπινοῆσαι πρώτους λέγουσιν. ἰατρικὴν δὲ Ἆπιν Αἰγύπτιον αὐτόχθονα πρὶν εἰς Αἴγυπτον ἀφικἐσθαι τὴν Ἰώ, μετὰ δὲ ταῦτα Ἀσκληπιὸν τὴν τέχνην αὐξῆσαι λέγουσιν. Ἀτλας δὲ ὁ Λίβυς πρῶτος ναῦν ἐναυπηγήσατο καὶ τὴν θάλασσαν ἔπλευσεν. Κἐλμις τε αὖ καὶ Δαμναμενεὺς οἱ τῶν Ἰδαίων δάκτυλοι πρῶτοι σίδηρον εὗρον ἐν Κύπρῳ, Δέλας δὲ ἄλλος Ἰδαῖος εὗρε χαλκοῦ κρᾶσιν, ὡς δὲ Ἡσίοδος, Σκύθης. ναὶ μὴν Θρᾷκες πρῶτοι τὴν καλουμένην ἀρπην εὗρον (ἔστι δὲ μάχαιρα καμπύλη) καὶ πρῶτοι πέλταις ἐπὶ τῶν ἵππων ἐχρήσαντο. ὁμοίως δὲ καὶ Ἰλλυριοὶ τὴν καλουμένην πάρμην ἐξεῦρον. ἔτι φασὶ Τουσκανοὺς πλαστικὴν ἐπινοήσαι, Ἴτανόν τε (Σαυνίτης οὗτος ἦν) πρῶτον θυρεὸν κατασκευάσαι. Κάδμος γὰρ ὁ Φοῖνιξ λιθοτομίαν ἐξεῦρεν καὶ μέταλλα χρυσοῦ τὰ περὶ τὸ Πάγγαιον ἐπενόησεν ὅρος. ἤδη δὲ καὶ ἄλλο ἔθνος Καππάδοκες πρῶτοι εὗρον τὸν νάβλαν καλούμενον, ὃν τρόπον καὶ τὸ δίχορδον Ἀσσύριοι. Καρχηδόνιοι γὰρ πρῶτοι τετρήρη κατεσκεύασαν, ἐναυπήγησε δὲ αὐτὴν Βόσπορος αὐτοσχέδιον. (76) Μήδειά τε ἡ Αἰήτου ἡ Κολχὶς πρώτη βαφὴν τριχῶν ἐπενόησεν. ἀλλὰ καὶ Νώροπες (ἔθνος ἐστι Παιονικόν, νῦν δὲ Νωρικὸν καλοῦνται) κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς πρῶτος εῦρεν. περὶ τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησενˑ οἱ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν, φαςὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὐρεῖν τὸν Φρύγαˑ [τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγαˑ] κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν, τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα. Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τοὺς τε Σιδονίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. ἐπὶ τε Σεμιράμεως βασιλέως Αἰγυπτίων τὰ βύσσινα ἱμάτια εὐρῆσθαι ἱστοροῦσιν. καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν τὴν Περσῶν

 

 

210

βασιλεύσασάν φησὶν Ἑλλάνικος. (77) Σκάμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρεσιος Κύδιππὸς τε ὁ Μαντινεύς, ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὀ Περιπατητικὸς ἐν τοῖς Περὶ εὐρημάτων ταῦτα ἱστόρησαν, παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβόροις εὐρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ’ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.

Εἰ δὲ τις τὴν φωνὴν διαβάλλει τὴν βόρβορον, «ἐμοι δέ», φησὶν ὁ Ἀνάχαρσις, «πάντες Ἕλληνες σκυθίζουσιν». οὗτος ἦν ὁ παρ' Ἕλλησι θαυμασθεὶς ὁ φήσας «ἐμοὶ περὶβλημα χλαῖνα, δεῖπνον γάλα, τυρός», ὁρᾷς φιλοσοφίαν βόρβορον ἔργα ἐπαγγελλομένην, οὐ λόγους. (78) ὁ δὲ ἀπόστολος «οὕτω» φησὶν «καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἀφωνον ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐμοὶ βάρβαρος.» καὶ «ὁ λαλῶν γλώσσῃ προσευχέσθω, ἵνα διερμηνεύῃ.»

Ναὶ μὴν ὀψὲ ποτε εἰς Ἕλληνας ἡ τῶν λόγων παρῆλθε διδασκαλία τε καὶ γραφῇ.

Ἀλχμαίων γοῦν Περίθου Κροτωνιάτης πρῶτος φυσικὸν λόγον συνέταξεν. οἳ δὲ Ἀναξαγόραν Ἡγησιβούλου Κλαζομένιον πρῶτον διὰ γραφῆς ἐκδοῦναι βιβλίον ἱστοροῦσιν. μέλος τε αὖ πρῶτος περιέθηκε τοῖς ποιήμασι καὶ τοὺς Λακεδαιμονίων νόμους ἐμελοποίησε Τέρπανδρος ὀ Ἀντισσαῖος, διθύραμβον δὲ ἐπενόησεν Λᾶσος Ἐρμιονεύς, ὕμνον Στησίχορος Ἱμεραῖος, χορείαν Ἀλκμὰν Λακεδαιμόνιος, τὰ ἐρωτικὰ Ἀνακρέων Τήιος, ὑπόρχησιν Πίνδαρος Θηβαῖος νόμους τε πρῶτος ᾖσεν ἐν χορῷ καὶ κιθάρᾳ Τιμόθεος ὁ Μιλήσιος. (79) ναὶ μὴν ἴαμβον μὲν ἐπενόησεν Ἀρχίλοχος ὁ Πάριος, χωλὸν δὲ ἴαμβον Ἱππῶναξ ὁ Ἐφέσιος, καὶ τραγῳδίαν μὲν Θέσπις ὁ Ἀθηναῖος, κωμῳδίαν δὲ Σουσαρίων ὁ Ἰκαριεύς. τοὺς χρόνους τούτων παῖδες παραδιδόασι γραμματικῶν, μακρὸν δ’ ἄν εἴη τούτους ἀκριβολογούμενον παραθέσθαι αὐτοῦ δεικνυμένου τοῦ Διονύσου, δι’ ὃν καὶ Διονυσιακαί θέαι, μεταγενεστέρου Μωυσέως [ἢ] αὐτίκα μάλα. φασὶ δὲ καὶ τοὺς κατὰ διατριβὴν

 

 

211

λόγους καὶ τὰ ῥητορικὰ ἰδιώματα εὐρεῖν καὶ μισθοῦ συνηγορήσαι πρῶτον δικανικὸν λόγον εἰς ἔκδοσιν γραψάμενον Ἀντιφῶντα [Σω]φίλου Ῥαμνούσιον, ὥς φησι Διόδωρος, Ἀπολλόδωρος δὲ ὁ Κυμαῖος πρῶτος [τοῦ γραμματικοῦ ἀντὶ] τοῦ κριτικοῦ εἰσηγησατο τοῦνομα καὶ γραμματικὸς προσηγορεύθη, ἔνιοι δὲ Ἐρατοσθένη τὸν Κυρηναῖόν φασιν, ἐπειδὴ ἐξέδωκεν οὗτος βιβλία δύο «γραμματικὰ» ἐπιγράψας. ὠνομάσθη δὲ γραμματικός, ὡς νῦν ὀνομάζομεν, πρῶτος Πραξιφάνης Διονυσοφάνους Μιτυληναῖος. Ζάλευκός τε ὁ Λοκρὸς πρῶτος ἱστόρηται νόμους θέσθαι, οἱ δὲ Μίνω τὸν Διὸς ἐπὶ Λυγκέως. οὗτος μετὰ Δαναὸν γίνεται ἐνδεκάτῃ ἄνωθεν ἀπὸ Ἰνάχου καὶ Μωσέως γενεᾷ, ὡς ὀλίγον ὑποβάντες δείξομεν. Λυκοῦργος δὲ μετὰ πολλὰ τῆς Ἰλίου ἁλώσεως γεγονὼς ἔτη πρὸ τῶν ὀλυμπιάδων ἔτεσιν ἑκατὸν [πεντήκοντα] νομοθετεῖ Λακεδαιμονίοις· Σόλωνος γὰρ τοὺς χρόνους προειρήκαμεν. (80) Δράκων δὲ ὁ καὶ αὐτὸς νομοθέτης περὶ τὴν τριακοστὴν καὶ ἐνάτην ὀλυμπιάδα γεγονὼς εὑρίσκεται. Ἀντίλοχος δὲ αὖ ὁ τοὺς ἵστορας πραγματευσάμενος ἀπὸ τῆς Πυθαγόρου ἡλικίας ἐπὶ τὴν Ἐπικούρου τελευτήν, γαμηλιῶνος δὲ δεκάτῃ ἱσταμενου γενομένην, ἔτη φέρει τὰ πάντα τριακόσια δώδεκα, ἔτι φασὶ τὸ ἡρῷον τὸ ἐξάμετρον Φανοθέαν τὴν γυναῖκα Ἰκαρίου, οἳ δὲ Θέμιν μίαν τῶν Τιτανίδων εὐρεῖν. Δίδυμος δ’ ἐν τῷ περὶ Πυθαγορικῆς φιλοσοφίας Θεανὼ τὴν Κροτωνιᾶτιν πρώτην γυναικῶν φιλοσοφῆσαι καὶ ποιήματα γράψαι ἱστορεῖ.

Ἡ μὲν οὖν Ἑλληνικὴ φιλοσοφία, ὡς μὲν τινες, κατὰ περὶπτωσιν ἐπήβολος τῆς ἀληθείας ἁμῇ γέ πῃ, ἀμυδρῶς δὲ καὶ οὐ πάσης, γίνεταιˑ ὡς δὲ ἄλλοι βούλονται, ἐκ τοῦ διαβόλου τὴν κίνησιν ἴσχει. ἔνιοι δὲ δυνάμεις τινὰς ὑποβεβηκυίας ἐμπνεῦσαι τὴν πᾶσαν φιλοσοφίαν ὑπειλήφασιν. ἀλλ’ εἰ καὶ μὴ καταλαμβάνει ἡ Ἑλληνικὴ φιλοσοφία τὸ μέγεθος τῆς ἀληθείας, ἔτι δὲ ἐξασθενεῖ πράττειν τὰς κυριακὰς ἐντολάς, ἀλλ’ οὖν γε προκατασκευάζει τὴν ὁδὸν τῇ βασιλικωτάτῃ διδασκαλίᾳ, ἁμῇ γέ πῃ σωφρονίζουσα καὶ τὸ ἦθος προτυποῦσα καὶ προστύφουσα εἰς παραδοχὴν τῆς ἀληθείας [τὸν] τὴν πρόνοιαν δοξάζοντα.

XVII. (81) Ναί φασι γεγράφθαιˑ «πάντες οἱ πρὸ τῆς παρουσίας τοῦ κυρίου κλέπται εἰσὶ καὶ λησταί.» πάντες μὲν οὖν οἱ ἐν λόγῳ, οὗτοι δὴ οἱ πρὸ τῆς τοῦ

 

 

212

λόγου σαρκώσεως, ἐξακούονται καθολικώτερον. ἀλλ’ οἱ μὲν προφῆται, ἅτε ἀποσταλέντες καὶ ἐμπνευσθέντες ὑπὸ τοῦ κυρίου, οὐ κλέπται, ἀλλὰ διάκονοι, φησὶ γοῦν ἡ γραφήˑ «ἀπέστειλεν ἡ σοφία τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατήρα οἰνου.» φιλοσοφία δὲ οὐκ ἀπεστάλη ὑπὸ κυρίου, ἀλλ’ ἦλθε, φασί, κλαπεῖσα ἢ παρὰ κλέπτου δοθεῖσα, εἴτ' οὖν δύναμις ἢ ἄγγελος μαθών τι τῆς ἀληθείας καὶ μὴ καταμείνας ἐν αὐτῇ, ταῦτα ἐνέπνευσε καὶ κλέψας ἐδίδαξεν, οὐχὶ μὴ εἰδότος τοῦ κυρίου τοῦ καὶ τὰ τέλη τῶν ἐσομένων πρὸ καταβολῆς τοῦ [κόσμου καὶ τοῦ] ἕκαστον εἶναι ἐγνωκότος, ἀλλὰ μὴ κωλύσαντοςˑ εἶχεν γὰρ τίνα ὠφέλειαν τότε ἡ εἰς ἀνθρώπους ἐρχομένη κλοπή, οὐ τοῦ ὑφελομένου τὸ συμφέρον σκοπουμένου, κατευθυνούσης δὲ εἰς τὸ συμφέρον τῆς προνοίας τὴν ἔκβασιν τοῦ τολμήματος.

(82) Οἶδα πολλοὺς ἀδιαλείπτως ἐπιφυομένους ἡμῖν καὶ τὸ μὴ κωλῦον αἰτιον εἶναι λέγονταςˑ φαςὶ γὰρ αἴτιον εἶναι κλοπῆς τὸν μὴ φυλάξαντα ἡ τὸν μὴ κωλύσαντα, ὡς τοῦ ἐμπρησμοῦ τὸν μὴ σβέσαντα τὸ δεινὸν ἀρχόμενον καὶ τοῦ ναυαγίου τὸν κυβερνήτην μὴ στείλαντα τὴν ὀθόνην, αὐτίκα κολάζονται πρὸς τοῦ νόμου οἱ τούτων αἴτιοι, ᾧ γὰρ κωλῦσαι δύναμις ἦν, τούτω καὶ ἡ αἰτία τοῦ συμβαίνοντος προσάπτεται, φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι, τὸ δὲ μὴ κωλῦον κατὰ γε τοῦτο ἀνενέργητον εἶναι. ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστι, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίανˑ τὸ δὲ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου, διὰ τοῦτο γοῦν ἐπιτελεῖται, ὅτι τὸ κωλῦσαι δυνάμενον οὐκ ἐνεργεῖ οὐδὲ κωλύει, τί γὰρ ἐνεργεῖ ὁ μὴ κωλύων; ἤδη δὲ καὶ εἰς ἀπέμφασιν αὐτοῖς ὁ λόγος χωρεῖ, εἴ γε τῆς τρώσεως οὐχὶ τὸ βέλος, ἀλλὰ τὴν ἀσπίδα τὴν μὴ κωλύσασαν τὸ βέλος διελθεῖν αἰτιάσονταιˑ οὐδὲ γὰρ τὸν κλέπτην, ἀλλὰ τὸν μὴ κωλύσαντα τὴν κλοπὴν καταμέμψονται. (83) καὶ τὰς ναῦς τοίνυν τῶν Ἑλλήνων μὴ τὸν Ἕκτορα ἐμπρῆσαι λεγόντων, ἀλλὰ τὸν Ἀχιλλέα, διότι κωλῦσαι τὸν Ἐκτορα δυνάμενος οὐ κεκώλυκενˑ άλλ' ο μὲν διὰ μῆνιν (ἐπ’ αὐτῷ δὲ ἦν καὶ μηνίειν καὶ μὴ) [καὶ μὴν] οὐκ ἀπεῖρξε τὸ πῦρ, καὶ ἴσως συναίτιοςˑ ὁ δὲ διάβολος αὐτεξούσιος ὢν καὶ μετανοῆσαι οἷός τε ἦν καὶ κλέψαι, καὶ [ὁ] αἴτιος

 

 

213

αὑτὸς τῆς κλοπῆς, οὐχ ὁ μὴ κωλύσας κύριος, ἀλλ’ οὐδ’ ἐπιβλαβὴς ἡ δόσις ῆν, ἵνα ἡ κώλυσις παρέλθῃ. εἰ δὲ χρὴ ἀκριβολογεῖσθαι πρὸς αὐτοὺς, ἴστωσαν τὸ μὲν μὴ κωλυτικόν, ὅπερ φαμὲν ἐπὶ τῆς κλοπῆς γεγονέναι, μηδˑ ὅλως αἰτιον εἶναι, τὸ δὲ κωλυτικόν ἐνέχεσθαι τῷ τοῦ αἰτίου ἐγκλήματι. ὁ γὰρ προασπίζων αἰτιὸς ἐστι τῷ προασπιζομένῳ τοῦ μὴ τιτρώσκεσθαι κωλύων τὸ τρωθήναι αὐτόν, καὶ τῷ Σωκράτει τὸ δαιμόνων αἰτιον ἤν οὐχὶ μὴ κωλῦον, ἀλλ’ ἀποτρέπον, εἰ καὶ μὴ προέτρεπεν. οὔτε δὲ οἱ ἐπαινοι οὔτε οἱ ψόγοι οὔθ' αἱ τιμαὶ οὔθ' αἱ κολάσεις δίκαιαι, μὴ τῆς ψυχῆς ἐχούσης τὴν ἐξουσίαν τῆς ὁρμῆς καὶ ἀφορμῆς, ἀλλ’ ἀκουσίου τῆς κακίας οὔσης. (84) ὅθεν ὁ μὲν κωλύσας αἴτιος, ὁ δὲ μὴ κωλύσας τὴν αἵρεσιν τῆς ψυχῆς κρίνει δικαίως, ἵν' ὅτι μάλιστα ὁ θεὸς μένῃ ἡμῖν κακίας ἀναίτιος. ἐπεὶ δὲ τῶν ἁμαρτημάτων προαίρεσις καὶ ὁρμὴ κατάρχει, διημαρτημένη δὲ ὑπόληψις ἔσθ ὅτε κρατεῖ, ἧς, ἀγνοίας καὶ ἀμαθίας οὔσης, ὀλιγωροῦμεν ἀποστῆναι, εἰκότως ἂν κολάσειε (καὶ γὰρ τὸ πυρέττειν ἀκούσιονˑ ἀλλ' ὅταν δὶ ἑαυτόν τις καὶ δι’ ἀκρασίαν πυρέττῃ, αἰτιώμεθα τοῦτον) [ὣς δὲ] καὶ τῆς κακίας ἀκουσίου οὔσηςˑ οὐ γὰρ αἱρεῖταί τις κακὸν ᾗ κακόν, τῇ δὲ περὶ αὐτὸ ἡδονῇ συναπαγόμενος, ἀγαθὸν ὑπολαβών, ληπτὸν ἡγεῖται. ὧν οὕτως ἐχόντων τὸ ἀπαλλάττεσθαι τῆς τε ἀγνοίας τῆς τε αἱρέσεως τῆς φαύλης καὶ ἐπιτερποῦς καὶ πρὸ τούτων τὸ μὴ συγκατατίθεσθαι ταῖς ἀπατηλαῖς ἐκείναις φαντασίαις ἀπόκειται ἐφ' ἡμῖν. λῃστής δὲ καὶ κλέπτης ὁ διάβολος λέγεται ψευδοπροφήτας ἐγκαταμίξας τοῖς προφήταις, καθάπερ τῷ πυρῷ τὰ ζιζάνια, «πάντες» οὖν «οἱ πρὸ κυρίου κλέπται καὶ λησταί,» οὐχ ἁπλῶς πάντες ἄνθρωποι, πάντες δὲ οἱ ψευδοπροφῆται καὶ πάντες οἱ μὴ κυρίως ὑπ’ αὐτοῦ ἀποσταλέντες.

(85) Εἶχον δὲ καὶ οἱ ψευδοπροφῆται τὸ κλέμμα, τὸ ὄνομα τὸ προφητικόν, προφῆται ὄντες, οὐ τοῦ κυρίου, ἀλλὰ τοῦ ψεύστουλέγει ὁ κύριος «ὑμεῖς ἐκ τοῦ πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῆ τὸ ψεῦδος, ἐκ τῶν ιδίων λαλεῖ, ὅτι ψεύστης ἐστι καὶ ὁ πατὴρ αὐτοῦ.» ἐν δὲ τοῖς ψεύδεσι καὶ ἀληθῆ τίνα ἔλεγον οἱ ψευδοπροφῆται, καὶ τῷ ὄντι οὗτοι ἐν ἐκστάσει προεφήτευον ὡς ἂν ἀποστάτου

 

 

214

διάκονοι, λέγει δὲ καὶ «ὁ ποιμήν, ὁ ἄγγελος τῆς μετανοίας» τῷ Ἐρμᾷ περὶ τοῦ ψευδοπροφήτου· «τινά γὰρ ῥήματα ἀληθῆ λαλεῖ· ὁ γὰρ διάβολος αὐτὸν πληροῖ τῷ ἐαυτοῦ πνεύματι, εἶ τίνα δυνήσεται ῥήξαι τῶν δικαίων.» πάντα μὲν οὖν οἰκονομεῖται ἄνωθεν εἰς καλὸν, «ἴνα γνωρισθῆ διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, κατὰ πρόγνωσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ.» τῷ θεῷ δὲ οὐδὲν ἀντίκειται οὐδὲ ἐναντιοῦταί τι αὐτῷ, κυρίῳ καὶ παντοκράτορι ὄντι. (86) ἀλλὰ καὶ αἱ τῶν ἀποστατησάντων βουλαί τε καὶ ἐνεργειαι, μερικαὶ οὖσαι, γίνονται μὲν ἐκ φαύλης διαθέσεως, καθάπερ καὶ αἱ νόσοι αἱ σωματικαί· κυβερνῶνται δὲ ὑπὸ τῆς καθόλου προνοίας ἐπὶ τέλος ὐγιεινόν, κἂν νοσοποιὸς ᾖ η αἰτία, μέγιστον γοῦν τῆς θείας προνοίας τὸ μὴ ἐᾶσαι τὴν ἐξ ἀποστάσεως ἐκουσίου φυεῖσαν κακίαν ἄχρηστον καὶ ἀνωφελῆ μένειν μηδὲ μὴν κατὰ πάντα βλαβερὰν αὐτὴν γενέσθαιˑ τὴς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γὰρ ὡς εἰπεῖν αὕτη τοῦ θεοῦ ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κάκεῖνο μάλιστα τὸ διὰ κακῶν τῶν ἐπινοηθέντων πρὸς τινῶν ἀγαθὸν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι καθάπερ καὶ τῷ ἐκ πειρασμοῦ μαρτυρίῳ. (87) ἔστιν οὖν κἂν φιλοσοφίᾳ, τῇ κλαπείσῃ καθάπερ ὑπὸ Προμηθέως, πῦρ ὀλίγον εἰς φῶς ἐπιτήδειον χρησίμως ζωπυρούμενον, ἴχνος τι σοφίας καὶ κίνησις περὶ θεοῦ. τάχα δ’ ἄν εἶεν «κλέπται καὶ λησταί» οἱ παρ’ Ἕλλησι φιλόσοφοι καὶ οἱ πρὸ τῆς τοῦ κυρίου παρουσίας παρὰ τῶν Ἑβραϊκῶν προφητῶν μέρη τῆς ἀληθείας οὐ κατ' ἐπίγνωσιν λαβόντες, ἀλλ’ ὡς ἴδια σφετερισάμενοι δόγματα, καὶ τὰ μὲν παραχαράξαντες, τὰ δὲ ὑπὸ περιεργίας ἀμαθῶς σοφισάμενοι, τὰ δὲ καὶ ἐξευρόντες· ἴσως γὰρ καὶ «πνεῦμα αἰσθήσεως» ἐσχηκασιν. ὡμολόγησε δὲ καὶ Ἀριστοτέλης τῇ γραφῇ, κλεπτικήν σοφίας τὴν σοφιστικὴν εἰπών, ὡς προεμηνύσαμεν. ὁ δὲ ἀπόστολος «ἃ καὶ λαλοῦμεν» λέγει «οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ’ ἐν διδακτοῖς πνεύματος.» ἐπὶ μὲν γὰρ τῶν προφητῶν «πάντες» φησὶν «ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν,» δηλονότι τοῦ Χριστοῦ. ὥστε οὐ κλέπται οἰ προφῆται. καὶ «ἡ διδαχὴ ἡ ἐμὴ οὐκ ἔστιν ἐμή» ὁ κύριος λέγει, «ἀλλὰ τοῦ πέμψαντὸς με πατρός.» ἐπὶ δὲ τών

 

 

215

κλεπτόντων «ὁ δὲ ἀφ' ἐαυτοῦ» φησὶ «λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ.» τοιοῦτοι δὲ οἱ Ἕλληνες, οἱ «φίλαυτοι καὶ ἀλαζόνες». σοφοὺς δὲ αὐτοὺς λέγουσα ἡ γραφὴ οὐ τοὺς ὄντωςσοφοὺς διαβάλλει, ἀλλὰ τοὺς δοκησισόφους.

XVIII. (88) Καὶ τούτων, φησὶν, «ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετὼν ἀθετήσω.» ἐπιφέρει γοῦν ὁ ἀπόστολος «ποῦ σοφός; ποῦ γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τοῦτου;» πρὸς ἀντιδιαστολὴν τῶν γραμματέων τοὺς τοῦ αἰῶνος τοῦτου ζητητάς, τοὺς ἐξ ἐθνῶν φιλοσόφους τάξας. «οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου;» ἐπ ἴσης τῷ «μωρὰν ἔδειξε» καὶ οὐκ ἀληθῆ, ὡς ᾤοντο. κἂν πύθῃ τὴν αἰτίαν τῆς δοξοσοφίας αὐτῶν, «διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν» ἐρεῖ. «ἐπειδὴ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ», τουτέστι διὰ τῶν προφητῶν κατηγγελμένῃ, «οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας», τῆς διὰ τῶν προφητῶν λαλούσης, «αὐτόν,» δηλονότι τὸν θεόν, «εὐδόκησεν οὗτος ὁ θεὸς διὰ τοῦ κηρύγματος τῆς μωρίας», τῆς δοκούσης Ἕλλησιν εἶναι μωρίας, «σῶσαι τοὺς πιστεύονταςˑ ἐπειδὴ Ἰουδαῖοι», φησί, «σημεῖα αἰτοῦσι» πρὸς πίστιν, «Ἐλληνες δὲ σοφίαν ζητοῦσι,» τοὺς ἀναγκαστικοὺς καλουμένους λόγους καὶ τοὺς ἄλλους συλλογισμοὺς δηλονότι, «ἡμεῖς δὲ κηρύσσομεν Ἰησοῦν Χριστὸν ἐσταυρωμένον, Ἰουδαῖοις μὲν σκάνδαλον» διὰ τὸ εἰδότας τὴν προφητείαν μὴ πιστεύειν τῇ ἐκβάσει, «Ἕλλησι δὲ μωρίαν» μυθώδες γὰρ ἡγοῦνταί οἱ δοκησίσοφοι διὰ τε ἀνθρώπου υἱὸν θεοῦ λαλεῖν υἱὸν τε ἔχειν τὸν θεὸν καὶ δὴ καὶ πεπονθέναι τοῦτονοθεν αὐτοὺς ἡ πρόληψις τῆς οἴήσεως ἀναπείθει ἀπιστεῖν ἡ γὰρ παρουσία τοῦ σωτῆρος οὐ μωροὺς ἐποίησεν καὶ σκληροκαρδίους καὶ ἀπιστους, ἀλλὰ συνετοὺς καὶ εὐπειθεῖς καὶ πρὸς ἔτι πιστούς, ἐδείχθησαν δὲ ἐκ τῆς τῶν ὑπακουσάντων ἐκουσίου προσκλίσεως χωρισθέντες οἱ μὴ ἐθελήσαντες πείθεσθαι ἀσύνετοί τε καὶ ἄπιστοι καὶ μωροί «αὐτοῖς δὲ τοῖς κλητοῖς Ἰουδαῖοις τε καὶ Ἕλλησι Χριστὸς θεοῦ δύναμις ἐστι καὶ θεοῦ σοφία.» (89) μὴ τι οὖν, ὅπερ καὶ ἄμεινον, ἀποφατικὸν ἡγητέον τὸ «οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου» ἐπ ἴσης τῷ «οὐκ ἐμώρανεν», ἵνα μὴ ἡ αἰτία τῆς σκληροκαρδίας αὐτοῖς παρὰ τοῦ θεοῦ φαίνηται γενομένῃ, τοῦ μωράναντος τὴν σοφίαν; ἔμπαλιν γὰρ καίτοι σοφοὶ ὄντες ἐν μείζονι αἰτίᾳ γεγόνασι μὴ πιστεύσαντες τῷ κηρύγματιˑ

 

 

216

εκούσιος γὰρ ἥ τε αἵρεσις ἤ τε τῆς ἀληθείας ἐκτροπή, ἀλλὰ καὶ τῷ «ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν» τῇ τῆς καταφρονουμένης [καὶ] ὑπερορωμένης βαρβάρου φιλοσοφίας ἀντιπαραθέσει καταλάμψαι φησὶν, ὡς καὶ ὁ λύχνος ὑπὸ τοῦ ἡλίου καταλαμπόμενος ἀπολωλέναι λέγεται τῷ μὴ τὴν ἴσην ἐκτελεῖν ἐνέργειαν. πάντων τοίνυν ἀνθρώπων κεκλημένων οἱ ὑπακοῦσαι βουληθέντες «κλητοὶ» ὠνομάσθησαν. οὐ γὰρ ἐστιν «ἀδικία παρὰ τῷ θεῷ». αὐτίκα ἐξ ἐκατέρου γένους οἱ πιστεύσαντες, οὗτοι «λαὸς περιούσιος», κἂν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕροις ἂν κατὰ λέξιν «οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν,» οἱ δὲ μὴ θελήσαντες πείθεσθαι ἑαυτοὺς ἀπέστησαν δηλαδή. (90) πρὸς τούτους ἡ προφητεία λέγειˑ «κἂν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε,» ἐφ’ ἡμῖν κείμενα διελέγχουσα καὶ τὴν αἵρεσιν καὶ τὴν ἐκτροπήν «θεοῦ δὲ [σοφίαν]» εἴρηκεν ὁ ἀπόστολος τὴν κατὰ τὸν κύριον διδασκαλίαν, σοφίαν ἵνα δείξῃ τὴν ἀληθῆ φιλοσοφίαν δι’ υἱοῦ παραδιδομένην. ἀλλὰ γὰρ καὶ ὀ δοκησίσοφος παραινέσεις ἔχει τινὰς τὰς παρὰ τῷ ἀποστόλῳ κελευούσας «ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνη καὶ ὁσιότητι τῆς ἀληθείας. διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν μὴ δίδοτε τόπον τῷ διαβόλῳ. ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθόν.» ἐργάζεσθαι δὲ ἐστι τὸ προσεκπονεῖν ζητοῦντα τὴν ἀλήθειαν, σὺν γὰρ τῇ λογική εὐποιίᾳ, «ἴνα ἔχητε μεταδοῦναι τῷ χρείαν ἔχοντι» καὶ τῆς κοσμικῆς περιουσίας καὶ τῆς θείας σοφίας, βούλεται γὰρ ἐκδιδάσκεσθαι τὸν λόγον καὶ εἰς τὰς τραπέζας τὸ ἀργύριον βάλλεσθαι δεδοκιμασμένον ἀκριβῶς εἰς τὸ ἐκδανείζεσθαι. ὅθεν ἐπιφέρειˑ «λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω,» σαπρὸς λόγος οὗτος ὁ ἐξ οἰήσεως, «ἀλλ' εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.» ἀγαθοῦ δ’ ἄν ἀνάγκη θεοῦ ἀγαθὸν [εῖναι] τὸν λόγον, πῶς δὲ οὐκ ἀγαθὸς ὁ σῴζων;

XIX. (91) Ὅτι οὖν μαρτυροῦνται ἀληθῆ τίνα δογματίζειν καὶ Ἕλληνες, ἐξεστι κάντεῦθεν σκοπεῖν. ὁ Παῦλος ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ἀναγράφεται λέγων πρὸς τοὺς Ἀρεοπαγίτας· «δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ, διερχόμενος γὰρ καὶ ἱστορῶν τὰ σεβάσματα ὑμῶν εὗρον βωμὸν ἐν ᾧ

 

 

217

ἀνεγέγραπτο· ἀγνώστῳ θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενὸς τινος, αὐτὸς δοὐς πᾶσι ζωὴν καὶ πνοὴν καὶ τὰ πάνταˑ ἐποίησέ τε ἐξ ἑνὸς πᾶν γένος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸ θεῖον, εἰ ἄρα ῴηλαφήσειαν ἤ εὅροιεν [ἄν], καίτοι οὐ μακράν ἀπὸ ἑνὸς ἐκάστου ἡμῶν ὑπάρχοντοςέν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καὶ τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασινˑ

τοῦ γὰρ καὶ γένος ἐσμέν.»

ἐξ ὧν δῆλον ὅτι καὶ ποιητικοῖς χρώμενος παραδείγμασιν ἐκ τῶν Ἀράτου Φαινομένων δοκιμάζει τὰ παρ' Ἕλλησι καλῶς εἰρημένα καὶ διὰ τοῦ ἀγνώστου θεοῦ τιμάσθαι μὲν κατὰ περὶφρασιν πρὸς τῶν Ἑλλήνων τὸν δημιουργὸν θεὸν ᾐνίξατο, κατ' ἐπίγνωσιν δὲ δεῖν δι’ υἱοῦ παραλαβεῖν τε καὶ μαθεῖν. (92) «ἀπέστειλα οὖν διὰ τοῦτο σε εἰς τὰ ἐθνη, ἀνοίξαι», φησὶν, «οφθαλμοὺς αὐτῶν, τοῦ ἐπιστρέψαι ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπὶ θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ» οὗτοι οὖν «οἱ ἀνοιγόμενοι τυφλὼν ὀφθαλμοὶ» ἡ δι’ υἱοῦ ἐπίγνωσίς ἐστι τοῦ πατρός, ἡ τῆς περιφράσεως τῆς Ἑλληνικῆς κατάληψις, τὸ τε «ἀπὸ τῆς ἐξουσίας τοῦ σατανᾶ ἐπιστρέψαι» τὸ ἀπὸ τῆς ἁμαρτίας ἐστι μεταβάλλεσθαι, δι’ ἣν ἡ δουλεία ἐγεγόνει. οὐ μὴν ἁπλῶς πᾶσαν φιλοσοφίαν ἀποδεχόμεθα, ἀλλ’ ἐκείνην περὶ ἧς καὶ ὁ παρὰ Πλάτωνι λέγει Σωκράτηςˑ «εἰσὶ γὰρ δή, ὥς φασι[ν οἱ] περὶ τὰς τελετάς, ναρθηκοφόροι μὲν πολλοὶ, βάκχοι δὲ τε παῦροι,» πολλοὺς μὲν τοὺς κλητοὺς, ὀλίγους δὲ τοὺς ἐκλεκτοὺς αἰνιττόμενος. ἐπιφέρει γοῦν σαφῶςˑ «οὗτοι δὲ εἰσι κατὰ τὴν ἐμήν δόξαν οὐκ ἄλλοι ἥ οἱ πεφιλοσοφηκότες ὀρθῶς. ὧν δὴ κάγώ κατὰ γε τὸ δυνατὸν οὐδὲν ἀπέλιπον ἐν τῷ βίῳ, ἀλλὰ παντὶ τρόπῳ προὐθυμήθην γενέσθαι. εἰ δὲ ὀρθῶς προὐθυμήθην καὶ τι ἡνύσαμεν, ἐκεῖσε ἑλθόντες τὸ σαφὲς εἰσόμεθα, ἐὰν θεὸς θέλῃ, ὀλίγον ὕστερον.» (93) ἆρ' οὐ δοκεῖ σοι [πίστεως] ἐκ τῶν Ἑβραϊκῶν γραφῶν τὴν μετὰ θάνατον ἐλπίδα τοῦ δικαίου σαφηνίζειν; κἂν τῷ

 

 

218

Δημοδόκω, εἰ δὴ τοῦ Πλάτωνος τὸ σύγγραμμα, «μὴ οὐκ ῆ τοῦτο φιλοσοφεῖν» λέγει, «περὶ τὰς τέχνας κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλὰ ἄλλο τι, ἐπεὶ ἔγωγε ᾤμην καὶ ὄνειδος εἶναι.» ᾔδει γὰρ, οἶμαι, ὡς ἄρα ἤδη «πολυμαθίη νόον ἔχειν οὐ διδάσκει» καθ' Ἡράκλειτον, ἔν τε τῷ πέμπτῳ τῆς Πολιτείας «τούτους οὖν πάντας» φησὶ «καὶ ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ [τοὺς] τῶν τεχνυδρίων φιλοσόφους θήσομεν; οὐδαμῶς, εἶπον, ἀλλ’ ὁμοιους μὲν φιλοσόφοις. τοὺς δ’ ἀληθινούς, ἔφη, τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἤν δ’ ἐγὼ, φιλοθεἀμονας.» οὐ γὰρ ἐν γεωμετρίᾳ αἰτήματα καὶ ὑποθέσεις ἐχούσῃ φιλοσοφία, οὐδι ἐν μουσικῇ, στοχαστική γε οὔσῃ, οὐδ’ ἐν ἀστρονομίᾳ, φυσικῶν καὶ ῥεόντων καὶ εἰκότων βεβυσμένῃ λόγων, ἀλλ' αὐτοῦ τάγαθοῦ δῃ ἐπιστήμη καὶ τῆς ἀληθείας, [ἐκείνων] ἑτέρων μὲν ὄντων τάγαθοῦ, ὁδῶν ὥσπερ δὲ ἐπὶ τάγαθόν. ὥστ’ οὐδ’ αὐτὸς τὴν ἐγκύκλιον παιδείαν συντελεῖν πρὸς τἀγαθὸν δίδωσι, συνεργειν δὲ πρὸς τὸ διεγείρειν καὶ συγγυμνάζειν πρὸς τὰ νοητὰ τὴν ψυχήν.

(94) Εἴτ’ οὖν κατὰ περίπτωσιν φασιν ἀποφθέγξασθαί τίνα τῆς ἀληθοῦς φιλοσοφίας τοὺς Ἕλληνας, θείας οἰκονομίας ἡ περὶπτωσις (οὐ γὰρ ταύτόματον ἐκθειάσει τις διὰ τὴν πρὸς ἡμᾶς φιλοτιμίαν), εἴτε κατὰ συντυχίαν, οὐκ ἀπρονόητος ἡ συντυχίαˑ εἴτ’ αὖ φυσικὴν ἔννοιαν ἐσχηκέναι τοὺς Ἕλληνας λέγοι, τὸν τῆς φύσεως δημιουργὸν ἕνα γινώσκομεν, καθὸ καὶ τὴν δικαιοσύνην φυσικὴν εἰρήκαμεν, εἴτε μὴν κοινὸν ἐσχηκέναι νοῦν, τις ὁ τοῦτου πατὴρ καὶ τῆς κατὰ «τὴν τοῦ νοῦ διανομὴν» δικαιοσύνης σκοπήσωμεν. ἂν γὰρ προαναφώνησίν τις εἴπῃ καὶ συνεκφώνησιν αἰτιάσηται, προφητείας εἴδη λέγει, ναὶ μὴν κατ' ἔμφασιν ἀληθείας ἄλλοι θέλουσιν εἰρῆσθαι τίνα τοῖς φιλοσόφοις. ὁ μὲν οὖν θεσπέσιος ἀπόστολος ἐφ' ἡμῶν γράφειˑ «βλέπομεν γὰρ νῦν ὡς δὶ ἐσόπτρου», κατ' ἀνάκλασιν ἐπ αὐτοῦ ἑαυτοὺς γινώσκοντες κάκ τοῦ ἐν ἡμῖν θείου τὸ ποιητικὸν αἴτιον ὡς οἷόν τε συνθεωροῦντεςˑ «εἶδες γὰρ», φησί, «τὸν ἀδελφόν σου, εἶδες τὸν θεὸν σου.» τὸν σωτῆρα οἶμαι θεὸν εἰρήσθαι ἡμῖν τὰ νῦνˑ μετὰ δὲ τὴν τῆς σαρκὸς ἀπόθεσιν «πρόσωπον πρὸς πρόσωπον», τότε ἤδη ὀριστικώς καὶ καταληπτικῶς, ὅταν καθαρὰ ἡ καρδία γένηται. καὶ κατ' ἔμφασιν δὲ καὶ διάφασιν οἰ ἀκριβῶς

 

 

219

παρ' Ἕλλησι φιλοσοφήσαντες διορῶσι τὸν θεόνˑ τοιαῦται γὰρ αἱ κατ' ἀδυναμίαν φαντασίαι ἀληθείας, ὡς φαντασία καθορᾷ τὰ ἐν τοῖς ὕδασιν ὁρῶμενα καὶ τὰ διὰ τῶν διαφανῶν καὶ διαυγῶν σωμάτων. (95) καλῶς οὖν ὁ Σολομὼν «ὁ σπείρων» φησὶ «δικαιοσύνην ἐργάζεται πίστιν. εἰσὶ δὲ οἱ τὰ ἴδια σπείροντες οἴ πλείονα ποιοῦσιν.» καὶ πάλιν «ἐπιμελοῦ τῶν ἐν τῷ πεδιῴ χλωρὼν καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὥριμον, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν.» ὁρᾷς ὅπως καὶ τῆς ἔξωθεν σκέπης τε καὶ φυλακῆς φροντιστέον. «γνωστῶς δὲ ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου.» «ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος», «τῆς ἀκροβυστίας τὰ δικαιώματα τοῦ νόμου φυλασσούσης» κατὰ τὸν ἀπόστολον καὶ πρὁ τοῦ νόμου καὶ πρὁ τῆς παρουσίας, οἴονεί δὲ σύγκρισιν ποιούμενος ὁ λόγος τῶν ἀπὸ φιλοσοφίας πρὸς τοὺς αἱρετικοὺς καλουμένους, ἐμφανῶς πάνυ «κρείσσων» φησὶ «φίλος ἐγγὺς ἣ ἀδελφὸς μακρὰν οἰκῶν» «ὅς δὲ ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους καὶ διώκει ὀρνεα πτερωτά.» οὐκ οἶμαι φιλοσοφίαν λέγειν τὰ νῦν τὸν λόγον, καίτοι ἐν πολλοῖς τὰ εἰκότα ἐπιχειρεῖ καὶ πιθανεύεται φιλοσοφία, ἀλλὰ τὰς αἱρέσεις ἐπιῤῥαπίζει. ἐπιφέρει γοῦν «ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὰς δὲ τροχιάς τοῦ ἰδιου γεωργίου πεπλάνηται.» αὗται δὲ εἰσὶν αἱ τὴν ἐξ ἀρχῆς ἀπολείπουσαι ἐκκλησίαν. αὐτίκα ὁ εἰς αἵρεσιν ὑποπεσὼν «διέρχεται δὶ ἐρημίας ἀνύδρου,» τὸν ὄντωςὅντα θεὸν καταλιπών, ἔρημος θεοῦ, ὕδωρ ἄνυδρον ζητῶν, «τὴν ἀοίκητον καὶ δίψιον ἐπερχόμενος γῆν, συνάγων χερσὶν ἀκαρπίαν.» (96) «καὶ τοῖς ἐνδεέσι φρενῶν παρακελεύομαι λέγουσα,» φησὶν ἡ σοφία, τοῖς ἀμφὶ τὰς αἱρέσεις δηλονότι, «ἄρτων κρύφιων ἡδέως ἄῴασθε, καὶ ὕδατος κλοπῆς γλυκεροῦ,» ἄρτον καὶ ὕδωρ οὐκ ἐπ' ἄλλων τινῶν, ἀλλ’ ἢ ἐπὶ τῶν ἄρτῳ καὶ ὕδατι κατὰ τὴν προσφορὰν μὴ κατὰ τὸν κανόνα τῆς ἐκκλησίας χρωμένων αἱρέσεων ἐμφανῶς ταττούσης τῆς γραφῆς, εἰσὶ γὰρ οἱ καὶ ὕδωρ ψιλὸν εὐχαριστοῦσιν. «ἀλλὰ ἀποπήδησον, μὴ χρονίσης ἐν τῷ τόπῳ αὐτῆς.» τόπον τὴν συναγωγήν, οὐχὶ δὲ ἐκκλησίαν ὁμωνύμως προσεῖπεν. εἶτα ἐπιφωνεῖ· «οὕτω γὰρ διαβήσῃ ὕδωρ ἀλλότριον», τὸ βάπτισμα τὸ αἱρετικὸν οὐκ οἰκεῖον καὶ γνήσιον ὕδωρ λογιζομένη, «καὶ ὑπερβήσῃ ποταμῶν ἀλλότριον» τὸν παραφέροντα καὶ κατασύροντα εἰς

 

 

220

θάλασσαν, εἰς ἥν ἐκδίδοται ὁ παρεκτραπεὶς ἐκ τῆς κατ' ἀλήθειαν ἑδραιότητος, συνεκρυεὶς αὖθις εἰς τὰ ἐθνικὰ καὶ ἄτακτα τοῦ βίου κύματα.

XX. (97) Ὡς δὲ οἱ πολλοὶ ἄνθρωποι οἱ καθέλκοντες τὴν ναῦν οὐ πολλὰ αἰτια λέγοιντ' ἄν, ἀλλ’ ἐκ πολλῶν αἰτιον ἐν (οὐκ ἐστι γὰρ αἴτιος ἕκαστος τοῦ καθέλκεσθαι τὴν ναῦν, ἀλλὰ σὺν τοῖς ἄλλοις), οὕτω καὶ ἡ φιλοσοφία πρὸς κατάληψιν τῆς ἀληθείας, ζήτησις οὖσα ἀληθείας, συλλαμβάνεται, οὐκ αἰτία οὖσα καταλήψεως, σὺν δὲ τοῖς ἄλλοις αἰτια καὶ συνεργός. τάχα δὲ καὶ τὸ συναίτιον αἰτιον, ὡς δέ, ἑνὸς ὅντος τοῦ εὐδαιμονεῖν, αἵτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πλείονες ὑπάρχουσαι, καὶ ὡς τοῦ θερμαίνεσθαι ὅ τε ἥλιος τὸ τε πῦρ βαλανεῖόν τε καὶ ἐσθής, οὕτω μιᾶς οὔσης τῆς ἀληθείας πολλὰ τὰ συλλαμβανόμενα πρὸς ζήτησιν αὐτῆς, ἡ δὲ εὐρεσις δι’ υίοῦ. εἰ γοῦν σκοποῖμεν, μία κατὰ δύναμιν ἐστιν ἡ ἀρετὴ, ταύτην δὲ συμβέβηκεν τούτοις μὲν τοῖς πράγμασιν ἐγγενομένην λέγεσθαι φρόνησιν, ἐν τούτοις δὲ σωφροσύνην, ἐν τούτοις δὲ ἀνδρείαν ἡ δικαιοσύνην, ἀνὰ τὸν αὐτὸν οὖν λόγον, καὶ μιᾶς οὔσης ἀληθείας, ἐν γεωμετρίᾳ μὲν γεωμετρίας ἀλήθεια, ἐν μουσικῇ δὲ μουσικῆς, κἂν φιλοσοφίᾳ τῇ ὁρθῇ Ἑλληνικὴ εἴη ἄν ἀλήθεια. μόνη δὲ ἡ κυρία αὕτη ἀλήθεια ἀπαρεγχείρητος, ἣν παρὰ τῷ υἱῷ τοῦ θεοῦ παιδευόμεθα. (98) τοῦτον φαμεν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον, τῷ δὲ τελώνῃ τέλος καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ, μισθὸν δὲ τῷ διδασκάλῳ καὶ τῷ πιπράσκοντι ἀῤῥαβώνα. ἐκάστη δὲ εἴτε ἀρετὴ εἴτε καὶ ἀλήθεια συνωνύμως καλουμένῃ μόνου τοῦ καθ’ ἑαυτὴν ἀποτελέσματὸς ἐστιν αἰτία, κατὰ σύγχρησιν δὲ τούτων γίνεται τὸ εὐδαιμόνως ζῆν (μὴ γὰρ δὴ εὐδαιμονώμεν πρὸς τὰ ὀνόματα), ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον τὴν ψυχὴν ἐναρέτως. εἰ δὲ καὶ πόῤῥωθεν συλλαμβάνεται φιλοσοφία πρὸς τὴν ἀληθείας εὕρεσιν, κατὰ διαφόρους ἐπιβολάς διατείνουσα ἐπὶ τὴν προσεχῶς ἀπτομένην τῆς ἀληθείας τῆς καθ' ἡμᾶς εἴδησιν, ἀλλὰ συλλαμβάνεται γε τῷ λογικῶς ἐπιχειρεῖν ἐσπουδακότι ἀνθάπτεσθαι γνώσεως. χωρίζεται δὲ ἡ Ἑλληνικὴ ἀλήθεια τῆς καθ' ἡμᾶς, εἰ καὶ τοῦ αὐτοῦ μετείληφεν ὀνόματος, καὶ μεγέθει γνώσεως καὶ ἀποδείξει κυριωτέρᾳ καὶ θείᾳ δυνάμει καὶ τοῖς ὁμοίοις· «θεοδίδακτοι» γὰρ ἡμεῖς, ἱερὰ

 

 

221

ὄντως γράμματα παρὰ τῷ υἱῷ τοῦ θεοῦ παιδευόμενοι· ἐνθεν οὐδ’ ὡσαύτως κινοῦσι τὰς ψυχὰς, ἀλλὰ διαφόρῳ διδασκαλίᾳ. (99) εἰ δὲ καὶ διαστέλλεσθαι ἡμᾶς διὰ τοὺς φιλεγκλήμονας δεήσει, συναίτιον [τὴν] φιλοσοφίαν καὶ συνεργὸν λέγοντες τῆς ἀληθοῦς καταλήψεως, ζήτησιν οὖσαν ἀληθείας, προπαιδείαν αὐτὴν ὁμολογήσομεν τοῦ γνωστικοῦ, οὐκ αἴτιον τιθέμενοι τὸ συναίτιον οὐδὲ μὴν τὸ συνεργὸν συνεκτικὸν οὐδ’ ὡς οὗ οὐκ ἄνευ τὴν φιλοσοφίαν, ἐπεὶ σχεδὸν οἰ πάντες ἄνευ τῆς ἐγκυκλίου παιδείας καὶ φιλοσοφίας τῆς Ἑλληνικῆς, οἱ δὲ καὶ ἄνευ γραμμάτων, τῇ θείᾳ καὶ βαρβάρῳ κινηθέντες φιλοσοφίᾳ, «δυνάμει» τὸν περὶ θεοῦ διὰ πίστεως παρειλήφαμεν λόγον, αὐτουργῷ σοφίᾳ πεπαιδευμένοι, ο δὲ μεθ' ἑτέρου ποιεί, ἀτελές ὂν καθ' αὐτὸ ἐνεργεῖν, συνεργὸν φαμεν καὶ συναίτιον ἀπὸ τοῦ σὺν αἰτίῳ αἴτιον ὑπάρχειν [ἢ] ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον, καθ' ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα τὸ κατ' ἀλήθειαν παρέχειν. καίτοι καὶ καθ' ἑαυτὴν ἐδικαίου ποτε καὶ ἡ φιλοσοφία τοὺς Ἕλληνας, οὐκ εἰς τὴν καθόλου δὲ δικαιοσύνην (εἰς ἣν εὑρίσκεται συνεργός, καθάπερ καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος βαθμὸς τῷ εἰς τὸ ὑπερῷον ἀνιόντι καὶ ὁ γραμματιστής τῷ φιλοσοφήσοντι), οὐδ’ ὡς κατὰ τὴν ἀφαίρεσιν αὐτῆς ἤτοι ἐλλείπειν τῷ καθόλου λόγῳ ἤ ἀναιρεῖσθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ἡ ὄψις συμβάλλεται καὶ ἡ ἀκοῇ καὶ ἡ φωνῇ πρὸς ἀλήθειαν, νοῦς δὲ ὁ γνωρίζων αὐτὴν προσφυῶς. ἀλλὰ τῶν συνεργὼν τὰ μὲν πλείονα, τὰ δ’ ἑλάσσονα προσφέρεται δύναμιν. ἡ γοῦν σαφήνεια συνεργεῖ πρὸς τὴν παράδοσιν τῆς ἀληθείας καὶ ἡ διαλεκτικὴ πρὸς τὸ μὴ ὑποπίπτειν ταῖς κατατρεχούσαις αἱρέσεσιν. (100) αὐτοτελὴς μὲν οὖν καὶ ἀπροσδεὴς ἡ κατὰ τὸν σωτῆρα διδασκαλία, «δύναμις» οὖσα καὶ σοφία τοῦ θεοῦ,» προσιοῦσα δὲ φιλοσοφία ἡ Ἐλληνικὴ οὐ δυνατωτέραν ποιεῖ τὴν ἀλήθειαν, ἀλλ’ ἀδύνατον παρέχουσα τὴν κατ' αὐτῆς σοφιστικὴν ἐπιχείρησιν καὶ διακρουομένη τὰς δολερὰς κατὰ τῆς ἀληθείας ἐπιβουλὰς φραγμὸς οἰκείως εἴρηται καὶ θριγκὸς εἶναι τοῦ ἀμπελῶνος. καὶ ἡ μὲν ὡς ἄρτος ἀναγκαία πρὸς τὸ ζῆν, ἡ κατὰ τὴν πίστιν ἀλήθεια· ἡ προπαιδεία δὲ προσοψήματι ἔοικεν καὶ τραγήματι,

δείπνου δὲ λήγοντος γλυκὺ τρωγάλιον

 

 

222

κατὰ τὸν Θηβαῖον Πίνδαρον, ἄντικρυς δὲ ἐξεῖπεν ἡ γραφή· «πανουργότερος ἔσται ἀκακος συνίων, ὁ δὲ σοφὸς δέξεται γνῶσιν.» καὶ «ὁ μὲν ἀφ' ἐαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ,» φησὶν ὁ κύριος, «ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντὸς αὐτὸν ἀληθής ἐστι καὶ ἀδικία οὐκ ἐστιν ἐν αὐτῷ.» ἔμπαλιν οὖν ἀδικεί ὁ σφετερισάμενος τὰ βαρβάρων καὶ ὡς ἴδια αὐχών, τὴν ἑαυτοῦ δόξαν αὔξων καὶ ψευδόμενος τὴν ἀλήθειαν, οὗτος «κλέπτης» ὑπὸ τῆς γραφῆς εἴρηται. φησὶ γοῦν «υἱέ, μὴ γίνου ψεύστης· ὁδηγεῖ γὰρ τὸ ψεῦσμα πρὸς τὴν κλοπήν.» ἤδη δὲ ὁ κλέπτης ὅπερ ὑφελόμενος ἔχει ἀληθῶς ἔχει, κἂν χρυσίον ἡ κἂν ἀργυρος κἂν λόγος κἂν δόγμα, ἐκ μέρους τοίνυν, ἀ κεκλόφασιν, ἀληθῆ μέν, στοχαστικῶς δὲ καὶ ταῖς τῶν λόγων ἀνάγκαις ἴσασι. μαθητευθέντες οὖν καταληπτικῶς ἐπιγνώσονται.

XXI. (101) Καὶ περὶ μὲν τοῦ παρ’ Ἑβραίων τὰ τῶν φιλοσόφων ἐσκευωρῆσθαι δόγματα μικρὸν ὕστερον διαληψόμεθα, πρότερον δέ, ὅπερ ἀκόλουθον ἦν, περὶ τῶν κατὰ Μωυσέα χρόνων ἤδη λεκτέον, δὶ ὧν δειχθήσεται ἀναμφηρίστως πάσης σοφίας ἀρχαιοτάτη ἡ κατὰ Ἑβραίους φιλοσοφία, εἴρηται μὲν οὖν περὶ τούτων ἀκριβῶς Τατιανῳ ἐν τῷ Πρὸς Ἕλληνας, εἴρηται δὲ καὶ Κασσιανῷ ἐν τῷ πρώτῳ τῶν Ἐξηγητικῶν ἀπαιτεῖ δὲ ὅμως τὸ ὑπόμνημα καὶ ἡμᾶς ἐπιδραμεῖν τὰ κατὰ τὸν τόπον εἰρημένα. Ἀπίων τοίνυν ὁ γραμματικός, ὁ Πλειστονίκης ἐπικληθείς, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακὼν ἱστοριών, καίτοι φιλαπεχθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιος τὸ γένος, ὡς καὶ κατὰ Ἱουδαίων συντάξασθαι βιβλίον, Ἀμώσιος τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶν κατ' αὐτὸν πράξεων, μάρτυρα παρατίθεται Πτολεμαίον τὸν Μενδήσιον. καὶ τὰ τῆς λέξεως αὐτοῦ ὧδε ἔχει· «κατέσκαψε δὲ τὴν Ἀουαρίαν Ἄμωσις κατὰ τὸν Ἀργεῖον γενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαίος.» ὁ δὲ Πτολεμαίος οὗτος ἱερεὺς μὲν ἦν, τὰς δὲ τῶν Αἰγυπτίων βασιλέων πράξεις ἐν τρισίν ὅλαις ἐκθέμενος βίβλοις κατὰ Ἄμωσίν φησὶν Αἰγύπτου βασιλέα Μωυσέως ἡγουμένου γεγονέναι Ἰουδαῖοις τὴν ἐξ Αἰγύπτου πορείαν, ἐξ ὧν συνώπται κατὰ Ἴναχον ήκμακεναι τὸν Μωσέα. (102) παλαιτατα δὲ τῶν Ἑλληνικῶν τὰ Ἀργολικά, τὰ ἀπὸ Ἰνάχου λέγω, ὡς

 

 

223

Διονύσιος ὁ Ἀλικαρνασσεὺς ἐν τοῖς Χρόνοις διδάσκει, τούτων δὲ τεσσαράκοντα μὲν γενεαῖς νεώτερα τὰ Ἀττικά τὰ ἀπὸ Κέκροπος τοῦ διφυοῦς δὴ καὶ αὐτὸχθονος, ῶς φησι κατὰ λέξιν ὁ Τατιανός, ἐννέα δὲ τὰ Ἀρκαδικά τὰ ἀπὸ Πελασγοίˑ λέγεται δὲ καὶ οὗτος αὐτόχθων. τούτων δὲ ἄλλαιν δυοῖν νεώτερα τὰ Φθιωτικά τὰ ἀπὸ Δευκαλίωνος, εἰς δὲ τὸν χρόνον τῶν Τρωῖκῶν ἀπὸ Ἱνάχου γενεαί μὲν εἴκοσι ἡ [μιὰ] πλείους διαριθμοῦνται, ἔτη δέ, ὡς ἔπος εἰπεῖν, τετρακόσια καὶ πρόσω, εἰ δὲ τὰ Ἀσσυρίων πολλοῖς ἔτεσι πρεσβύτερα τῶν Ἑλληνικῶν ἀφ' ὧν Κτησίας λέγει, φανήσεται [τῷ δευτέρῳ καὶ τετρακοσιοσπῷ ἔτει τῆς Ἀσσυρίων ἀρχῆς, τῆς δὲ Βηλοὐχου τοῦ ογδόου δυναστείας] τῷ δευτέρῳ καὶ τριακοστῷ ἡ Μωυσέως κατὰ Ἄμωσίν τὸν Αἰγύπτιον καὶ κατὰ Ἴναχον τὸν Αργείον ἐξ Αἰγύπτου κίνησις. ἦν δὲ κατὰ τὴν Ἑλλάδα κατὰ μὲν Φορωνέα τὸν μετὰ Ἴναχον ὁ ἐπὶ Ώγύγου κατακλυσμὸς καὶ ἡ ἐν Σικυωνι βασιλεία, πρώτου μὲν Αἰγιαλέως, εἶτα Εὅρωπος, εἶτα Τελχῖνος, καὶ ἡ Κρητὸς ἐν Κρήτη. Ἀκουσίλαος γὰρ Φορωνέα πρῶτον ἄνθρωπον γενέσθαι λέγειοθεν καὶ ὁ τῆς Φορωνίδος ποιητὴς εἶναι αὐτὸν ἔφη «πατέρα θνητῶν ἀνθρώπων». (103) ἐντεῦθεν ὁ Πλάτων ἐν Τιμαίῳ κατακολουθήσας Ἀκουσιλάῳ γράφει»καὶ πότε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους τῶν τῇδε τῇ πόλει τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖ, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ τὰ μετὰ τὸν κατακλυσμόν.» «κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ' οὐ Ἀκταία ἡ Αττική, κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἄτλας καὶ Ἐπιμηθεὺς καὶ ὁ διφυής Κέκροῳ καὶ Ἰώ. κατὰ δὲ Κροτωπον ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ [ὴ] ἐπὶ Δευκαλίωνος ἐπομβρία. κατὰ δὲ Σθένελον ἤ τε Ἀμφικτύονος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ [ή] ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις,» ὃν «πρῶτον», φησὶν 'Ὀμηρος, «τέκετο νεφεληγερέτα Ζεὺς,» «ἤ τε [τῆς Εὐρώπης] εἰς Κρήτην ἐκ Φοινίκης ἀνακομιδή. κατὰ δὲ Λυγκέα τῆς Κόρης ἡ ἀρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις Ύριπτολέμου τε γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωὸς τε βασιλεία, κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος, κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διἀβασις καὶ Ἴωνος εἰς Ἀθήνας ἀφιξις καὶ ὁ δεύτερος Κέκροῳ αἵτέ Περσέως καί

 

 

224

Διονύσου πράξεις Ὀρφεὺς τε καὶ Μουσαῖος.» (104) κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἐάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα, ῶς φησι Διονύσιος ὁ Αργείος, Ἀγιας δὲ καὶ Δερκύλος ἐν τῇ τρίτῃ μηνὸς πανημου ὀγδόῃ φθίνοντος, Ἐλλάνικος γὰρ δωδεκάτῃ θαργηλιῶνος μηνός, καὶ τινες τῶν τὰ Αττικά συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνηςˑ

νὺξ μὲν ἔην,

φησὶν ὁ τὴν μικράν Ἰλιάδα πεποιηκώς,

μεσάτα, λαμπρά δὲ ἐπέτελλε σελάναˑ

ἔτεροι [δὲ] σκιροφοριῶνος τῇ αὐτῆ ἡμέρᾳ. Θησεὺς δὲ [ὁ] Ἡρακλέους ζηλωτὴς ὢν πρεσβύτερὸς ἐστι τῶν Τρωϊκῶν μιὰ γενεὰ. τοῦ γοῦν Τληπολέμου, ὅς ἦν υἱὸς Ἡρακλέους, Ὅμηρος μέμνηται ἐπὶ Ἴλιον στρατεύσαντος.

(105) Προτερεῖν ἄρα Μωυσῆς ἀποδείκνυται τῆς μὲν Διονύσου ἀποθεώσεως ἔτη ἐξακόσια τέσσαρα, εἴ γε τῆς Περσέως βασιλείας τῷ τριακοστῷ δευτέρῳ ἔτει ἐκθεοῦται, ὥς φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς. ἀπὸ δὲ Διονύσου ἐπὶ Ἡρακλέα καὶ τοὺς περὶ Ἰάσονα ἀριστεῖς τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας συνάγεται ἔτη ἐξήκοντα τρίαˑ Ἀσκληπιὸς τε καὶ Διόσκουροι συνέπλεον αὐτοῖς, ὡς μαρτυρεῖ ὁ Ῥόδιος Ἀπολλώνιος ἐν τοῖς Ἀργοναυτικοῖς. ἀπὸ δὲ τῆς Ἡρακλέους ἐν Ἄργει βασιλείας ἐπὶ τὴν Ἡρακλέους αὐτοῦ καὶ Ἀσκληπιοῦ ἀποθέωσιν ἔτη συνάγεται τριάκοντα ὀκτὼ κατὰ τὸν χρονογράφον Απολλόδωρον, ἐντεῦθεν δὲ ἐπὶ τὴν Κάστορος καὶ Πολυδεύκους ἀποθέωσιν ἔτη πεντήκοντα τρία, ἐνταῦθά που καὶ ἡ Ἰλίου κατάληψις. εἰ δὲ χρὴ πείθεσθαι καὶ Ἡσιόδῳ τῷ ποιητή, ἀκούσωμεν αὐτοῦˑ

Ζηνὶ δ’ ἄρα Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,

κήρυκ' ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσαˑ

Καδμείη δ’ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱόν,

μιχθεῖσ' ἐν φιλότητι, Διώνυσον πολυγηθῆ.

 

 

225

(106) Κάδμος μὲν ὁ Σεμέλης πατὴρ ἐπὶ Λυγκέως εἰς Θήβας ἔρχεται καὶ τῶν Ἑλληνικῶν γραμμάτων εὐρετὴς γίνεται, Τριόπας δὲ συγχρονεῖ Ἴσιδι ἑβδόμη γενεᾷ ἀπὸ Ἱνάχου (Ἶσιν δὲ τὴν καὶ Ἰώ φασιν διὰ τὸ ἰέναι αὐτὴν διὰ πάσης τῆς γῆς πλανωμένην), ταύτην δὲ Ἴστρος ἐν τῷ περὶ τῆς Αἰγυπτίων ἀποικίας Προμηθέως θυγατέρα φησί. Προμηθεὺς δὲ κατὰ Τριόπαν ἑβδόμη γενεᾷ μετὰ Μωυσέα, ὥστε καὶ πρὸ τῆς καθ' Ἕλληνας ἀνθρωπογονίας ὁ Μωυσῆς ἠκμακέναι φαίνεται. Λέων δὲ ὁ τὰ περὶ τῶν κατ' Αἰγυπτον θεῶν πραγματευσάμενος τὴν Ἶσιν ὑπὸ Ἑλλήνων Δήμητρα καλεῖσθαί φησὶν, ἤ κατὰ Λυγκέα γίνεται ἑνδεκάτῃ ὕστερον Μωυσέως γενεὰ. Ἆπίς τε ὁ Ἄργους βασιλεὺς Μέμφιν οἰκίζει, ὡς φησὶν Αρίστιππος ἐν πρώτη Ἀρκαδικῶν. τοῦτον δὲ Ἀριστέας ὁ Ἀργεῖος ἐπονομασθήναί φησι Σάραπιν καὶ τοῦτον εἶναι ὅν Αἰγύπτιοι σέβουσιν, Νυμφόδωρος δὲ ὁ Ἀμφιπολίτης ἐν τρίτῳ Νομίμων Ἀσίας τὸν Ἆπιν τὸν ταῦρον τελευτήσαντα καὶ ταριχευθέντα εἰς σορὸν ἀποτεθεῖσθαι ἐν τῷ ναῷ τοῦ τιμωμένου δαίμονος, κάντεῦθεν Σορόαπιν κληθῆναι καὶ Σάραπιν συνηθείᾳ τινι τῶν ἐγχωρίων ὕστερον. (107) Ἆπις δὲ τρίτος ἐστιν ἀπὸ Ἱνάχου, ναὶ μὴν ἡ Λητώ κατὰ Τιτυὸν γίνεται,

Λητὼ γὰρ ἤλκησε, Διὸς κυδρὴν παράκοιτιν,

Τιτυὸς δὲ συνεχρόνισεν Ταντάλῳ. εἰκότως ἄρα καὶ ὁ Βοιώτιος Πίνδαρος γράφειˑ «ἐν χρόνῳ δὲ γένετ' Ἀπόλλων,» καὶ οὐδὲν θαυμαστόν, ὅπου γε καὶ Ἀδμήτῳ θητεὐων εὑρίσκεται σὺν καὶ Ἡρακλεῖ «μέγαν εἰς ἐνιαυτόν». Ζῆθος δὲ καὶ Ἀμφίων οἱ μουσικῆς εὐρεταὶ περὶ τὴν Κάδμου γεγόνασιν ἡλικίαν, κἂν τις ἡμῖν λέγῃ Φημονόην πρώτην χρησμψδήσαι Ἀκρισίω, ἀλλ’ ἴστω γε ὅτι μετὰ Φημονόην ἔτεσιν ὕστερον εἴκοσι ἐπτὰ οἱ περὶ Ὀρφέα καὶ Μουσαῖον καὶ Λίνον τὸν Ἡρακλέους διδάσκαλον. Ὅμηρος δὲ καὶ Ἡσίοδος πολλῷ νεώτεροι τῶν Ἰλιακών, μεθ’ οὖς μακρῷ νεώτεροι οἱ παρ' Ἕλλησι νομοθέται, Λυκοῦργὸς τε καὶ Σόλων, καὶ οἵ ἐπτὰ σοφοὶ, οἵ τε ἀμφὶ τὸν Σύριον Φερεκύδην καὶ Πυθαγόραν τὸν μέγαν κάτω που περὶ τὰς ὀλυμπιάδας γενόμενοι, ὡς παρεστήσαμεν. καὶ θεῶν ἄρα τῶν πλείστων παρ' Ἕλλησιν, οὐ μόνον τῶν λεγομένων σοφῶν τε καὶ ποιητῶν, ὁ Μωυσῆς ἡμῖν ἀποδέδεικται πρεσβύτερος.

 

 

226

(108) Καὶ οὔτι γε μόνος οὗτος, ἀλλὰ καὶ ἡ Σίβυλλα Ὀρφέως παλαιοτέρα· λέγονται γὰρ καὶ περὶ τῆς ἐπωνυμίας αὐτῆς καὶ περὶ τῶν χρησμὼν τῶν καταπεφημισμένων ἐκείνης εἶναι λόγοι πλείους, Φρυγίαν τε οὖσαν κεκλῆσθαι Ἄρτεμιν καὶ ταύτην παραγενομένην εἰς Δελφοὺς ᾆσαιˑ

ὦ Δελφοί, θεράποντες ἐκηβόλου Ἀπόλλωνος,

ἦλθον ἐγὼ χρήσουσα Διὸς νόον αἰγιόχοιο,

αὐτοκασιγνήτῳ κεχολωμένη Ἀπόλλωνι.

ἔστι δὲ καὶ ἄλλῃ Ἐρυθραία Ἡροφίλη καλουμένη· μέμνηται τούτων Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ χρηστηρίων. ἐῶ δὲ τὴν Αἰγυπτίαν καὶ τὴν Ἰταλήν, ἤ τὸ ἐν Ρώμῃ Κάρμαλον ᾤκησεν, ἧς υἱὸς Εὔανδρος ὁ τὸ ἐν Ῥώμῃ τοῦ Πανὸς ἱερὸν τὸ Λουπέρκιον καλούμενον κτίσας.

(109) Ἄξιον δὴ ἐνταῦθα γενομένους διερευνῆσαι καὶ τῶν ἄλλων τῶν μετὰ Μωσέα παρὰ τοῖς Ἐβραίοις προφητῶν τοὺς χρόνους.

Μετὰ τὴν Μωυσέως τοῦ βίου τελευτὴν διαδέχεται τὴν ἡγεμονίαν τοῦ λαοῦ Ἰησοῦς πολεμῶν μὲν ἔτη ξε, ἐν δὲ τῇ γῇ τῇ ἀγαθῆ ἀλλὰ πέντε καὶ εἴκοσι ἀναπαυσάμενος. ὡς δὲ τὸ βιβλίον τοῦ Ἰησοῦ περιέχει, διεδέξατο τὸν Μωυσέα ὁ προειρημένος ἀνὴρ ἔτη κζ. ἔπειτα ἁμαρτόντες οἱ Ἐβραίοι παραδίδονται Χουσαχὰρ βασιλεῖ Μεσοποταμίας ἔτεσιν ὀκτώ, ὡς ἡ τῶν Κριτῶν ἱστορεῖ βίβλοςˑ δεηθέντες δὲ ὕστερον τοῦ θεοῦ λαμβάνουσιν ἡγεμόνα Γοθονιὴλ τὸν ἀδελφόν τοῦ Χαλέβ τὸν νεώτερον ἐκ φυλῆς Ἰούδα, ὃς ἀποκτείνας τὸν τῆς Μεσοποταμίας βασιλέα ἦρξε τοῦ λαοῦ ἔτεσιν ἐφεξῆς ν. καὶ πάλιν ἁμαρτόντες παρεδόθησαν Αἰγλώμ βασιλεῖ Μωαβιτῶν ἔτεσιν ὀκτωκαίδεκα, ἐπιστρεψάντων δὲ αὐτῶν αὖθις ἡγήσατο αὐτῶν Ἀὼδ ἔτεσιν ὀγδοήκοντα, ἀνὴρ ἀμφοτεροδέξιος ἐκ φυλῆς Ἐφραΐμˑ οὗτος ἐστιν ὁ ἀνελὼν τὸν Αἰγλώμ. (110) τελευτήσαντος δὲ Ἀὼδ ἁμαρτήσαντες αὖθις παρεδόθησαν βασιλεῖ Χαναὰν Ἰαβεὶμ ἔτεσιν εἴκοσιˑ ἐπὶ τοῦτου προφητεύει Δεββώρα γυνὴ Λαβιδὼθ ἐκ φυλῆς Ἐφραΐμ, καὶ ἦν ἀρχιερεὺς Ὀζιοῦς ὁ τοῦ Ῥιησοῦ. διὰ ταύτης ἡγησάμενος τῆς στρατιᾶς Βαρὰκ ὁ τοῦ Βεννὴρ ἐκ φυλῆς Νεφθαλὶᾳ παραταξάμενος Σισάρᾳ τῷ ἀρχιστρατήγῳ τοῦ Ἰαβεὶμ ἐνίκησε, καὶ ἦρξεν ἐντεῦθεν τοῦ λαοῦ διακρίνουσα ἡ Δεββώρα ἔτη

 

 

227

τεσσαράκοντα, τελευτησάσης δὲ αὐτῆς ἁμαρτὼν αὖθις ὁ λαὸς παραδίδοται Μαδιηναίοις ἔτη ἑπτὰ, ἐπὶ τούτοις Γεδεὼν ἐκ φυλῆς Μανασσῆ ὁ τοῦ Ἰωὰς τριακοσίους ἐκστρατεύσας καὶ δώδεκα μυριάδας αὐτῶν ἀπολέσας ἦρξεν ἔτη τεσσαράκοντα, μεθ’ ὃν ὁ υἱὸς αὐτοῦ Ἀβιμέλεχ ἔτη τρία, διαδέχεται τοῦτον Βωλεᾶς υἱὸς Βηδᾶν υἱοῦ Χαῤῥὰν ἐκ φυλῆς Ἐφραῒμ ἄρξας ἔτη τρία πρὸς τοῖς εἰκοσι, μεθ’ ὃν ἐξαμαρτὼν πάλιν ὁ λαὸς ἔτεσιν ὀκτωκαίδεκα Ἀμμανίταις παραδίδοται. (111) μετανοησάντων δὲ αὐτῶν ἡγεῖται Ἰεφθαὲ ὁ Γαλααδίτης ἐκ φυλῆς Μανασσῆ καὶ ἦρξεν ἔτη ἔξ, μεθ' ὅν ἦρξεν Ἀβατθὰν ὁ ἐκ Βηθλεὲμ φυλῆς Ἱούδα ἔτη ἑπτὰ, ἔπειτα Ἐβρὼν ὁ Ζαβουλωνίτης ἔτη ὀκτώ, ἔπειτα Ἐγλὼμ Ἐφραῒμ ἔτη ὀκτώ, ἔνιοι δὲ τοῖς τοῦ Ἀβατθὰν ἔτεσιν ἐπτὰ συνάπτουσι τὰ Ἐβρὼν ὀκτὼ ἔτη. καὶ μετὰ τοῦτον ἐξαμαρτὼν πάλιν ὁ λαὸς ὑπὸ ἀλλοφύλοις γίνεται τοῖς Φυλιστιεὶμ ἔτη τεσσαράκοντα, ἐπιστρεψάντων δὲ αὐτῶν Σαμψὼν ἡγεῖται ἐκ φυλῆς Δάν, νικήσας ἐν πολέμῳ τοὺς ἀλλοφύλους, οὗτος ἦρξεν ἔτεσιν εἰκοσι, καὶ μετὰ τοῦτον ἀναρχίας οὔσης διέκρινε τὸν λαὸν Ἡλὶ ὁ ἱερεὺς τεσσαράκοντα ἔτη. τοῦτον δὲ διαδέχεται Σαμουὴλ ὁ προφήτης, σὺν οἷς Σαοὺλ ἐβασίλευσεν, ἔτη εἴκοσι ἐπτὰ κατασχών. οὗτος καὶ τὸν Δαβὶδ ἔχρισεν. (112) ἐτελεὐτα δὲ Σαμουὴλ δυοῖν ἐτῶν πρότερος τοῦ Σαοὺλ ἐπὶ ἀρχιερέως Ἀβιμέλεχ. οὗτος τὸν Σαοὺλ εἰς βασιλέα ἔχρισεν, ὃς πρῶτος ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ μετὰ τοὺς κριτάς, ὧν ὁ πᾶς ἀριθμὸς ἕως τοῦ Σαμουὴλ γίνεται ἔτη τετρακόσια ἐξήκοντα τρία μήνες ἐπτά. ἔπειτα διὰ τῆς πρώτης βίβλου τῶν Βασιλειῶν τοῦ Σαοὺλ ἔτη εἰκοσι, ἐπεὶ ἀνακαινισθεὶς ἐβασίλευσε. μετὰ δὲ τὴν τελευτὴν Σαοὺλ βασιλεύει Δαβὶδ τὸ δεύτερον ἐν Χεβρὼν ὁ τοῦ Ἰεσσαὶ ἐκ φυλῆς Ἰούδα ἔτη τεσσαράκοντα, ὡς περιέχει ἡ δευτέρα τῶν Βασιλειῶν, καὶ ἦν ἀρχιερεὐς Ἀβιάθαρ ὁ τοῦ Ἀβιμέλεχ ἐκ συγγένειας Ἡλί, προφητεύουσι δὲ Γᾶδ καὶ Νάθαν ἐπ αὐτοῦ. γίνονται οὖν ἀπὸ Ἰησοῦ τοῦ Ναυῆ ἕως παρέλαβε τὴν βασιλείαν Δαβὶδ, ὡς μὲν τινες, ἔτη τετρακόσια πεντήκοντα, ὡς δὲ ἡ προκειμένη δείκνυσι χρονογραφία, συνάγονται ἔτη πεντακόσια εἴκοσι τρία μήνες ἐπτὰ εἰς τὴν τοῦ Δαβὶδ τελευτὴν. (113) καὶ μετὰ ταῦτα ἐβασίλευσε Σολομὼν υἱὸς Δαβὶδ ἔτη τεσσαράκοντα, διαμένει ἐπὶ τοῦτου Νάθαν προφητεύων, ὃς καὶ παρεκάλει αὐτόν

 

 

228

περὶ τῆς τοῦ ναοῦ οἰκοδομήςˑ ὁμοίως καὶ Ἀχίας ἐκ Σηλῶμ προφητεύει, ἦσαν δὲ καὶ οἱ βασιλεῖς ἄμφω, ὅ τε Δαβὶδ ὅ τε Σολομών, προφῆται. Σαδὼκ δὲ ὁ ἀρχιερεὺς πρῶτος ἐν τῷ ναῷ, ὃν ᾠκοδόμησε Σολομών, ἱεράτευσεν, ὅγδοος ὢν ἀπὸ Ἀαρὼν τοῦ πρώτου ἀρχιερέως. γίνονται οὖν ἀπὸ Μωυσέως ἐπὶ τὴν Σολομώνος ἡλικίαν, ὡς μὲν τινὲς φασιν, ἔτη πεντακόσια ἐνενήκοντα πέντε, ὡς δὲ ἕτεροι, πεντακόσια ἐβδομήκοντα ἕξ. εἰ δὲ τις τοῖς ἀπὸ Ἰησοῦ μέχρι Δαβὶδ τετρακοσίοις πεντήκοντα ἔτεσι συγκαταριθμήσαι τὰ τῆς Μωυσέως στρατηγίας τεσσαράκοντα καὶ τὰ ἀλλὰ τὰ ὀγδοήκοντα ἔτη, α γεγόνει ὁ Μωυσῆς πρὸ τοῦ τὴν ἐξοδον τοῖς Ἐβραίοις ἀπὸ Αἰγυπτου γεγονέναι, προσθείη τε τούτοις τὰ τῆς βασιλείας τῆς Δαβὶδ τεσσαράκοντα ἔτη, συνάξει ἔτη τὰ πάντα ἐξακόσια δέκα. (114) ἀκριβέστερον δὲ ἡ καθ' ἡμᾶς χρονογραφία πρόεισιν, εἰ τοῖς πεντακοσίοις εἴκοσι καὶ τρισὶ καὶ μησίν ἐπτὰ μέχρι τῆς Δαβὶδ τελευτῆς προσθείη τις τὰ τε τοῦ Μωυσέως ἑκατὸν εἴκοσι ἔτη τὰ τε τοῦ Σολομώνος τεσσαράκοντασυνάξει γὰρ τὰ πάντα ἐπὶ τὴν Σολομώνος τελευτὴν ἔτη ἐξακόσια ὀγδοήκοντα τρία μῆνας ἐπτά. Εἴραμος τὴν ἐαυτοῦ θυγατέρα Σολομῶνι δίδωσι καθ' οὖς χρόνους μετὰ τὴν Τροίας ἀλωσιν Μενελάῳ εἰς Φοινίκην ἀφιξις, ὡς φησι Μένανδρος ὁ Περγαμηνὸς καὶ Λαῖτος ἐν τοῖς Φοινικικοῖς. μετὰ δὲ Σολομῶνα βασιλεύει Ῥοβοᾶμ υἱὸς αὐτοῦ ἔτη ἐπτακαίδεκα, καὶ ἦν ἀρχιερεὺς Ἀβιμέλεχ ὁ τοῦ Σαδώκ. ἐπὶ τοῦτου μερισθείσης τῆς βασιλείας ἐν Σαμαρείᾳ βασιλεύει Ἰεροβοὰμ ἐκ φυλῆς Ἐφραῒμ ὁ δοῦλος Σολομώνος, προφητεύει δὲ ἔτι Ἀχίας ὁ Σηλωνίτης καὶ Σαμαίας υἱὸς Αἰλαμὶ καὶ ὁ ἐξ Ἰούδα ἀπελθὡν ἐπὶ Ἰεροβοὰμ καὶ προφητεύσας ἐπὶ τοῦ θυσιαστηρίου. (115) μετὰ τοῦτον βασιλεύει Ἀβιοῦμ υἱὸς αὐτοῦ ἔτη [εἴκοσι] τρία, καὶ ὁμοίως ὁ τοῦτου υἱὸς Ἄσα μαˑ οὗτος ἐπὶ γήρως ἐποδάγρησε, προφητεύει δὲ ἐπ' αὐτοῦ Ἰοὺ υἱὸς Ἀνανίου. μετὰ τοῦτον βασιλεύει Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἔτη [κ]εˑ ἔπὶ τοῦτου προφητεύουσιν Ἡλίας ὁ Θεσβίτης καὶ Μιχαίας υἱὸς Ἰεβλᾶ καὶ Αβδίας υἱὸς Ἀνανίου. ἐπὶ δὲ Μιχαίου καὶ ψευδοπροφήτης ἦν Σεδεκίας ὁ τοῦ Χαναὰν, ἕπεται τούτοις ἡ βασιλεία Ἰωρὰμ τοῦ υἱοῦ Ἰωσαφὰτ ἐπὶ ἔτη ὀκτώ, ἐφ' οὗ προφητεύει Ἡλίας καὶ μετὰ Ἡλίαν Ἐλισσαῖος ὁ τοῦ Σαφάτ. ἐπὶ τοῦτου οἱ ἐν Σαμαρείᾳ κόπρον ἔφαγον περιστερῖ καὶ τὰ τέκνα τὰ ἑαυτῶν. ὁ δὲ χρόνος

 

 

229

Ἰωσαφὰτ ἀπὸ τῶν ὑστάτων τῆς τρίτης τῶν Βασιλειῶν ἄχρι τῆς τετάρτης ἐπεκτείνει. ἐπὶ δὲ τοῦ Ἰωρὰμ ἀνελήφθῃ μὲν Ἡλίας, ἤρξατο δὲ προφητεύειν Ἐλισσαῖος υἱὸς Σαφὰτ ἔτη ἔξ, ὼν ἐτῶν τεσσαράκοντα, εἶτα Ὀχοζίας ἐβασίλευσεν ἔτος ἔν, ἐπὶ τοῦτου ἔτι προφητεύει Ἐλισσαῖος καὶ σὺν αὐτῷ Ἀβδαδωναῖος. (116) μετὰ τοῦτον ἡ μήτηρ Ὀζίου Γοθολία βασιλεύει ἔτη ὀκτώ, κατακτείνασα τὰ τέκνα τοῦ ἀδελφοῦ αὐτῆςˑ ἐκ γὰρ τοῦ γένους ἤν Ἀχαάβ. ἡ δὲ ἀδελφὴ Ὀζίου Ἰωσαβαία ἐξέκλεψε τὸν υἱὸν Ὀζίου Ἰωὰν καὶ τούτῳ περιέθηκεν ὕστερον τὴν βασιλείαν, ἐπὶ τῆς Γοθολίας ταύτης ἔτι ὁ Ἐλισσαῖος προφητεύει, μεθ’ ἣν βασιλεύει, ὡς προεῖπον, Ἰωὰς ὁ περισωθεὶς ὑπὸ Ἰωσαβαίας τῆς Ἰωδαὲ τοῦ ἀρχιερέως γυναικός, καὶ τὰ πάντα γίνεται ἔτη τεσσαράκοντα, συνάγεται οὖν ἀπὸ Σολομῶνος ἐπὶ Ἐλισσαίου τοῦ προφήτου τελευτὴν ἔτη, ὡς μὲν τινὲς φασιν, ἑκατὸν ε, ὡς δὲ ἕτεροι, ἑκατὸν δύο, ὡς δὲ ἡ προκειμένη δηλοῖ χρονογραφία, ἀπὸ βασιλείας τῆς Σολομώνος ἔτη ἑκατὸν ὀγδοήκοντα ἐν.

(117) Ἀπὸ δὲ τῶν Τρωϊκῶν ἐπὶ τὴν Ὁμήρου γένεσιν κατὰ μὲν Φιλόχορον ἑκατὸν ὀγδοήκοντα ἔτη γίνεται ὕστερον τῆς Ἰωνικῆς ἀποικίαςΑρίσταρχος δὲ ἐν τοῖς Ἀρχιλοχείοις ὑπομνήμασι κατὰ τὴν Ἰωνικὴν ἀποικίαν φησὶ φέρεσθαι αὐτόν, ἡ ἐγένετο μετὰ ἑκατὸν τεσσαράκοντα ἔτη τῶν Τρωϊκῶν. Ἀπολλόδωρος δὲ μετὰ ἔτη ἑκατὸν τῆς Ἰωνικῆς ἀποικίας Ἀγησιλάου τοῦ Δορυσσαίου Λακεδαιμονίων βασιλεύοντος, ὥστε ἐπιβαλεῖν αὐτῷ Λυκοῦργον τὸν νομοθέτην ἔτι νέον ὅντα. Εὐθυμένης δὲ ἐν τοῖς Χρονικοῖς συνακμάσαντα Ἡσιόδῳ ἐπὶ Ἀκάστου ἐν Χίῳ γενέσθαι περὶ τὸ διακοσιοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως. ταύτης δὲ ἐστι τῆς δόξης καὶ Ἀρχέμαχος ἐν Εὐβοῖκὼν τρίτῳˑ ὡς εἶναι αὐτὸν τε καὶ τὸν Ἡσίοδον καὶ Ἐλισσαίου τοῦ προφήτου νεωτέρους. κἂν ἕπεσθαι τις βουληθῇ τῷ γραμματικῳ Κράτητι καὶ λέγῃ περὶ τὴν Ἡρακλειδῶν κάθοδον Ὅμηρον γεγονέναι μετὰ ἔτη ὀγδοήκοντα τῆς Ἰλίου ἁλώσεως, εὐρεθήσεται πάλιν Σολομώνος μεταγενέστερος, ἐφ' οὗ ἡ Μενελάου εἰς Φοινίκην ἀφιξις, ὡς προείρηται. Ἐρατοσθένης δὲ μετὰ τὸ ἐκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως τὴν Ὁμήρου ἡλικίαν φέρει, ναὶ μὴν Θεόπομπος μὲν ἐν τῇ τεσσαρακοστῇ τρίτῃ τῶν Φιλιππικῶν μετὰ ἔτη πεντακόσια τῶν ἐπὶ Ἰλίῳ στρατευσάντων γεγονέναι τὸν Ὀμηρον ἱστορεῖ. Εὐφορίων δὲ ἐν τῷ περὶ Ἀλευαδὼν κατὰ Γύγην αὐτὸν τίθησι

 

 

230

γεγονέναι, ὃς βασιλεύειν ἤρξατο ἀπὸ τῆς ὀκτωκαιδεκάτης ὀλυμπιάδος, ὃν καὶ φησι πρῶτον ὠνομάσθαι τύραννον. Σωσίβιος δὲ ὁ Λάκων ἐν χρόνων ἀναγραφῇ κατὰ τὸ ὄγδοον ἔτος τῆς Χαρίλλου τοῦ Πολυδέκτου βασιλείας Ὅμηρον φέρει, βασιλεύει μὲν οὖν Χάριλλος ἔτη ἐξήκοντα τέσσαρα, μεθ' ὅν υἱὸς Νίκανδρος ἔτη τριάκοντα ἐννέα· τοῦτου κατὰ τὸ τριακοστὸν τέταρτον ἔτος τεθῆναί φησι τὴν πρώτην ὀλυμπιάδα. ὡς εἶναι ἐνενήκοντά που ἐτῶν πρὸ τῆς τῶν ’Ολυμπίων θέσεως Ὅμηρον.

(118) Μετὰ δὲ τὸν Ἰωὰν διαδέχεται τὴν βασιλείαν Ἀμασίας ὁ υἱὸς αὐτοῦ ἔτη τριάκοντα ἐννέα, τοῦτον Ὀζίας ὁμοίως ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτη πεντήκοντα δύο, καὶ λεπρῶν οὗτος ἐτελεύταˑ προφητεύουσι δὲ ἐπ' αὐτοῦ Ἀμὼς καὶ Ἡσαΐας ὁ υἱὸς αὐτοῦ καὶ Ὠσηέ ὁ τοῦ Βεηρὶ καὶ Ἰωνᾶς ὁ τοῦ Ἀμαθὶ ὁ ἐκ Γὲθ Χοβὲρ ὁ κηρύξας Νινευίταις, ὁ ἐκ τοῦ κήτους προελθών. ἔπειτα βασιλεύει Ἰωναθὰν ὁ υἱὸς Ὀζίου ἔτη ἑκκαίδεκα· ἐπὶ τοῦτου ἔτι Ἡσαΐας προφητεύει καὶ Ὠσηὲ καὶ Μιχαίας ὁ Μωρασθίτης καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ. (119) τοῦτον διαδέχεται ὁ υἱὸς αὐτοῦ Ἄχαζ ἐπὶ ἔτη ἑκκαίδεκα· ἐπὶ τοῦτου πεντεκαιδεκάτω ἔτει ὁ Ἰσραὴλ εἰς Βαβυλώνα ἀπήχθη Σαλμανασάρ τε ὁ βασιλεὺς τῶν Ἀσσυρίων μετῴκισε τοὺς ἐν Σαμαρείᾳ εἰς Μήδους καὶ Βαβυλώνα, πάλιν τὸν Ἄχαζ διαδέχεται Ὠσηὲ ἐπὶ ἔτη ὀκτώ, εἶτα Ἐζεκίας ἐπὶ ἔτη εἴκοσι ἐννέα. τούτῳ δι’ ὁσιότητα πρὸς τῷ τέλει τοῦ βίου γενομένῳ διὰ Ἡσαΐου δωρείται ὁ θεὸς ἀλλὰ ἔτη βιῶσαι πεντεκαίδεκα δι’ ἀναποδισμοῦ ἡλίου, μέχρι τοῦτου διατείνουσι προφητεύοντες Ἡσαΐας καὶ Ὠσηὲ καὶ Μιχαίας. λέγονται δὲ οὗτοι μετὰ τὴν Λυκούργου τοῦ νομοθέτου Λακεδαιμονίων ἡλικίαν γεγονέναιΔιευχίδας γὰρ ἐν τετάρτῳ Μεγαρικῶν περὶ τὸ διακοσιοστὸν ἐνενηκοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως τὴν ἀκμήν Λυκούργου φέρειˑ Ἡσαΐας δὲ ἀπὸ τῆς Σολομῶντος βασιλείας, ἑφ’ οὗ Μενέλεως εἰς Φοινίκην γενόμενος ἐδείχθη, τριακοσιοστῷ ἔτει προφητεύων ἔτι φαίνεται Μιχαίας τε σὺν αὐτῷ καὶ Ὠσηὲ καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ. (120) μετὰ δὲ Ἐζεκίαν ὁ υἱὸς αὐτοῦ Μανασσῆς βασιλεύει ἔτη πεντήκοντα πέντε, ἔπειτα ὁ τοῦτου υἱὸς Ἀμὼς ἔτη δύο, μεθ' ὃν Ἰωσίας ὁ υἱὸς αὐτοῦ ὁ νομικώτατος ἔτη τριάκοντα καὶ ἐν. οὗτος ἐπέθηκε τὰ κῶλα τῶν ἀνθρώπων ἐπὶ τὰ κῶλα τών

 

 

231

εἰδώλων, καθὼς ἐν τῷ Λευιτικῷ γέγραπται. ἐπὶ τοῦτου ὀκτωκαιδεκάτῳ ἔτει τὸ πάσχα ἤχθη, ἐξ οὗ ἀπὸ Σαμουήλ, μήτε ἐν τῷ μεταξὺ χρόνῳ τελεσθέν. τότε καὶ Χελκίας ὁ ἱερεὺς ὁ τοῦ προφήτου Ἱερεμίου πατὴρ περιτυχὼν τῷ τοῦ νόμου βιβλίῳ ἐν τῷ ἱερῷ ἀποκειμένῳ ἀναγνοὺς ἐτελεὺτησεν. ἐπὶ τοῦτου προφητεύει Ὀλδᾶ καὶ Σοφονίας καὶ Ἱερεμίας, ἐπὶ δὲ Ἱερεμίου ψευδοπροφήτης γίνεται Ἀνανίας. ὁ Ἰωσίας οὗτος παρακούσας Ἱερεμίου τοῦ προφήτου ὑπὸ Νεχαὼ βασιλέως Αἰγύπτου ἀνηρέθη κατὰ ποταμῶν Εὐφράτην, ὁρμῶντι αὐτῷ πρὁς Ἀσσυρίους ἀπαντήσας. (121) Ἰωσίαν διαδέχεται Ἰεχωνίας, [ὁ] καὶ Ἰωάχας, ὁ υἱὸς αὐτοῦ μῆνας τρεῖς καὶ ἡμέρας δέκα, τοῦτον Νεχαὼ βασιλεὺς Αἰγύπτου δήσας ἀπήγαγεν εἰς Αἰγυπτον, καταστήσας ἀντ’ αὐτοῦ βασιλέα τὸν ἀδελφὸν αὐτοῦ Ἰωακεὶμ ἐπὶ φόρῳ τῆς γῆς ἔτη ἔνδεκα. μετὰ τοῦτον ὁ ὁμώνυμος αὐτοῦ Ἰωακεὶμ τρίμηνον βασιλεύει, εἶτα Σεδεκίας ἔτη ἔνδεκα, καὶ μέχρι τοῦτου προφητεύων διατείνει Ἱερεμίας, προφητεύουσι δὲ καὶ Βουζὶ καὶ Οὐρίας ὁ υἱὸς Σαμαίου καὶ Ἀμβακοὺμ σὺν αὐτῷ, καὶ τέλος ἔχει τὰ τῶν Ἑβραϊκῶν βασιλέων, γίνονται οὖν ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἕως τῆς μετοικεσίας ταύτης ἔτη, ὡς μὲν τινες, ἐννακόσια ἐβδομήκοντα δύο, κατὰ δὲ τὴν ἀκριβῆ χρονογραφίαν χίλια ὀγδοήκοντα πέντε μήνες ἐξ ἡμέραι δέκαˑ ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἕως τῆς αἰχμαλωσίας τῆς ὑπὸ Χαλδαίων γενομένης ἔτη τετρακόσια πεντήκοντα δύο μήνες ἕξ, ὡς δὲ ἡ καθ' ἡμᾶς τῶν χρόνων ἀκρίβεια συνάγει, ἔτη τετρακόσια ὀγδοήκοντα δύο μήνες ἓξ ἡμέραι δέκα.

(122) Ἐν δὲ τῷ δωδεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας Ναβουχοδονόσορ πρὸ τῆς Περσῶν ἡγεμονίας ἔτεσιν ἐβδομήκοντα ἐπὶ Φοίνικας καὶ Ἱουδαίους ἐστράτευσεν, ὡς φησι Βήρωσσος ἐν ταῖς Χαλδαῖκαῖς ἱστορίαις. Ἰόβας δὲ περὶ Ἀσσυρίων γράφων ὁμολογεῖ τὴν ἱστορίαν παρὰ Βηρώσσου εἰληφέναι, μαρτυρῶν τὴν ἀλήθειαν τάνδρί. ὁ τοίνυν Ναβουχοδονόσορ τυφλώσας τὸν Σεδεκίαν εἰς Βαβυλώνα ἀπάγει καὶ τὸν λαὸν πάντα μετοικίζει (καὶ γίνεται ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἐβδομήκοντα) πλὴν ὀλίγων, οἱ εἰς Αἰγυπτον κατέφυγον. προφητεύουσι δὲ καὶ ἐπὶ Σεδεκίου ἔτι Ἱερεμίας καὶ Ἀμβακοὺμ, ἐν δὲ τῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλώνι προφητεύει Ἱεζεκιὴλ, μεθ’ ὃν Ναοὺμ ὁ προφήτης, ἔπειτα

 

 

232

Δανιήλ, πάλιν αὖ μετὰ τοῦτον προφητεύουσιν Ἀγγαῖος καὶ Ζαχαρίας ἐπὶ Δαρείου τοῦ πρώτου ἔτη δύο, μεθ' ὅν ὁ ἐν τοῖς δώδεκα Ἄγγελος. (123) μετὰ δὲ Ἀγγαῖον καὶ Ζαχαρίαν Νεεμίας ὁ ἀρχιοινοχόος Ἀρταξέρξου, υἱὸς δὲ Ἀχηλὶ τοῦ Ἰσραηλίτου, οἰκοδομεῖ τὴν πόλιν Ἱερουσαλὴμ καὶ τὸν νεὼν ἐπισκευἀζει. ἐν τῇ αἰχμαλωσίᾳ ταύτῃ γίνεται Ἐσθὴρ καὶ Μαρδοχαῖος, οὗ φέρεται βιβλίον ὡς καὶ τὸ τῶν Μακκαβαῖκῶν. κατὰ τὴν αἰχμαλωσίαν ταύτην τῇ εἰκόνι λατρεῦσαι μὴ θελήσαντες Μισαὴλ Ἀνανίας τε καὶ Ἀζαρίας εἰς κάμινον ἐμβληθέντες πυρὸς δι’ ἐπιφανείας ἀγγέλου σῴζονται. τότε διὰ δράκοντα Δανιὴλ εἰς λάκκον λεόντων βληθείς ὑπὸ Αμβακοὺμ προνοίᾳ θεοῦ τραφείς ἐβδομαῖος ἀνασῴζεται. ἐνταῦθα καὶ τὸ σημεῖον ἐγένετο Ἰωνᾶ, καὶ Τωβίας διὰ Ῥαφαὴλ τοῦ ἀγγέλου Σάῤῥαν ἄγεται γυναῖκα, τοῦ δαίμονος αὐτῦς ἐπτὰ τοῦς πρώτους μνηστήρας ἀνελόντος, καὶ μετὰ τὸν γάμον Τωβίου ὁ πατὴρ αὐτοῦ Τωβὶτ ἀναβλέπει. (124) ἐνταῦθα Ζοροβάβελ σοφίᾳ νικήσας τοὺς ἀνταγωνιστὰς τυγχάνει παρὰ Δαρείου ὠνησάμενος ἀνανέωσιν Ἱερουσαλὴμ καὶ μετὰ Ἔσδρα εἰς τὴν πατρῴαν γῆν ἀναζεύγνυσιˑ δὶ ὅν γίνεται ἡ ἀπολύτρωσις τοῦ λαοῦ καὶ ὁ τῶν θεοπνεύστων ἀναγνωρισμὸς καὶ ἀνακαινισμὸς λογιὼν καὶ τὸ σωτήριον ἄγεται πάσχα καὶ λύσις ὀθνείας ἐπιγαμβρείας. προκεκηρύχει δὲ καὶ Κῦρος τὴν Ἑβραίων ἀποκατάστασιν, τελεσθείσης δὲ ἐπὶ Δαρείου τῆς ὑποσχέσεως ἡ τῶν ἐγκαινίων ἄγεται ἑορτή, καθὼς καὶ ἐπὶ τῆς σκηνῆς, καὶ γίνεται τὰ πάντα ἔτη σὺν τοῖς τῆς αἰχμαλωσίας μέχρι τῆς ἀποκαταστάσεως τοῦ λαοῦ ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἔτη χίλια ἑκατὸν νε μήνες ἐξ ἡμέραι δέκα, ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἔτη, ὡς μὲν τινες, πεντακόσια πεντήκοντα δύο, ὡς δὲ ἀκριβέστερον, πεντακόσια ἐβδομήκοντα δύο μήνες ἓξ ἡμέραι δέκα.

(125) Πεπλήρωται τοίνυν ἐκ τῆς αἰχμαλωσίας τῆς ἐπὶ Ἱερεμίου τοῦ προφήτου εἰς Βαβυλώνα γενομένης τὰ ὑπὸ Δανιὴλ τοῦ προφήτου εἰρημένα οὕτως ἔχονταˑ «ἑβδομήκοντα ἐβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαὸν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθήναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.

 

 

233

καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκρίνασθαι καὶ τοῦ οἴκοδομήσαι Ἱερουσαλὴμ ἕως χριστοῦ ἡγουμένου ἑβδομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο, καὶ ἐπιστρέφει καὶ οἴκοδομηθήσεται πλατεῖα καὶ τείχος, καὶ κενωθήσονται οἱ καιροὶ, καὶ μετὰ τὰς ἐξήκοντα δύο ἑβδομάδας ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἐστιν αὐτῷ. καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένφέκκοπήσονται ἐν κατακλυσμφκαί ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοίς. καὶ δυναμώσει διαθήκην πολλοῖς ἐβδομὰς μίακαί ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεταί μου θυσία καὶ σπονδήκαί ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων, καὶ ἕως συντέλειας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρημωσιν. καὶ ἥμισυ τῆς ἑβδομάδος καταπαύσει θυμίαμα θυσίας καὶ πτερυγίου ἀφανισμοῦ ἕως συντέλειας καὶ σπουδῆς τάξιν ἀφανισμοῦ.»

(126) 'Ὀτι μὲν οὖν ἐν ἐπτὰ ἐβδομάσιν ᾠκοδομήθη ὁ ναός, τοῦτο φανερόν ἐστικαί γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ οὕτως ἐγένετο χριστὸς βασιλεὺς Ἰουδαίων ἡγούμενος πληρουμένων τῶν ἐπτὰ ἐβδομάδων ἐν Ἱερουσαλὴμ, καὶ ἐν ταῖς ἐξήκοντα δύο ἐβδομάσιν ἡσύχασεν ἀπασα ἡ Ἰουδαία καὶ ἐγένετο ἄνευ πολέμων, καὶ ὁ κύριος ἡμῶν Χριστός, «ἅγιος τῶν ἁγίων,» ἐλθὼν καὶ πληρώσας «τὴν ὅρασιν καὶ τὸν προφήτην» ἐχρίσθη τὴν σάρκα τῷ τοῦ πατρὸς αὐτοῦ πνεύματι ἐν ταύταις «ταῖς ἑξήκοντα δύο ἐβδομάσι,» καθὼς εἶπεν ὁ προφήτης, καὶ «ἐν τῇ μιᾷ ἐβδομάδι,» ἧς ἑβδομάδος τὸ ἥμισυ κατέσχεν Νέρων βασιλεύων καὶ ἐν τῇ ἀγίᾳ πόλει Ἱερουσαλὴμ ἐστησεν τὸ «βδέλυγμα,» καὶ ἐν τῷ «ήμίσει τῆς ἑβδομάδος» ἀνηρέθη καὶ αὐτὸς καὶ Ὄθων καὶ Γάλβας καὶ Οὐιτέλλιος, Οὐεσπεσιανὸς δὲ ἐκράτησε καὶ καθεῖλεν τὴν Ἱερουσαλὴμ καὶ τὸ ἅγιον ἠρήμωσεν. καὶ ὡς ταῦθ' οὕτως ἔχει, τῷ γε συνιέναι δυναμένῳ δῆλον καθ' ἃ καὶ ὁ προφήτης εἴρηκεν.

(127) Τοῦ ἑνδεκάτου τοίνυν ἔτους πληρουμένου κατὰ τὴν ἀρχὴν τοῦ ἐπομένου βασιλεύοντος Ἰωακεὶμ ἡ αἰχμαλωσία εἰς Βαβυλώνα γίνεται ὑπὸ βασιλέως Ναβουχοδονόσορ τῷ ἐβδόμῳ ἔτει βασιλεύοντος αὐτοῦ Ἀσσυρίων, Αἰγυπτίων δὲ Οὐαφρηοῦς βασιλεύοντος τῷ δευτέρῳ ἔτει, Φιλίππου δὲ Ἀθήνησιν ἄρχοντος τῷ πρώτῳ ἔτει τῆς ὀγδοης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος, καὶ ἔμεινεν ἡ αἰχμαλωσία ἐπὶ ἔτη ἐβδομήκοντα καταλήξασα εἰς τὸ δεύτερον ἔτος τῆς Δαρείου

 

 

234

τοῦ Ὑστάσπου τοῦ Περσῶν καὶ Ἀσσυρίων καὶ Αἰγυπτίων γεγενημένου βασιλέως, ἐφ' οὗ, ὡς προεῖπον, Ἀγγαῖος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος προφητεύουσι, καὶ ῆν ἀρχιερεὑς Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ. κἂν τῷ δευτέρῳ ἔτει τῆς Δαρείου βασιλείας, ὅν φησὶν Ἡρόδοτος καταλῦσαι τὴν τῶν Μάγων ἀρχήν, ἀποστέλλεται Ζοροβάβελ ὀ τοῦ Σαλαθιὴλ ἐγεῖραι καὶ ἐπικοσμῆσαι τὸν νεὼν τὸν ἐν Ἱεροσολύμοις.

(128) Συνάγονται οὖν καὶ τῶν Περσῶν οἱ χρόνοι οὕτως· Κῦρος ἔτη τριάκοντα, Καμβύσης δεκαεννέα, Δαρεῖος ἔξ καὶ τεσσαράκοντα, Ξέρξης ἓξ καὶ εἰκοσι, Ἀρταξέρξης ἔν καὶ τεσσαράκοντα, Δαρεῖος ὀκτώ, Ἀρταξέρξης τεσσαράκοντα δύο, Ὦχος η, Ἀρσὴς τρία, συνάγεται ἐπὶ τὸ αὐτό τῶν Περσικὼν ἔτη διακόσια τριάκοντα πέντε, καθελών δὲ τὸν Δαρεῖον τοῦτον Ἀλέξανδρος ὁ Μακεδὼν κατὰ τὰ προκείμενα ἔτη βασιλεύειν ἄρχεται. ὁμοίως οὖν καὶ τῶν Μακεδονικῶν βασιλέων οἰ χρόνοι οὕτω κατάγονται. Αλέξανδρος ἔτη δεκαοκτώ, Πτολεμαίος ὁ Λάγου ἔτη τεσσαράκοντα, Πτολεμαίος ὁ Φιλάδελφος ἔτη εἴκοσι ἐπτά, εἶτα ὁ Εὐεργέτης ἔτη πέντε καὶ εἴκοσι, εἶτα ὁ Φιλοπάτωρ ἔτη ἐπτακαίδεκα, μεθ’ ὃν ὁ Ἐπιφανὴς ἔτη τέσσαρα καὶ εἴκοσιˑτοῦτον διαδέχεται ὁ Φιλομήτωρ καὶ βασιλεύει ἔτη πέντε καὶ τριάκοντα, μεθ’ ὃν ὁ Φύσκων ἔτη ἐννέα καὶ εἰκοσι, εἶτα ὁ Λάθουρος ἔτη ἔξ καὶ τριάκοντα, εἶτα ὁ ἐπικληθεὶς Διόνυσος ἔτη ἐννέα καὶ εἰκοσι. (129) ἐπὶ πᾶσιν ἡ Κλεοπάτρα ἐβασίλευσεν ἔτη δύο καὶ εἴκοσι, μεθ’ ἣν ἡ τῶν Κλεοπάτρας παίδων βασιλεία ἡμερων ὀκτωκαίδεκα. γίνονται τοίνυν ἐπὶ τὸ αὐτὸ καὶ οἰ τῶν Μακεδόνων βασιλέων χρόνοι ἔτη τριακόσια δώδεκα ἡμέραι ὀκτωκαίδεκα. ἀποδείκνυνται τοίνυν οἱ ἐπὶ Δαρείου τοῦ Ὑστάσπου προφητεύσαντες κατὰ τὸ δεύτερον ἔτος τῆς βασιλείας αὐτοῦ Ἀγγαίος καὶ Ζαχαρίας καὶ ὁ ἐκ τῶν δώδεκα Ἄγγελος κατὰ τὸ πρῶτον ἔτος τῆς ὀγδοης καὶ τεσσαρακοστῆς ὀλυμπιάδος προφητεύσαντες πρεσβύτεροι εἶναι Πυθαγόρου τοῦ κατὰ τὴν δευτέραν καὶ ἑξηκοστὴν ὀλυμπιάδα φερομένου καὶ τοῦ πρεσβυτάτου τῶν παρ’ Ἕλλησι σοφῶν Θαλοῦ περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα γενομένου. συνεχρόνισαν δὲ οἱ συγκαταλεγέντες σοφοὶ τῷ Θαλεῖ, ὡς φησὶν Ἄνδρων ἐν τῷ Τρίποδι. Ἡράκλειτος γὰρ μεταγενέστερος ὢν Πυθαγόρου μέμνηται αὐτοῦ ἐν τῷ

 

 

235

συγγράμματι. (130) ὅθεν ἀναμφιλέκτως τῆς τῶν προειρημένων προφητῶν ἡλικίας σὺν καὶ τοῖς ἑπτὰ λεγομένοις σοφοῖς προγενεστέρα ἄν εἴη ἡ ὀλυμπιἀς ἡ πρώτῃ, ἣ καὶ ὑστερα τῶν Ἰλιακῶν δείκνυται ἔτεσι τετρακοσίοις ἑπτὰ. ῥᾴδιον τοίνυν συνιδεῖν Σολομῶνα τὸν κατὰ Μενέλαον γενόμενον (ὅ δὲ κατὰ τὰ Ἰλιακὰ ἤν) πολλοῖς ἔτεσι πρεσβύτερον τῶν παρ' Ἕλλησι σοφῶν, τοῦτου δ’ αὖ ὁπόσοις ἔτεσι Μωυσῆς προτερεῖ, ἐν τοῖς ἔμπροσθεν ἡμῖν δεδήλωται. Ἀλέξανδρος δὲ ὁ Πολυίστωρ ἐπικληθεὶς ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἀνέγραψέν τινας ἐπιστολὰς Σολομῶνος μὲν πρὸς τε Οὐάφρην τὸν Αἰγύπτου βασιλέα πρὸς τε τὸν Φοινίκης Τυρίων τὰς τε αὐτῶν πρὸς Σολομῶντα, καθ' ἄς δείκνυται ὁ μὲν Οὐάφρης ὀκτὼ μυριάδας ἀνδρῶν Αἰγυπτίων ἀπεσταλκέναι αὐτῷ εἰς οἰκοδομὴν τοῦ νεώ, ἅτερος δὲ τὰς ἴσας σὺν ἀρχιτέκτονι Τυρίῳ ἐκ μητρὸς Ἰουδαίας ἐκ τῆς φυλῆς Δαβὶδ, ὡς ἐκεῖ γέγραπται, Ὑπέρων τοῦνομα.

(131) Ναὶ μὴν Ὀνομάκριτος ὁ Ἀθηναῖος, οὗ τὰ εἰς Ὀρφέα φερόμενα ποιήματα λέγεται εἶναι, κατὰ τὴν τῶν Πεισιστρατιδῶν ἀρχὴν περὶ τὴν πεντηκοστὴν ὀλυμπιάδα εὑρίσκεται, Ὀρφεὺς δέ, ὁ συμπλεύσας Ἡρακλεῖ, Μουσαίου διδάσκαλος Ἀμφίων γὰρ δυσὶ προάγει γενεαῖς τῶν Ἰλιακών, Δημόδοκος δὲ καὶ Φήμιος μετὰ τὴν Ἰλίου ἅλωσιν ὅ μὲν γὰρ παρὰ τοῖς Φαίαξιν, ὅ δὲ παρὰ τοῖς μνηστῆρσι) κατὰ τὸ κιθαρίζειν εὐδοκίμουν. καὶ τοὺς μὲν ἀναφερομένους εἰς Μουσαῖον χρησμοὺς Ὀνομακρίτου εἶναι λέγουσι, τὸν Κρατήρα δὲ τὸν Ὀρφέως Ζωπύρου τοῦ Ἡρακλεώτου τὴν τε Εἰς Ἅιδου κατάβασιν Προδίκου τοῦ Σαμίου. Ἴων δὲ ὁ Χῖος ἐν τοῖς Τριαγμοῖς καὶ Πυθαγόραν εἰς Ὀρφέα ἀνενεγκεῖν τίνα ἱστορεῖ. Ἐπιγένης δὲ ἐν τοῖς Περὶ τῆς εἰς Ὀρφέα ποιήσεως Κέρκωπος εἶναι λέγει τοῦ Πυθαγορείου τὴν Εἰς Ἅιδου κατάβασιν καὶ τὸν Ἱερὸν λόγον, τὸν δὲ Πέπλον καὶ τὰ Φυσικά Βροντίνου. ναὶ μὴν καὶ Τέρπανδρον ἀρχαΐζουσί τινες Ἐλλάνικος γοῦν τοῦτον ἱστορεῖ κατὰ Μίδαν γεγονέναι, Φανίας δὲ πρὸ Τερπάνδρου τιθεὶς Λέσχην τὸν Λέσβιον Ἀρχιλόχου νεώτερον φέρει τὸν Τέρπανδρον, διημιλλῆσθαι δὲ τὸν Λέσχην Ἀρκτίνῳ καὶ νενικηκέναιˑ Ξάνθος δὲ ὁ Λυδὸς περὶ τὴν ὀκτωκαιδεκάτην ὀλυμπιάδα (ὡς δὲ Διονύσιος, περὶ τὴν πεντεκαιδεκάτην) Θάσον ἐκτίσθαι, ὡς εἶναι συμφανές

 

 

236

τὸν Ἀρχίλοχον μετὰ τὴν εἰκοστὴν ἤδη γνωρίζεσθαι ὀλυμπιάδα, μέμνηται γοῦν καὶ τῆς Μαγνήτων ἀπωλείας προσφάτως γεγενημένης. Σιμωνίδης μὲν οὖν κατὰ Ἀρχίλοχον φέρεται, Καλλῖνος δὲ πρεσβύτερὸς οὐ μακρῷ· τῶν γὰρ Μαγνήτων ὁ μὲν Ἀρχίλοχος ἀπολωλότων, ὅ δὲ εὐημερούντων μέμνηταιˑ Εὔμηλος δὲ ὁ Κορίνθιος πρεσβύτερὸς ὧν ἐπιβεβληκέναι Ἀρχίᾳ τῷ Συρακούσας κτίσαντι.

(132) Καὶ ταῦτα μὲν προήχθημεν εἰπεῖν, ὅτι μάλιστα ἐν τοῖς πάνυ παλαιοῖς τοὺς τοῦ Κύκλου ποιητὰς τιθέασιν. ἤδη δὲ καὶ παρ’ Ἕλλησι χρησμολόγοι συχνοί γεγονέναι φέρονται, ὡς οἱ Βάκιδες (ὅ μὲν Βοιώτιος, ὅ δὲ Αρκάς), πολλὰ πολλοῖς προαγορεύσαντες. τῇ δὲ τοῦ Ἀθηναίου Ἀμφιλύτου συμβουλῇ καὶ Πεισίστρατος ἐκράτυνε τὴν τυραννίδα τὸν καιρὸν τῆς ἐπιθέσεως δηλώσαντος. σιγάσθω γὰρ Κομήτης ὁ Κρής, Κινύρας ὁ Κύπριος, Ἄδμητος ὁ Θετταλός, Ἀρισταῖος ὁ Κυρηναῖος, Ἀμφιάραος ὁ Ἀθηναῖος, Τιμόξενος ὁ Κερκυραῖος, Δημαίνετος ὁ Φωκαεύς, Ἐπιγένης ὁ Θεσπιεύς, Νικίας ὁ Καρύστιος, Ἀρίστων ὁ Θετταλός, Διονύσιος ὁ Καρχηδόνιος, Κλεοφῶν ὁ Κορίνθιος, Ἱππώ τε ἡ Χείρωνος καὶ Βοιὼ καὶ Μαντὼ καὶ τῶν Σιβυλλὼν τὸ πλῆθος, ἡ Σαμία ἡ Κολοφώνια ἡ Κυμαία ἡ Ἐρυθραία ἡ Φυτὼ ἡ Ταραξάνδρα ἡ Μακέτις ἡ Θετταλὴ ἡ Θεσπρωτίς, Κάλχας τε αὖ καὶ Μόψος, οἳ κατὰ τὰ Τρωϊκά γεγόνασι, πρεσβύτερὸς δὲ ὁ Μόψος, ὡς ἂν συμπλεύσας τοῖς Ἀργοναύταις. (133) φασὶ δὲ τὴν Μόψου καλουμένην Μαντικήν συντάξαι τὸν Κυρηναῖον Βάττον, Δωρόθεὸς τε ἐν τῷ πρώτῳ πανδέκτῃ ἀλκυόνος καὶ κορώνης ἐπακοῦσαι τὸν Μόψον ἱστορεῖ, προγνώσει δὲ καὶ Πυθαγόρας ὁ μέγας προσανεῖχεν αἰεὶ Ἄβαρίς τε ὁ Ὑπερβόρειος καὶ Ἀριστέας ὁ Προκοννήσιος Ἐπιμενίδης τε ὁ Κρής, ὅστις εἰς Σπάρτην ἀφίκετο, καὶ Ζωροάστρης ὁ Μῆδος Ἐμπεδοκλῆς τε ὁ Ἀκραγαντῖνος καὶ Φορμίων ὁ Αάκων, ναὶ μὴν Πολυάρατος ὁ Θάσιος Ἐμπεδότιμὸς τε ὁ Συρακούσιος ἐπὶ τε τούτοις Σωκράτης ὁ Ἀθηναῖος μάλισταˑ «ἔστι γὰρ μοι», φησὶν ἐν τῷ Θεάγει, «ἐκ παιδὸς ἀρξάμενον θείᾳ μοίρᾳ παραγινόμενον δαιμόνων σημεῖον, τοῦτο δὲ ἐστι φωνη, ῆ ὅταν γένηται, ἐπίσχει τοῦτο ὃ μέλλω πράττειν, προτρέπει δὲ οὐδέποτε.» Ἐξήκεστὸς τε ὁ Φωκέων τύραννος δύο δακτυλίους φορὼν γεγοητευμένους τῷ

 

 

237

ψόφῳ τῷ πρὸς ἀλλήλους διησθάνετο τοὺς καιροὺς τῶν πράξεων, ἀπέθανεν δὲ ὅμως δολοφονηθείς, καίτοι προσημήναντος τοῦ ψόφου, ὥς φησὶν Ἀριστοτέλης ἐν τῇ Φωκέων πολιτείᾳ. (134) ἀλλὰ καὶ τῶν παρ' Αἰγυπτίοις ἀνθρώπων ποτέ, γενομένων δὲ ἀνθρωπίνῃ δόξῃ θεῶν, Ἐρμης τε ὁ Θηβαῖος καὶ Ἀσκληπιὸς ὁ Μεμφίτης, Τειρεσίας τε αὖ καὶ Μαντὼ ἐν Θήβαις, ὥς φησιν Εὐριπίδης, Ἕλενος ἤδη καὶ Λαοκόων καὶ Οἰνώνη Κεβρῆνος ἐν Ἱλίῳ· Κρῆνος γὰρ εἶς τῶν Ἡρακλειδῶν ἐπιφανὴς φέρεται μάντις καὶ Ἴαμος ἄλλος ἐν ’Ἡλιδι, ἀφ' οὗ οἱ Ἰαμίδαι, Πολύιδὸς τε ἐν Ἄργει καὶ ἐν Μεγάροις, οὗ μέμνηται ἡ τραγῳδία. τί μοι Τήλεμον καταλέγειν, ὅς Κυκλώπων μάντις ὢν Πολυφήμῳ θεσπίζει τὰ κατὰ τὴν Ὀδυσσέως πλάνην, ἡ τὸν Ἀθήνησιν Ὀνομάκριτον ἡ τὸν Ἀμφιάρεων τὸν σὺν τοῖς ἐπτὰ τοῖς ἐπὶ Θήβας στρατεύσασι μιᾷ γενεᾷ τῆς Ἰλίου ἁλώσεως πρεσβύτερον φερόμενον ἡ Θεοκλύμενον ἐν Κεφαλληνίᾳ ἤ Τελμησσὸν ἐν Καρίᾳ ἤ Γαλέον ἐν Σικελίᾳ; εἶεν δ’ ἄν καὶ ἕτεροι πρὸς τούτοις, Ἴδμων ὁ σὺν τοῖς Αργοναύταις, Φημονόῃ Δελφίς, Μόψος ὁ Ἀπόλλωνος καὶ Μαντοῦς ἐν Παμφυλίᾳ καὶ Κιλικίᾳ, Ἀμφίλοχος Ἀμφιαράου ἐν Κιλικίᾳ, Ἀλκμέων ἐν Ἀκαρνασιν, Ἄνιος ἐν Δήλῳ Ἀρίστανδρός τε ὁ Τελμησσεὺς ὁ σὺν Ἀλεξάνδρῳ γενόμενος. ἤδη δὲ καὶ Ὀρφέα Φιλόχορος μάντιν ἱστορεῖ γενέσθαι ἐν τῷ πρώτῳ Περὶ μαντικῆς. (135) Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τίμαιος Ὀρθαγόραν τινὰ μάντιν ἀναγράφουσι, καθάπερ ὁ Σάμιος Πυθοκλῆς ἐν τετάρτῳ Ἱταλικὼν Γάιον Ἱούλιον Νέπωτα. ἀλλ’ οἱ μὲν «κλέπται πάντες καὶ λῃσταί,» ὡς φησὶν ἡ γραφή, τὰ πλεῖστα ἐκ παρατηρήσεως καὶ ἐξ εἰκότων προειρηκότες, καθάπερ οἱ φυσιογνωμονοῦντες ἰατροὶ τε καὶ μάντεις, οἱ δὲ καὶ ὑπὸ δαιμώνων κινηθέντες ἡ ὑδάτων καὶ θυμιαμάτων καὶ ἀέρος ποιοῦ ἐκταραχθέντες· παρὰ Ἐβραίοις δὲ οἱ προφῆται δυνάμει θεοῦ καὶ ἐπιπνοίᾳ, πρὸ μὲν τοῦ νόμου Ἀδάμ ἐπὶ τε τῆς γυναικὸς ἐπὶ τε τῆς ζῴων ὀνομασίας προθεσπίσας καὶ Νῶε μετάνοιαν κηρύξας Ἀβραὰμ τε καὶ Ἰσαὰκ καὶ Ἱακώβ ἄντικρυς οὐκ ὀλίγα τῶν μελλόντων καὶ ἤδη ἐνεστώτων προφαίνοντες. σὺν δὲ τῷ νόμῳ Μωυσῆς τε καὶ Ἀαρών, μεθ’ οὖς προφητεύουσιν Ἰησοῦς [ὁ] τοῦ Ναυῆ, Σαμουήλ, Γάδ, Νἀθαν, Αχίας, Σαμαίας, Ἰοὐ, Ἡλίας, Μιχαίας, Ἀβδιού, Ἐλισσαῖος, Ἀβδαδωναῖ, Ἀμὼς, Ἡσαΐας,

 

 

238

Ὠσηέ, Ἰωνᾶς, Ἰωὴλ, Ἱερεμίας, Σοφονίας, Βουζί, Ἰεζεκιήλ, Οὐρίας, Αμβακοὺμ, Ναούμ, Δανιὴλ, Μισαήλ, ὁ τοὺς συλλογισμούς, Ἀγγαῖος, Ζαχαρίας καὶ ὁ ἐν τοῖς δώδεκα Ἄγγελος. (136) γίνονται δὲ οἱ πάντες προφῆται πέντε καὶ τριάκοντα, γυναικῶν δὲ (καὶ γὰρ καὶ αὗται προεφήτευον) Σάῤῥα τε καὶ Ῥεβέκκα καὶ Μαριὰμ Δεββώρα τε καὶ Ὀλδά. ἔπειτα περὶ τοὺς αὐτοὺς χρόνους Ἰωάννης προφητεύει μέχρι τοῦ σωτὴρίου βαπτίσματος, μετὰ δὲ τὴν γένεσιν τοῦ Χριστοῦ Ἄννα καὶ Συμεὼν Ζαχαρίας γὰρ ὁ Ἰωάννου πατὴρ καὶ πρὸ τοῦ παιδὸς προφητεύειν ἐν τοῖς εὐαγγελίοις λέγεται.

Ἄνωθεν οὖν ἀπὸ Μωυσέως συναγάγωμεν τὴν καθ' Ἕλληνας χρονογραφίαν ἀπὸ τῆς Μωυσέως γενέσεως ἐπὶ τὴν ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἐξοδον ἔτη ὀγδοηκοντα καὶ τὰ μέχρι τῆς τελευτῆς αὐτοῦ ἀλλὰ τεσσαράκονταγίνεται ἡ ἔξοδος κατὰ Ἴναχον πρὸ τῆς Σωθιακῆς περιόδου ἐξελθόντος ἀπ' Αἰγύπτου Μωυσέως ἔτεσι πρότερον τριακοσίοις τεσσαράκοντα ε. ἀπὸ δὲ τῆς Μωυσέως στρατηγίας καὶ Ἰνάχου ἐπὶ τὸν Δευκαλίωνος κατακλυσμόν, τὴν δευτέραν λέγω ἐπομβρίαν, καὶ ἐπὶ τὸν Φαέθοντος ἐμπρησμόν, ἅ δὴ συμβαίνει κατὰ Κρότωπον, γενεαὶ τεσσαράκοντα ἀριθμοῦνταιείς μέντοι τὰ ἑκατὸν ἔτη τρεῖς ἐγκαταλέγονται γενεαί. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἐπὶ τὸν Ἴδης ἐμπρησμὸν καὶ τὴν εὕρεσιν τοῦ σιδήρου καὶ Ἰδαίους δακτύλους ἔτη ἐβδομήκοντα τρία, ὡς φησι Θράσυλλος. καὶ ἀπὸ Ἴδης ἐμπρησμοῦ ἐπὶ Γανυμήδους ἁρπαγήν ἔτη ἐξήκοντα πέντε. (137) ἐντεῦθεν δὲ ἐπὶ τὴν Περσέως στρατείαν, ὅτε καὶ Γλαῦκος ἐπὶ Μελικέρτῃ τὰ Ἴσθμια ἔθηκεν, ἔτη πεντεκαίδεκα. ἀπὸ δὲ Περσέως στρατείας ἐπὶ Ἰλίου κτίσιν ἔτη τριάκοντα τέσσαρα. ἐντεῦθεν ἐπὶ τὸν ἔκπλουν τῆς Ἀργοῦς ἔτη ἐξήκοντα τέσσαρα. ἐκ τοῦτου ἐπὶ Θησέα καὶ Μινώταυρον ἔτη τριάκοντα δύο, εἶτα ἐπὶ τοὺς ἐπτὰ ἐπὶ Θήβαις ἔτη δέκα, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἀγώνα, ὃν Ἡρακλῆς ἔθηκεν ἐπὶ Πέλοπι, ἔτη τρία, εἰς τε τὴν Ἀμαζόνων εἰς Ἀθήνας στρατείαν καὶ τὴν Ελένης ὑπὸ Θησέως ἀρπαγὴν ἔτη ἐννέα. ἐντεῦθεν ἐπὶ τὴν Ἡρακλέους ἀποθέωσιν ἔτη ἔνδεκα, εἶτα ἐπὶ τὴν Ἑλένης ὑπὸ Ἀλεξάνδρου ἀρπαγὴν ἔτη τέσσαρα. [εἶτα ἐπὶ τὴν Τροίας διλωσιν ἔτη εἴκοσι.] ἀπὸ δὲ Τροίας ἁλώσεως ἐπὶ τὴν Αἰνείου κάθοδον καὶ κτίσιν Λαουινίου ἔτη δέκα, ἐπὶ τε τὴν

 

 

239

Ἀσκανίου ἀρχὴν ἔτη ὀκτώ, καὶ ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑξήκοντα ἔν, ἐπὶ τε τὴν Ἰφίτου ὀλυμπιάδα ἔτη τριακόσια τριάκοντα οκτώ.

(138) Ἐρατοσθένης δὲ τοὺς χρόνους ὧδε ἀναγράφει· ἀπὸ μὲν Τροίας ἁλώσεως ἐπὶ Ἡρακλειδῶν κάθοδον ἔτη ὀγδοήκοντα· ἐντεῦθεν δὲ ἐπὶ τὴν Ἰωνίας κτίσιν ἔτη ἑξήκοντα· τὰ δὲ τούτοις ἑξῆς ἐπὶ μὲν τὴν ἐπιτροπίαν τὴν Λυκούργου ἔτη ἑκατὸν πεντήκοντα ἐννέα· ἐπὶ δὲ [τὸ] προηγούμενον ἔτος τῶν πρώτων ’Ολυμπίων ἔτη ἑκατὸν οκτώˑ ἀφ' ἧς ὀλυμπιάδος ἐπὶ τὴν Ξέρξου διἀβασιν ἔτη διακόσια ἐνενήκοντα ἐπτὰ ἀφ' ἧς ἐπὶ τὴν ἀρχὴν τοῦ Πελοποννησιακοῦ πολέμου ἔτη τεσσαράκοντα οκτώ· καὶ ἐπὶ τὴν κατάλυσιν καὶ Ἀθηναίων ἧτταν ἔτη εἴκοσι ἐπτά· καὶ ἐπὶ τὴν ἐν Αεύκτροις μάχην ἔτη τριάκοντα τέσσαραˑ μεθ' ἤν ἐπὶ τὴν Φιλίππου τελευτὴν ἔτη τριάκοντα πέντε· μετὰ δὲ ταῦτα ἐπὶ τὴν Ἀλεξάνδρου μεταλλαγήν ἔτη δώδεκα.

Πάλιν ἀπὸ τῆς πρώτης ὀλυμπιάδος 'ένιοι φασιν ἐπὶ Ῥώμης κτίσιν συνάγεσθαι ἔτη εἴκοσι τέσσαρα. ἐντεῦθεν ἐπὶ τὴν βασιλέων ἀναίρεσιν, [δτε] ὑπατοι ἐγένοντο, [ἐπὶ] ἔτη διακόσια τεσσαράκοντα τρία, ἀπὸ δὲ τῆς βασιλέων ἀναιρέσεως ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν ἔτη ἑκατὸν ὀγδοήκοντα ἐξ. (139) ἐντεῦθεν ἐπὶ τὴν Αύγούστου νίκην, ὅτε Ἀντώνιος ἀπέσφαξεν ἑαυτόν ἐν Ἀλεξανδρείᾳ, ἔτη διακόσια ἐνενήκοντα τέσσαρα, [ὅτε] ὑπάτευεν Αύγουστος τὸ τέταρτον, ἀφ' οὗ χρόνου ἐπὶ τὸν ἀγῶνα, ὅν ἐθηκε Δομετιανὸς ἐν Ῥώμῃ, ἔτη ἑκατὸν δεκατέσσαρα, ἀπὸ δὲ τοῦ πρώτου ἀγῶνος ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη ἑκατὸν ἔνδεκα.

Εἰσὶ δὲ οἱ ἀπὸ Κέκροπος μὲν ἐπὶ Ἀλέξανδρον τὸν Μακεδόνα συνάγουσιν ἔτη χίλια οκτακόσια εἴκοσι ὀκτώ, ἀπὸ δὲ Δημοφώντος χίλια διακόσια πεντήκοντα, καὶ ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἡρακλειδῶν κάθοδον ἔτη ἑκατὸν εἴκοσι ἤ ἑκατὸν ὀγδοήκοντα. ἀπὸ τοῦτου ἐπὶ Εὐαίνετον ἄρχοντα, ἐφ' οὗ φασιν Ἀλέξανδρον εἰς τὴν Ἀσίαν διαβήναι, ὡς μὲν Φανίας ἔτη ἐπτακόσια δεκαπέντε, ὡς δὲ Ἐφορος ἐπτακόσια τριάκοντα πέντε, ὡς δὲ Τίμαιος καὶ Κλείταρχος οκτακόσια εἴκοσι, ὡς δὲ Ἐρατοσθένης ἐπτακόσια ἐβδομήκοντα [τέσσαρα], ὡς δὲ Δοῦρις ἀπὸ Τροίας ἁλώσεως ἐπὶ τὴν Ἀλεξάνδρου εἰς Ἀσίαν διάβασιν ἔτη χίλια.

 

 

240

ἐντεῦθεν ἐπὶ Εὐαίνετον τὸν Ἀθήνησιν ἄρχοντα, ἐφ' οὗ θνήσκει Ἀλέξανδρος, ἔτη ια. ἐντεῦθεν ἐπὶ τὴν ἡγεμονίαν Γερμανικοί Κλαυδίου Καίσαρος ἔτη τριακόσια ἑξήκοντα πέντε, ἀφ' οὗ χρόνου δῆλα γίνεται καὶ τὰ ἐπὶ τὴν Κομόδου τελευτὴν ἔτη· ὅσα γε συνάγεται.

(140) Μετὰ δὲ τὰ Ἑλληνικά καὶ ἀπὸ τῶν κατὰ τοὺς [βαρ]βάρους χρόνων ἀποδοτέον κατὰ τὰ μέγιστα διαστήματα, ἀπὸ μὲν Ἀδάμ ἕως τοῦ κατακλυσμοῦ συνάγεται ἔτη δισχίλια ἑκατὸν τεσσαράκοντα ὀκτὼ ἡμέραι τέσσαρες, ἀπὸ δὲ Σὴμ ἕως Ἀβραὰμ ἔτη χίλια διακόσια ν, ἀπὸ δὲ Ἰσαὰκ ἕως τῆς κληροδοσίας ἔτη ἐξακόσια δέκα ἔξ. ἔπειτα ἀπὸ κριτὼν ἕως Σαμουὴλ ἔτη τετρακόσια ἑξήκοντα τρία μήνες ἐπτά. καὶ μετὰ τοὺς κριτάς βασιλείων ἔτη πεντακόσια ἐβδομήκοντα δύο μήνες ἐξ ἡμέραι δέκα, μεθ’ οὖς χρόνους Περσικής βασιλείας ἔτη διακόσια τριάκοντα πέντε, ἔπειτα τῆς Μακεδονικής ἕως Αντωνίου ἀναιρέσεως ἔτη τριακόσια δώδεκα ἡμέραι δεκαοκτώ, μεθ’ ὃν χρόνον ἡ Ῥωμαίων βασιλεία ἕως τῆς Κομόδου τελευτῆς ἔτη διακόσια εἴκοσι δύο. πάλιν τε αὖ ἀπὸ τῆς εβδομηκονταετοὺς αἰχμαλωσίας καὶ τῆς τοῦ λαοῦ εἰς πατρῴαν γῆν ἀποκαταστάσεως εἰς τὴν αἰχμαλωσίαν τὴν ἐπὶ Οὐεσπεσιανοῦ ἔτη συνάγεται τετρακόσια δέκα, τελευταία δὲ ἀπὸ Οὐεσπεσιανοῦ ἕως τῆς Κομόδου τελευτῆς εὑρίσκεται ἔτη ἑκατὸν εἴκοσι ἐν μήνες ἐξ ἡμέραι εἴκοσι τέσσαρες.

(141) Δημήτριος δὲ φησὶν ἐν τῷ Περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὴν Ἱούδα φυλήν καὶ Βενιαμεὶν καὶ Λευὶ μὴ αἰχμαλωτισθῆναι ὑπὸ τοῦ Σεναχηρείμ, ἀλλ’ εἶναι ἀπὸ τῆς αἰχμαλωσίας ταύτης εἰς τὴν ἐσχάτην, ἣν ἐποιήσατο Ναβουχοδονόσορ ἐξ Ἱεροσολύμων, ἔτη ἑκατὸν εἴκοσι ὀκτὼ μῆνας ἐξ. ἀῳ οὗ δὲ αἱ φυλαί αἱ δέκα ἐκ Σαμαρείας αἰχμάλωτοι γεγόνασιν ἕως Πτολεμαίου τετάρτου ἔτη πεντακόσια ἐβδομήκοντα τρία μῆνας ἐννέα, ἀῳ οὗ δὲ ἐξ Ἱεροσολύμων ἔτη τριακόσια τριάκοντα ὀκτὼ μῆνας τρεῖς.

Φίλων δὲ καὶ αὐτὸς ἀνέγραψε τοὺς βασιλεῖς τοὺς Ἰουδαίων διαφώνως τῷ Δημητρίῳ. ἔτι δὲ καὶ Εὐπόλεμος ἐν τῇ ὁμοίᾳ πραγματείᾳ τὰ πάντα ἔτη φησὶν ἀπὸ Ἀδάμ ἄχρι τοῦ πέμπτου ἔτους Δημητρίου βασιλείας Πτολεμαίου τὸ δωδέκατον βασιλεύοντος Αἰγύπτου συνάγεσθαι ἔτη ἔρμθ. ἀφ’ οὗ δὲ χρόνου

 

 

241

ἐξήγαγε Μωυσῆς τοὺς Ἱουδαίους ἐξ Αἰγυπτον ἐπὶ τὴν προειρημένην προθεσμίαν συνάγεσθαι ἔτη [δισ]χίλια πεντακόσια ὀγδοήκοντα. ἀπὸ δὲ τοῦ χρόνου τοῦτου ἄχρι τῶν ἐν Ρώμῃ ὑπάτων Γναίου Δομετίου καὶ Ἀσινίου συναθροίζεται ἔτη ἑκατὸν εἴκοσι.

(142) Ἔφορος δὲ καὶ ἄλλοι πολλοὶ τῶν ἱστορικὼν καὶ ἔθνη καὶ γλώσσας πέντε καὶ ἐβδομήκοντα λέγουσιν εἶναι, ἐπακούσαντες τῆς φωνῆς Μωυσέως λεγοὑσηςˑ «ἦσαν δὲ πᾶσαι αἱ ψυχαὶ ἐξ Ἱακώβ πέντε καὶ ἐβδομήκοντα αἱ εἰς Αἰγυπτον κατελθουσαι.» φαίνονται δὲ εἶναι καὶ κατὰ τὸν ἀληθῆ λόγον αἱ γενικαί διάλεκτοι δύο καὶ ἐβδομήκοντα ὡς αἱ ἡμέτεραι παραδιδόασι γραφαί, αἱ δὲ ἄλλαι αἱ πολλαὶ ἐπὶ κοινωνίᾳ διαλέκτων δύο ἡ τριῶν ἡ καὶ πλειόνων γίνονται, διάλεκτος δὲ ἐστι λέξις ἴδιον χαρακτῆρα τόπου ἐμφαίνουσα, ἡ λέξις ἴδιον ἡ κοινὸν ἐθνους ἐπιφαίνουσα χαρακτῆρα, φασὶ δὲ οἰ Ἕλληνες διαλέκτους εἶναι τὰς παρὰ σφίσι ε, Ἀτθίδα, Ἰἀδα, Δωρίδα, Αἰολίδα καὶ πέμπτην τὴν κοινήν, ἀπεριλήπτους δὲ οὔσας τὰς βαρβάρων φωνὰς μηδὲ διαλέκτους, ἀλλὰ γλώσσας λέγεσθαι. (143) ὁ Πλάτων δὲ καὶ τοῖς θεοῖς διάλεκτον ἀπονέμει τινά, μάλιστα μὲν ἀπὸ τῶν ὀνειράτων τεκμαιρόμενος καὶ τῶν χρησμῶν, ἄλλως δὲ καὶ ἀπὸ τῶν δαιμονώντων, οἱ τὴν αὐτῶν οὐ φθέγγονται φωνὴν οὐδὲ διάλεκτον, ἀλλὰ τὴν τῶν ὑπεισιόντων δαιμώνων, οἴεται δὲ καὶ ἀλογων ζῴων διαλέκτους εἶναι, ὧν τὰ ὁμογενή ἐπακούειν. ἑλέφαντος γοῦν ἐμπεσόντος εἰς βόρβορον καὶ βοήσαντος παρὼν τις ἄλλος καὶ τὸ συμβάν θεωρήσας ὑποστρέψας μετ' οὐ πολὺ ἄγει μεθ’ ἑαυτοῦ ἀγέλην ἑλεφάντων καὶ σῴζει τὸν ἐμπεπτωκότα. φασὶ δὲ καὶ ἐν τῇ Λιβύῃ σκορπίον, ἐὰν μὴ ἐφικνήται παίειν τὸν ἄνθρωπον, ἀπιόντα μετὰ πλειόνων ἀναστρέφειν, ἐξαρτώμενον δὲ θάτερον θατέρου ἀλύσεως δίκην, οὕτως δὴ φθάνειν ἐπιχειροῦντα τῇ ἐπιβουλή, οὐ δὴ που νεύματι ἀφανεῖ τῶν ἀλόγων ζῴων κεχρημένων οὐδὲ μὴν τῷ σχήματι μηνυόντων σφίσιν, ἀλλ’, οἶμαι, τῇ οἰκείᾳ διαλέκτῳ. φασὶ δὲ καὶ ἄλλοι τινὲς, ὡς εἴ τις ἰχθὺς ἀνασπώμενος τῆς μηρίνθου ἀποῤῥαγείσης ἀποδράσει, οὐκέτ' ἂν ἐν τῷ αὐτῷ τόπῳ τοῦ αὐτοῦ εἴδους ἰχθὺς αὐτῆς ἐκείνης εὐρεθήσεται τῆς ἡμέρας. αἱ δὲ πρῶται καὶ γενικαί διάλεκτοι βάρβαροι μέν, φύσει δὲ τὰ ὀνόματα ἔχουσιν, ἐπεὶ καὶ τὰς εὐχὰς ὁμολογοῦσιν οἰ

 

 

242

ἄνθρωποι δυνατωτέρας εἶναι τὰς βαρβάρῳ φωνῇ λεγομένας. καὶ Πλάτων δὲ ἐν Κρατύλῳ τὸ πῦρ ἑρμηνεῦσαι βουλόμενος βαρβαρικὸν φησὶν εἶναι τὸ ὅνομα. μαρτυρεῖ γοῦν τοῦς Φρύγας οὔτω. καλοῦντας «μικρὸν τι παρακλίνοντας».

(144) Οὐδὲν δὲ οἶμαι ἐπὶ τούτοις χεῖρον καὶ τοὺς χρόνους τῶν Ῥωμαῖκὼν βασιλέων παραθέσθαι εἰς ἐπίδειξιν τῆς τοῦ σωτῆρος γενέσεωςˑ Αὔγουστος ἔτη τεσσαράκοντα τρία, Τιβέριος ἔτη κβ, Γάιος ἔτη δ, Κλαύδιος ἔτη ιδ, Νέρων ἔτη ιδ, Γάλβας ἔτος ἔν, Οὐεσπεσιανὸς ἔτη ι, Τίτος ἔτη γ, Δομιτιανὸς ἔτη ιε, Νέρβας ἔτος α, Τραῖανὸς ἔτη ιθ, Ἀδριανὸς ἔτη κα, Ἀντωνῖνος ἔτη κγ, ὁμοίως πάλιν Ἀντωνῖνος καὶ Κόμοδος ἔτη λβ. γίνεται τὰ πάντα ἀπὸ Αὐγούστου ἕως Κομόδου [τελευτῆς] ἔτη σκβ, καὶ τὰ ἀπὸ Ἀδάμ ἕως Κομόδου τελευτῆς ἔτη εψπδ μῆνες δύο ἡμέραι δώδεκα, τινες μέντοι τοὺς χρόνους τῶν Ῥωμαϊκῶν βασιλέων οὕτως ἀναγράφουσιˑ Γάιος Ἰούλιος Καῖσαρ ἔτη γ μῆνας δ ἡμέρας ζ, μεθ' ὃν Αὐγουστος ἐβασίλευσεν ἔτη μζ μῆνας δ ἡμέραν μίαν, ἔπειτα Τιβέριος ἔτη κζ μῆνας ζ ἡμέρας ἰθ, ον διαδέχεται Γάιος Καῖσαρ ἔτη τρία μῆνας ι ἡμέρας οκτώτοῦτον Κλαύδιος ἔτη ιγ μῆνας ἡ ἡμέρας κῃ, Νέρων ἔτη ιγ μῆνας ὀκτὼ ἡμέρας κῃ, Γάλβας μῆνας ἑπτὰ ἡμέρας ζ, Ὄθων μῆνας ε ἡμέραν α, Οὐιτέλλιος μῆνας ἑπτὰ ἡμέραν α, Οὐεσπεσιανὸς ἔτη ια μῆνας ια ἡμέρας κβ, Τίτος ἔτη β μῆνας β, Δομιτιανὸς ἔτη ιε μῆνας ἡ ἡμέρας ε, Νέρβας ἔτος α μῆνας δ ἡμέρας ι, Τραϊανὸς ἔτη ἰθ μῆνας ζ ἡμέρας ιε, Ἀδριανὸς ἔτη κ μῆνας ι ἡμέρας κῃ, Ἀντωνῖνος ἔτη κβ μῆνας τρεῖς ἡμέρας ζ, Μάρκος Αὐρηλιος Ἀντωνίνος ἔτη ἰθ ἡμέρας ια, Κόμοδος ἔτη ιβ μῆνας θ ἡμέρας ιδ. ἀπὸ Ἱουλίου τοίνυν Καίσαρος ἕως Κομόδου τελευτῆς γίνονται ἔτη σλζ μήνες ζ. συνάγεται δὲ πάντα τὰ ἀπὸ Ῥωμύλου τοῦ κτίσαντος Ῥώμην ἕως Κομοδου τελευτῆς ϡμγ μήνες ζ.

(145) Ἐγεννήθη δὲ ὁ κύριος ἡμῶν τῷ όγδόῳ καὶ εἰκοσπῷ ἔτει, ὅτε πρῶτον ἐκέλευσαν ἀπογραφὰς γενέσθαι ἐπὶ Αὐγούστου. ὅτι δὲ τοῦτ ἀληθὲς ἐστιν, ἐν τῷ εὐαγγελίῳ τῷ κατὰ Λουκᾶν γέγραπται οὐτως«έτει δὲ πεντεκαιδεκάτω ἐπὶ Τιβερίου Καίσαρος ἐγένετο ῥῆμα κυρίου ἐπὶ ’ Ἰωάννην τὸν Ζαχαρίου υἱόν.» καὶ πάλιν ἐν τῷ αὐτῷ· «ἤν δὲ Ἰησοῦς ἐρχόμενος ἐπὶ τὸ βάπτισμα ὡς ἐτὼν λ.» καὶ ὅτι ἐνιαυτὸν μόνον ἔδει αὐτὸν κηρῦξαι, καὶ τοῦτο γέγραπται οὐτωςˑ «ἐνιαυτὸν

 

 

243

δεκτὸν κυρίου κηρῦξαι ἀπέστειλέν με.» τοῦτο καὶ ὁ προφήτης εἶπεν καὶ τὸ εὐαγγέλιον. πεντεκαίδεκα οὖν ἔτη Τιβερίου καὶ πεντεκαίδεκα Αὐγούστου, οὔτω πληροῦται τὰ τριάκοντα ἔτη ἕως οὗ ἔπαθεν. ἀφ' οὗ δὲ ἔπαθεν ἕως τῆς καταστροφῆς Ἱερουσαλὴμ γίνονται ἔτη μβ μήνες γ, καὶ ἀπὸ τῆς καταστροφῆς Ἱερουσαλὴμ ἕως Κομόδου τελευτῆς ἔτη ρκβ μήνες ι ἡμέραι ιγ. γίνονται οὖν ἀφ’ οὗ ὁ κύριος ἐγεννήθη ἕως Κομόδου τελευτῆς τὰ πάντα ἔτη ρϙδ μὴν εἶς ἡμέραι ιγ. εἰσὶ δὲ οἱ περιεργότερον τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν οὐ μόνον τὸ ἔτος, ἀλλὰ καὶ τὴν ἡμέραν προστιθέντες, ἤν φασιν ἔτους κῃ Αὐγούστου ἐν πέμπτῃ Παχὼν καὶ εἰκάδι.

(146) Οἱ δὲ ἀπὸ Βασιλείδου καὶ τοῦ βαπτίσματος αὐτοῦ τὴν ἡμέραν ἐορτάζουσι προδιανυκτερεύοντες [ἐν] ἀναγνώσεσι. φασὶ δὲ εἶναι τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος τὴν πεντεκαιδεκάτην τοῦ Τυβὶ μηνός, τινὲς δὲ αὖ τὴν ἐνδεκάτην τοῦ αὐτοῦ μηνός. τὸ τε πάθος αὐτοῦ ἀκριβολογούμενοι φέρουσιν οἴμέν τινες τῷ ἐκκαιδεκάτω ἔτει Τιβερίου Καίσαρος Φαμὲνώθ κε, οἴδέ Φαρμουθὶ κε· ἄλλοι δὲ Φαρμουθὶ ἰθ πεπονθέναι τὸν σωτῆρα λέγουσιν. ναὶ μὴν τινες αὐτῶν φασι Φαρμουθὶ γεγενῆσθαι κδ ἢ κε.

Ἔτι δὲ κάκεῖνα τῇ χρονογραφίᾳ προσαποδοτέον, τὰς ἡμέρας λέγω, ἃς αἰνίττεται Δανιὴλ ἀπὸ τῆς ἐρημώσεως Ἱερουσαλὴμ, τὰ Οὐεσπεσιανοῦ ἔτη ζ μῆνας ια. τὰ γὰρ δύο ἔτη προσλαμβάνεται τοῖς Ὄθωνος καὶ Γάλβα καὶ Οὐιτελλίου μησὶ ιζ ἡμέραις ἡ καὶ οὕτω γίνεται ἔτη τρία καὶ μήνες ζ, ὅ ἐστι «τὸ ἥμισυ τῆς ἑβδομάδος,» καθὼς εἴρηκε Δανιὴλ ὁ προφήτης, εἴρηκεν δὲ βτ ἡμέρας γενέσθαι ἀφ’ οὗ ἔστη τὸ βδέλυγμα ὑπὸ Νέρωνος εἰς τὴν πόλιν τὴν ἁγίαν μέχρι τῆς καταστροφῆς αὐτῆς. οὕτω γὰρ τὸ ῥητὸν τὸ ὑποτεταγμένον δείκνυσιν «ἕως πότε ἡ ὅρασις στήσεται, ἡ θυσία ἡ ἀρθεῖσα [καὶ] ἡ ἁμαρτία ἐρημώσεως ἡ δοθεῖσα, καὶ ἡ δύναμις καὶ τὸ ἅγιον συμπατηθήσεται; καὶ εἶπεν αὐτῷ, ἕως ἑσπέρας καὶ πρωί, ἡμέραι βτ καὶ ἀρθήσεται τὸ ἅγιον.» αὗται οὖν αἱ βτ ἡμέραι γίνονται ἔτη ζ, μήνες δ, ὧν τὸ ἥμισυ κατέσχε Νέρων βασιλεύων, καὶ ἐγένετο ἥμισυ ἑβδομάδος· τὸ δὲ ἥμισυ Οὐεσπεσιανὸς σὺν Ὄθωνι καὶ Γάλβᾳ καὶ Οὐιτελλίῳ. καὶ διὰ τοῦτο λέγει Δανιὴλ· «μακάριος ὁ φθάσας εἰς ἡμέρας ἀτλε.»

 

 

244

μέχρι γὰρ τούτων τῶν ἡμερῶν ὁ πόλεμος ἦν, μετὰ δὲ ταῦτα ἐπαὑσατο. (147) δείκνυται δὲ καὶ οὗτος ὁ ἀριθμὸς ἐκ τοῦ ὑποτεταγμένον κεφαλαίου ἔχοντος ὧδεˑ «καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ δοθῆναι βδέλυγμα ἐρημώσεως ἡμέρας αςϙ, μακάριος ὁ ὑπομένων καὶ φθάσας εἰς ἡμέρας ἀτλε.»

Φλαύιος δὲ Ἰώσηπος ὁ Ἰουδαῖος ὁ τὰς Ἰουδαϊκὰς συντάξας ἱστορίας καταγαγὼν τοὺς χρόνους φησὶν ἀπὸ Μωυσέως ἕως Δαβὶδ ἔτη γίγνεσθαι φπε, ἀπὸ δὲ Δαβὶδ ἕως Οὐεσπεσιανοῦ δευτέρου ἔτους ἀροθ. εἶτα ἀπὸ τοῦτου μέχρι Ἀντωνίνου δεκάτου ἔτους ἔτη οζ, ὡς εἶναι ἀπὸ Μωυσέως ἐπὶ τὸ δέκατον ἔτος Ἀντωνίνου πάντα ἔτη αωλγ. ἄλλοι δὲ μέχρι τῆς Κομόδου τελευτῆς ἀριθμήσαντες ἀπὸ Ἰνάχου καὶ Μωυσέως ἔτη ἔφησαν γίνεσθαι αωμβ, οἱ δὲ αϡκα. ἐν δὲ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ ἡ ἀπὸ Ἀβραὰμ γενεαλογία μέχρι Μαρίας τῆς μητρὸς τοῦ κυρίου περαιοῦται· «γίνονται γὰρ,» φησὶν, «ἀπὸ Ἀβραὰμ ἕως Δαβὶδ γενεαί ιδ, καὶ ἀπὸ Δαβὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαί ιδ, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ ὁμοίως ἄλλαι γενεαί ιδ,» τρία διαστήματα μυστικά ἓξ ἐβδομάσι τελειούμενα.

XXII. (148) Καὶ τὰ μὲν περὶ τῶν χρόνων διαφόρως πολλοῖς ἱστορηθέντα καὶ πρὸς ἡμῶν ἐκτεθέντα ὧδε ἐχέτω, ἐρμηνευθήναι δὲ τὰς γραφὰς τὰς τε τοῦ νόμου καὶ τὰς προφητικάς ἐκ τῆς τῶν Ἑβραίων διαλέκτου εἰς τὴν Ἑλλάδα γλῶττάν φασιν ἐπὶ βασιλέως Πτολεμαίου τοῦ Λάγου ἢ ὡς τινες ἐπὶ τοῦ Φιλαδέλφου ἐπικληθέντος, τὴν μεγίστην φιλοτιμίαν εἰς τοῦτο προσενεγκαμένου, Δημητρίου τοῦ Φαληρέως [καὶ] τὰ περὶ τὴν ἑρμηνείαν ἀκριβῶς πραγματευσαμένου· ἔτι γὰρ Μακεδόνων τὴν Ασίαν κατεχόντων φιλοτιμούμενος ὁ βασιλεὺς τὴν ἐν Ἀλεξανδρείᾳ πρὸς αὐτοῦ γενομένην βιβλιοθήκην πᾶσαις κατακοσμήσαι γραφαῖς ἠξίωσε καὶ τοὺς Ἱεροσολυμίτας τὰς παρ' αὐτοῖς προφητείας εἰς τὴν Ἑλλάδα διάλεκτον ἐρμηνεῦσαι. (149) οἱ δὲ ἅτε ἔτι ὑπακούοντες Μακεδόσι τῶν παρὰ σφίσιν εὐδοκιμωτάτων περὶ τὰς γραφὰς ἐμπειρους καὶ τῆς Ἑλληνικῆς διαλέκτου εἰδήμονας ἐβδομήκοντα πρεσβυτέρους ἐκλεξάμενοι ἀπέστειλαν αὐτῷ μετὰ καὶ τῶν θείων βίβλων, ἐκάστου δὲ ἐν μέρει κατ' ἰδίαν ἐκάστην ἐρμηνεύσαντος προφητείαν συνέπνευσαν αἱ πᾶσαι ἐρμηνεῖαι συναντιβληθεῖσαι καὶ τὰς διανοίας καὶ τὰς λέξεις· θεοῦ γὰρ ἦν βούλημα μεμελετημένον εἰς Ἐλληνικάς ἀκοὰς. οὐ

 

 

245

δὴ ξένον ἐπιπνοίᾳ θεοῦ τοῦ τὴν προφητείαν δεδωκότος καὶ τὴν ἑρμηνείαν οἱονεὶ Ἑλληνικὴν προφητείαν ἑνεργεῖσθαι, ἐπεὶ κἂν τῇ [ἐπὶ] Ναβουχοδονόσορ αἰχμαλωσίᾳ διαφθαρεισῶν τῶν γραφῶν κατὰ τοὺς Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνους ἐπίπνους Ἔσδρας ὁ Λευίτης ὁ ἱερεὺς γενόμενος πάσας τὰς παλαιἀς αὖθις ἀνανεοὐμενος προεφήτευσε γραφὰς.

(150) Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφειˑ «κατηκολούθηκε δὲ καὶ ὁ Πλάτων τῇ καθ' ἡμᾶς νομοθεσίᾳ, καὶ φανερὸς ἐστι περιειργασμένος ἔκαστα τῶν ἐν αὐτῆ λεγομένων, διηρμήνευται δὲ πρὸ Δημητρίου ὐφ' ἐτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἑπικρατήσεως, τὰ τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις· ὥστε εὔδηλον εἶναι τὸν προειρημένου φιλόσοφον εἰληφέναι πολλὰ (γέγονε γὰρ πολυμαθής), καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ' ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν.» Νουμήνιος δὲ ὁ Πυθαγόρειος φιλόσοφος ἄντικρυς γράφει· «τί γὰρ ἐστι Πλάτων ἢ Μωυσῆς ἀττικίζων;» οὗτος ὁ Μωυσῆς θεολόγος καὶ προφήτης, ὡς δὲ τινες νόμων ἱερῶν ἐρμηνεὺς ἦν. τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις καὶ τὸν βίον ἀξιόπιστοι κηρύσσουσαι αὐταὶ αἱ γραφαί, λεκτέον δὲ ὅμως καὶ ἡμῖν ὡς ὅτι μάλιστα [δῖ ὀλίγων].

XXIII. (151) Μωυσῆς [οὖν] ἄνωθεν τὸ γένος Χαλδαῖος ὼν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἰγυπτον μεταναστάντων. ἑβδομη γενεᾷ γεννηθείς καὶ τραφείς βασιλικώς περιστάσει κέχρηται τοιαύτη. εἰς πολυανθρωπίαν ἐπιδεδωκότων ἐν Αἰγύπτῳ τῶν Ἑβραίων δείσας ὁ βασιλεὺς τῆς χώρας τὴν ἐκ τοῦ πλήθους ἐπιβουλήν τῶν γεννωμένων ἐκ τῶν Ἑβραίων κελεύει τὰ μὲν θήλεα τρέφειν αὐτοὺς (ἀσθενές γὰρ εἰς πόλεμον γυνή), διαφθείρειν δὲ τὰ αῤῥενα εὐαλκή νεότητα ὑφορώμενος. εὐπατρίδην δὲ τὸν παῖδα ὅντα τρεῖς ἐφεξῆς κρύπτοντες ἐτρεφον μῆνας οἰ γονεῖς νικώσης τῆς φυσικῆς εὐνοιας τὴν τυραννικήν ὠμότητα, δείσαντες δὲ ὕστερον μὴ συναπόλωνται τῷ παιδί, ἐκ βίβλου τῆς ἐπιχωρίου σκεῦὸς τι ποιησάμενοι τὸν παῖδα ἐνθέμενοι ἐκτιθέασι παρὰ τὰς ὅχθας τοῦ ποταμοῦ ἑλώδους ὅντος, ἐπετήρει δὲ τὸ ἀποβησόμενον ἄπωθεν ἑστῶσα τοῦ παιδὸς ἡ ἀδελφῇ. (152) ἐνταῦθα ἡ

 

 

246

θυγάτηρ τοῦ βασιλέως, συχνῷ χρόνῳ μὴ κυίσκουσα, τέκνων δὲ ἐπιθυμούσα, ἐκείνης ἀφικνεῖται τῆς ἡμέρας ἐπὶ τὸν ποταμῶν λουτροῖς καὶ περιῤῥαντηρίοις χρησομένη, ἐπακούσασα δὲ κλαυθμυριζομένου τοῦ παιδὸς κελεύει προσενεχθήναι αὐτῇ καὶ κατοικτείρασα ἐζήτει τροφόν, ἐνταῦθα προσδραμοῦσα ἡ ἀδελφὴ τοῦ παιδὸς ἔχειν ἔφασκεν Ἑβραίαν γυναῖκα μὴ πρὸ πολλοῦ τετοκυῖαν παραστῆσαι αὐτῇ τροφόν, εἰ βοὑλοιτο· τῆς δὲ συνθεμένης καὶ δεηθείσης παρήνεγκε τὴν μητέρα τὴν τοῦ παιδὸς τροφὸν ἐσομένην ὡς τίνα ἄλλην οὖσαν ἐπὶ ῥητῷ μισθῷ. εἶτα τίθεται τῷ παιδίῳ ὄνομα ἡ βασιλὶς Μωυσῆν ἐτύμως διὰ τὸ ἐξ ὕδατος ἀνελέσθαι αὐτὸ (τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι), εἰς ὃ ἐκτέθειται τεθνηξόμενος. καὶ γὰρ τοι Μωυσῆν τὸν ἀποπνεύσαντα τῷ ὕδατι προσαγορεύουσι. (153) δῆλον οὖν ὡς ἐν τῷ ἔμπροσθεν χρόνῳ περιτμηθέντι τῷ παιδίῳ οἱ γονεῖς ἔθεντο ὅνομά τι, ἐκαλεῖτο δὲ Ἰωακεὶμ, ἐσχεν δὲ καὶ τρίτον ὄνομα ἐν οὐρανῷ μετὰ τὴν ἀνάληψιν, ὥς φασιν οἱ μύσται, Μελχί. ἐν δὲ ἡλικίᾳ γενόμενος ἀριθμητικήν τε καὶ γεωμετρίαν ῥυθμικήν τε καὶ ἀρμονικήν ἔτι τε μετρικήν ἅμα καὶ μουσικὴν παρὰ τοῖς διαπρέπουσιν Αἰγυπτίων ἐδιδάσκετο καὶ προσέτι τὴν διὰ συμβόλων φιλοσοφίαν, ἣν ἐν τοῖς ἱερογλυφικοῖς γράμμασιν ἐπιδείκνυνται. τὴν δὲ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον ἐν Αἰγύπτῳ, ὡς ἂν βασιλικὸν παιδίον, ἡ φησι Φίλων ἐν τῷ Μωυσέως βίῳ, προσεμάνθανε δὲ τὰ Ἀσσυρίων γράμματα καὶ τὴν τῶν οὐρανίων ἐπιστήμην παρὰ τε Χαλδαίων παρὰ τε Αἰγυπτίων, ὅθεν ἐν ταῖς Πράξεσι «πᾶσαν σοφίαν Αἰγυπτίων πεπαιδεῦσθαι» φέρεται. Εὐπόλεμος δὲ ἐν τῷ περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὸν Μωυσῆ φησι πρῶτον σοφὸν γενέσθαι καὶ γραμματικὴν πρῶτον τοῖς Ἰουδαῖοις παραδοῦναι καὶ παρὰ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων, εἰς δὲ τὴν ἀνδρῶν φύσιν ᾄξας ἐπέτεινε τὴν φρόνησιν, τὴν συγγενικήν καὶ προγονικήν ζηλώσας παιδείαν, ἄχρι καὶ τὸν Αἰγύπτιον τὸν τῷ Ἐβραίῳ ἀδίκως ἐπιθέμενον πατάξας ἀποκτεῖναι. (154) φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον Πέτρος ἐν ταῖς Πράξεσι φέρεται τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσαμένους λόγῳ ἀποκτείνας. Ἀρτάπανος γοῦν ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἱστορεῖ κατακλεισθέντα εἰς φυλακήν Μωυσέα ὑπὸ Χενεφρέους τοῦ Αἰγυπτίων βασιλέως ἐπὶ τῷ παραιτεῖσθαι

 

 

247

τὸν λαὸν ἐξ Αἰγύπτου ἀπολυθῆναι, νύκτωρ ἀνοιχθέντος τοῦ δεσμωτηρίου κατὰ βούλησιν τοῦ θεοῦ ἐξελθόντα καὶ εἰς τὰ βασίλεια παρελθόντα ἐπιστῆναι κοιμωμένῳ τῷ βασιλεῖ καὶ ἐξεγεῖραι αὐτόν, τὸν δὲ καταπλαγέντα τῷ γεγονότι κελεῦσαι τῷ Μωυσεῖ τὸ τοῦ πέμψαντὸς εἰπεῖν ὄνομα θεοῦ καὶ τὸν μὲν προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν, ἀκούσαντα δὲ τὸν βασιλέα ἀφωνον πεσεῖν, διακρατηθέντα δὲ ὑπὸ τοῦ Μωυσέως πάλιν ἀναβιῶναι.

(155) Περὶ δὲ τῆς ἀνατροφῆς τοῦ Μωυσέως συνμσεται ἡμῖν καὶ ὁ Ἐζεκίηλος ὁ τῶν Ἰουδαϊκὼν τραγῳδιῶν ποιητὴς ἐν τῷ ἐπιγραφομένῳ δράματι «Ἐξαγωγή» γράφων ὧδε ἐκ προσώπου Μωυσέως·

ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην

δόλον καθ' ἡμῶν πολὺν ἐμηχανήσατο

βασιλεὺς Φαραώ, τοὺς μὲν ἐν πλινθεύμασιν

οἰκοδομίαις τε βαρέσιν αἰκίζων βροτοὺς,

πόλεις τ' ἐπύργου, σφῶν ἔκητι δυσμορωνˑ

ἔπειτ' ἐκήρυσσ' ἡμῖν, Ἑβραίων γένει,

τάρσενικά ῥίπτειν ποταμῶν ές βαθύῤῥοον.

ἐνταῦθα μήτηρ ἡ τεκοῦσ ἐκρυπτέ με

τρεῖς μῆνας, ὡς ἔφασκεν οὐ λαθοῦσα δὲ

ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι,

παρ' ἄκρα ποταμοῦ, λάσιον εἰς ἑλος βαθύ.

Μαριὰμ δ’ ἀδελφῇ μου κατώπτευεν πέλας·

κἄπειτα θυγάτηρ βασιλέως ἄβραις ὁμοῦ

κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον.

ἰδοῦσα δ’ εὐθὺς καὶ λαβοῦσ’ ἀνείλετο,

ἔγνω δ’ Ἐβραῖον ὄντα· καὶ λέγει τάδε

Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδιˑ

«θέλεις τροφὸν σοι παιδὶ τώδ’ εὕρω ταχὺ

ἐκ τῶν Ἑβραίων;» ἡ δ’ [έπ]έσπευσεν κόρην,

μολοῦσα δ’ εἶπεν μητρί, καὶ παρῆν ταχὺ

 

 

248

αὐτή τε μήτηρ κἄλαβέν [μ’] εἰς ἀγκάλας.

εἶπεν δὲ θυγάτηρ βασιλέως· «τοῦτον, γύναι,

τρόφευε, κάγὼ μισθὸν ἀποδώσω σέθεν.»

ὄνομα δὲ Μωυσῆν ὠνόμαζ, ὅτου χάριν

ὑγρᾶς ἀνεῖλε ποταμίας ἀπ' ᾐόνος.

ἐπεὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι,

ἤγέν με μήτηρ βασιλίδος πρὸς δώματα,

ἅπαντα μυθεύσασα καὶ λέξασά μοι,

γένος πατρῷον καὶ θεοῦ δωρήματα,

ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον,

τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν

ἄπανθ' ὑπισχνεῖτο, ὡς ἀπὸ σπλάγχνων ἑῶν

ἐπεὶ δὲ πλήρης κύκλος ἡμερῶν παρῆν,

ἐξῆλθον οἴκων βασιλικών.

(156) ἔπειτα τὴν διαμάχην τοῦ θ’ Ἑβραίου καὶ τοῦ Αἰγυπτίου διηγησάμενος καὶ τὴν ταφὴν τὴν ἐν τῇ ψάμμῳ τοῦ Αἰγυπτίου, ἐπὶ τῆς ἑτέρας μάχης φησὶν οὕτωςˑ

«τί τύπτεις ἀσθενέστερον σέθεν;»

ὃ δ’ εἶπενˑ «ἡμῖν τις σ' ἀπέστειλε[ν] κριτὴν

ἢ 'πιστάτην ἐνταῦθα; μὴ κτενεῖς δὲ με

ὥσπερ τὸν ἐχθὲς ἄνδρα;» καὶ δείσας ἐγὼ

ἔλεξαˑ «πῶς ἐγένετο συμφανές τόδε;»

φεύγει δὴ ἐντεῦθεν καὶ ποιμαίνει πρόβατα προδιδασκόμενος εἰς ἡγεμονίαν ποιμενικῇˑ προγυμνασία γὰρ βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης ἡ ποιμενικὴ καθάπερ καὶ τοῖς πολεμικοῖς τῇ φύσει ἡ θηρευτική, ἄγει δὲ αὐτὸν ἐντεῦθεν ὁ θεὸς ἐπὶ τὴν τῶν Ἑβραίων στρατηγίαν. (157) ἔπειτα νουθετούνται μὲν Αἰγύπτιοι πολλάκις οἱ πολλάκις ἀσύνετοί, θεαταί δὲ Ἐβραῖοι ἐγίνοντο ὧν ἕτεροι κακῶν ὑπέμενον ἀκινδύνως ἐκμανθάνοντες τὴν δύναμιν τοῦ θεοῦ. ἔτι δὲ Αἰγύπτιοι ἀκοῇ μὴ παραδεχόμενοι τὰ τῆς δυνάμεως ἀποτελέσματα, δι’ ἀφροσύνην οἱ νήπιοι ἀπιστοῦντες, τότε ὡς εἴρηται, ῥεχθέν δέ

 

 

249

τε οἱ νήπιοι ἔγνωσαν ὕστερὀν τε ἐξιόντες οἱ Ἐβραῖοι πολλὴν λείαν τῶν Αἰγυπτίων ἐκφορήσαντες ἀπήεσαν, οὐ διὰ φιλοχρηματίαν, ὡς οἱ κατήγοροί φασιν (οὑδέ γὰρ ἀλλοτρίων αὐτοὺς ἀνέπειθεν ἐπιθυμεῖν ὁ θεός), ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν τοῖς Αἰγυπτίοις μισθὸν ἀναγκαῖον κομιζόμενοι, ἔπειτα δὲ καὶ τρόπον τινὰ ἠμύναντο ἀντιλυποῦντες ὡς φιλαργύρους Αἰγυπτίους τῇ τῆς λείας ἐκφορήσει, καθάπερ ἐκεῖνοι τοὺς Ἑβραίους τῇ καταδουλώσει. εἴτ’ οὖν ὡς ἐν πολέμῳ φαίῃ τις τοῦτο γεγονέναι, τὰ τῶν ἐχθρῶν φέρειν ἠξίουν νόμῳ τῶν κεκρατηκότων ὡς κρείττονες ἡττόνων (καὶ τοῦ πολέμου ἡ αἰτία δίκαιαίκέται διὰ λιμὸν Ἐβραῖοι ἧκον πρὸς Αἰγυπτίουςˑ οἰ δὲ τοὺς ξένους καταδουλωσάμενοι τρόπον αἰχμαλώτων ὑπηρετεῖν ἠνάγκασαν σφίσι μηδὲ τὸν μισθὸν ἀποδιδόντες), εἴτε ὡς ἐν εἰρήνη, μισθὸν ἔλαβον τὴν λείαν παρὰ ἀκόντων τῶν πολὺν χρόνον οὐκ ἀποδιδόντων, ἀλλὰ ἀποστερούντων.

XXIV. (158) Ἔστιν οὖν ὁ Μωυσῆς ἡμῖν προφητικός, νομοθετικός, τακτικός, στρατηγικός, πολιτικός, φιλόσοφος, ὅπως μὲν οὖν ἦν προφητικός, μετὰ ταῦτα λεχθήσεται, ὁπηνίκα ἄν περὶ προφητείας διαλαμβάνωμεντό τακτικὸν δὲ μέρος ἂν εἴη τοῦ στρατηγικού, τὸ στρατηγικὸν δὲ τοῦ βασιλικοῦπάλιν τε αὖ τὸ νομοθετικὸν μέρος ἂν εἴη τοῦ βασιλικοῦ, καθάπερ καὶ τὸ δικαστικόν, τοῦ δὲ βασιλικού τὸ μὲν θεῖον μέρος ἐστὶν, οἷον τὸ κατὰ τὸν θεὸν καὶ τὸν ἅγιον υἱὸν αὐτοῦ, παρ’ ὧν τὰ τε ἀπὸ γῆς ἀγαθὰ καὶ τὰ ἐκτος καὶ ἡ τελεία εὐδαιμονία χορηγεῖταιˑ «αἰτεῖσθε γὰρ», φησί, «τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται.» δεύτερον δὲ ἐστιν εἶδος βασιλείας μετὰ τὴν ἀκραιφνῶς λογικὴν καὶ θείαν διοίκησιν τὸ μόνῳ τῷ θυμοειδεῖ τῆς ψυχῆς εἰς βασιλείαν συγχρώμενον, καθ’ ὃ εἶδος Ἡρακλῆς μὲν Ἄργους, Ἀλέξανδρος δὲ Μακεδόνων ἐβασίλευσε. τρίτον δὲ τὸ ἑνὸς ἐφιέμενον τοῦ νικήσαι μόνον καὶ καταστρέψασθαι (τὸ δὲ πρὸς κακὸν ἡ ἀγαθὸν τὴν νίκην ποιεῖσθαι τῷ τοιούτῳ οὐ πρόσεστιν)ˑ ᾧ Πέρσαι ἐπὶ τὴν Ἑλλάδα στρατεύσαντες συνεχρήσαντο. τοῦ γὰρ θυμοῦ τὸ μὲν φιλόνικον μόνον ἐστὶν, αὐτοῦ τοῦ κρατεῖν ἕνεκα τὴν δυναστείαν πεποιημένον, τὸ δὲ φιλόκαλον, εἰς καλὸν καταχρωμένης τῆς ψυχῆς τῷ θυμῷ. (159) τετάρτη δὲ ἡ πασῶν κάκιστη ἡ κατὰ τὰς ἐπιθυμίας τάττεται βασιλεία, ὡς ἡ Σαρδαναπάλλου

 

 

250

καί τῶν τὸ τέλος ποιουμένων ταῖς ἐπιθυμίαις ὡς πλεῖσπα χαρίζεσθαι. τοῦ δὴ βασιλικού τοῦ τε κατ' ἀρετὴν νικῶντος καὶ τοῦ κατὰ βίαν ὅργανον τὸ τακτικόν, ἄλλο δὲ κατ' ἄλλην φύσιν те καὶ ὅλην. ἐν μὲν γε ὅπλοις καὶ τοῖς μαχίμοις ζῴοις δὶ ἐμψυχων τε καὶ ἀψυχων ψυχὴ τὸ τάττον ἐστι καὶ νοῦς, ἐν δὲ τοῖς τῆς ψυχῆς πάθεσιν, ὧν ἐπικρατοῦμεν τῇ ἀρετῇ, λογισμὸς ἐστι τὸ τακτικόν, ἐπισφραγιζόμενος ἐγκράτειαν καὶ σωφροσύνην μεθ’ ὁσιότητος καὶ γνῶσιν ἀγαθὴν μετ' ἀληθείας, τὸ τέλος εἰς εὐσέβειαν ἀναφέρων θεοῦ. οὕτω γὰρ τῇ ἀρετῇ χρωμένη φρόνησις ἡ τάττουσά ἐστι, τὰ μὲν θεῖα ἡ σοφία, τὰ ἀνθρώπεια δὲ ἡ πολιτική, σύμπαντα δὲ ἡ βασιλική, βασιλεὺς τοίνυν ἐστὶν ὁ ἄρχων κατὰ νόμους ὁ τὴν τοῦ ἄρχειν ἐκόντων ἐπιστήμην ἔχων, οἷός ἐστιν ὁ κύριος τοὺς εἰς αὐτὸν καὶ δι’ αὐτοῦ πιστεύοντας προσιέμενος. πάντα γὰρ παρέδωκεν ὁ θεὸς καὶ πάντα ὑπέταξεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν, «ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλωσσά ἐξὁμολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.»

(160) Ἰδέαις δὲ ἐνεχεται τὸ στρατήγημα τρισίν, ἀσφαλεῖ, παραβόλῳ καὶ τῷ ἐκ τούτων μικτῷ· συντίθεται δὲ τούτων ἕκαστον ἐκ τριών, ἡ διὰ λόγου ἡ δὶ ἔργων ἡ καὶ δὶ ἀμφοτέρων ἅμα τούτων, ταῦτα δὲ ὑπάρξει πάντα ἐπιτελεῖν ἤ πείθοντας ἡ βιαζομένους ἡ ἀδικοῦντας ἐν τῷ ἀμύνασθαι ἡ τὰ δίκαια ποιοῦντας, οἷς ἐμπεριέχεται ἡ ψευδομένους ἡ ἀληθεύοντας, ἡ καὶ τούτων ἅμα τισὶ χρωμένους κατὰ τὸν αὐτὸν καιρὸν, ταῦτα δὲ σύμπαντα καὶ τὸ πῶς δεῖ χρῆσθαι τούτων ἐκάστῳ παρὰ Μωυσέως λαβόντες Ἕλληνες ὠφέληνται. τύπου δὲ ἕνεκεν ἑνὸς ἤ καὶ δευτέρου ἐπιμνησθήσομαι παραδείγματος στρατηγικού. Μωυσῆς τὸν λαὸν ἐξαγαγὡν ὑποπτεύσας ἐπιδιώξειν τοὺς Αἰγυπτίους τὴν ὀλίγην καὶ σύντομον ἀπολιπὼν ὁδὸν ἐπὶ τὴν ἔρημον ἐτρέπετο καὶ νύκτωρ τὰ πολλὰ τῇ πορείᾳ ἐκέχρητο. ἑτέρα γὰρ ἣν οἰκονομία, καθ’ ἣν ἐπαιδεύοντο Εβραίοι δι’ ἐρημίας πολλῆς καὶ χρόνου μακροῦ, εἰς μόνον τὸ πιστεύειν τὸν θεὸν εἶναι δὶ ὑπομονῆς ἐθιζόμενοι σώφρονος. (161) τὸ γοῦν στρατήγημα τοῦ Μωυσέως διδάσκει πρὸ τῶν κινδύνων δεῖν τὰ χρήσιμα συνιδεῖν καὶ οὕτως ἐπιβαλεῖν. ἀμέλει γέγονεν ὅπερ καὶ ὑπώπτευσενˑ ἐπεδίωξαν γὰρ οἱ Αἰγύπτιοι ἐφ' ἱππων καὶ ὀχημάτων, ἀλλ’

 

 

251

ἀπώλοντο θᾶττον ῥαγείσης τῆς θαλάσσης καὶ σὺν ἵπποις καὶ ἄρμασιν αὐτοὺς κατακλυσάσης, ὡς μηδὲ λείῴανον αὐτῶν ἀπολειφθῆναι. μετὰ δὲ ταῦτα στῦλος πυρὸς ἐπόμενος (ὡδήγει γὰρ ἔμπροσθεν αὐτῶν) ἤγε νύκτωρ τοὺς Ἑβραίους δὶ ἀβάτου, ἐν πόνοις καὶ ὁδοιπορίαις εἰς τε ἀνδρειἀν εἰς τε καρτερίαν γυμνάζων καὶ συμβιβάζων αὐτοὺς, ἵνα καὶ χρηστὰ τὰ τῆς χώρας μετὰ τὴν πεῖραν τῶν δοκούντων δεινὼν φανῆ, εἰς ἤν ἐξ ἀνοδίας παρέπεμπεν αὐτοὺς. (162) ναὶ μὴν καὶ τοὺς πολεμίους τοὺς τῆς χώρας προκαθεζομένους τροπωσάμενος ἀπέκτεινεν ἐξ ἐρήμου καὶ τραχείας ὁδοῦ (τοιαύτη γὰρ ἡ ἀρετὴ τοῦ στρατηγικοί) ἐπιθέμενος αὐτοῖς. ἐμπειρίας γὰρ καὶ στρατηγίας ἔργον ἤν τὸ τὴν χώραν τῶν πολεμίων λαβεῖν.

Τοῦτο συνιδὼν Μιλτιάδης ὁ τῶν Ἀθηναίων στρατηγὸς ὁ τῇ ἐν Μαραθῶνι μάχῃ νικήσας τοὺς Πέρσας ἐμιμήσατο τόνδε τὸν τρόπον ἤγαγε τοὺς Ἀθηναίους νύκτωρ δὶ ἀνοδίας βαδίσας καὶ πλανήσας τοὺς τηροῦντας αὐτὸν τῶν βαρβάρων ὁ γὰρ Ἱππίας ὁ τῶν Ἀθηναίων ἀποστάς ἐπήγαγε τοὺς βαρβάρους εἰς τὴν Ἁττικήν καὶ τοὺς ἐπικαίρους τῶν τόπων προκαταλαβόμενος ἐφύλαττεν διὰ τὸ τῆς χώρας ἔχειν τὴν ἐμπειρίαν. ἔργον μὲν οὖν ἦν τὸν Ἱππίαν λαθεῖν, ὅθεν εἰκότως ὁ Μιλτιάδης συγχρησάμενος ἀνοδίᾳ τε καὶ νυκτὶ ἐπθέμενος τοῖς Πέρσαις, ὧν Δᾶτις ἡγεῖτο, τὰ κατὰ τὸν ἀγῶνα μετ' ἐκείνων ὧν αὐτὸς ἡγεῖτο κατώρθωσεν.

(163) Ἀλλὰ καὶ Θρασυβοὐλῳ τοὺς ἐκπεσόντας ἀπὸ Φυλῆς καταγαγόντι καὶ βουλομένῳ λαθεῖν στῦλος ὁδηγὸς γίνεται διὰ τῶν ἀτριβῶν ἰόντι. τῷ Θρασυβούλῳ νύκτωρ ἀσελήνου καὶ δυσχειμέρου τοῦ καταστήματος γεγονότος πῦρ ἑωρᾶτο προηγούμενον, ὅπερ αὐτοὺς ἀπταίστως προπέμψαν κατὰ τὴν Μουνυχίαν ἐξέλιπεν, ἔνθα νῦν ὁ τῆς Φωσφόρου βωμός ἐστι, πιστά τοίνυν τὰ ἡμέτερα κἂν ἐντεῦθεν γενέσθω τοῖς Ἐλλησιν, ὅτι ἄρα δυνατὸν τῷ παντοκράτορι θεῷ προηγεῖσθαι ποιῆσαι τοῖς Ἐβραίοις νύκτωρ στῦλον πυρὸς τὸν καὶ καθηγησάμενον αὐτοῖς τῆς ὁδοῦ. λέγεται δὲ καὶ ἐν χρησμῷ τινιˑ

στῦλος Θηβαίοισι Διώνυσος πολυγηθῆς,

ἐκ τῆς παρ’ Ἐβραίοις ἱστορίας, ἀλλὰ καὶ Εὐριπίδης ἐν Ἀντιόπῃ φησὶνˑ

ἔνδον δὲ θαλάμοις βουκόλων

κομῶντα κισσῷ στῦλον Εὐίου θεοῦ.

 

 

252

σημαίνει δὲ ὁ στῦλος τὸ ἀνεικόνιστον τοῦ θεοῦ, ὁ δὲ πεφωτισμένος στῦλος πρὸς τῷ τὸ ἀνεικόνιστον σημαίνειν δηλοῖ τὸ ἐστὸς καὶ μόνιμον τοῦ θεοῦ καὶ τὸ ἄτρεπτον αὐτοῦ φῶς καὶ ἀσχημάτιστον. (164) πρὶν γοῦν ἀκριβωθῆναι τὰς τῶν ἀγαλμάτων σχέσεις κίονας ἰστάντες οἱ παλαιοὶ εσεβον τούτους ὡς ἀφιδρύματα τοῦ θεοῦ. γράφει γοῦν ὁ τὴν Φορωνίδα ποιήσας-

Καλλιθόῃ κλειδοῦχος Ὀλυμπιάδος βασιλείης,

Ἥρης Ἀργείης, ἤ στέμμασι καὶ θυσάνοισι

πρώτη ἐκόσμησε[ν] περὶ κίονα μακρὸν ἀνάσσης.

ἀλλὰ καὶ ὁ τὴν Εὐρωπίαν ποιήσας ἱστορεῖ τὸ ἐν Δελφοῖς ἄγαλμα Ἀπόλλωνος κίονα εἶναι διὰ τῶνδε·

ὅφρα θεῷ δεκάτην ἀκροθίνιἀ τε κρεμάσαιμεν

σταθμῶν ἐκ ζαθέων καὶ κίονος ύψηλοῖο.

Απόλλων μέντοι μυστικῶς κατὰ στέρησιν τῶν πολλῶν νοούμενος ὁ εἰς ἐστι θεὸς, ἀλλ’ οὖν τὸ πῦρ ἐκεῖνο τὸ έοικὸς στύλῳ καὶ πῦρ τὸ διὰ βάτου σύμβολὸν ἐστι φωτὸς ἁγιου τοῦ διαβαίνοντος ἐκ γῆς καὶ ἀνατρέχοντος αὖθις εἰς οὐρανὸν διὰ τοῦ ξύλου, δι’ οὗ καὶ τὸ βλέπειν ἡμῖν νοητώς δεδώρηται.

XXV. (165) Πλάτων δὲ ὁ φιλόσοφος ἐκ τῶν Μωυσέως τὰ περὶ τὴν νομοθεσίαν ὠφεληθεὶς ἐπετίμησε μὲν τῇ Μίνωὸς καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναις, ἐπηνεσε δὲ ὡς σεμνοτέραν τὴν ἐν τι λέγουσαν καὶ πρὸς δόγμα ἔν νεύουσαν αἰείκα! γὰρ ἱσχύι καὶ σεμνότητι καὶ φρονήσει πρέπειν ἂν μᾶλλον φιλοσοφεῖν ἡμᾶς λέγει πρὸς τὸ ἀξίωμα τοῦ οὐρανοῦ ἀμετανοήτως χρωμένους γνώμῃ τῇ αὐτῇ [καὶ] περὶ τῶν αὐτῶν. ἆρ’ οὐ τὰ κατὰ τὸν νόμον ἐρμηνεύει πρὸς ἕνα θεὸν ἀφοράν καὶ δικαιοπραγεῖν ἐντελλόμενος; τοῦ δὲ πολιτικού δύο εἴδη λέγει, τὸ μὲν νομικόν, τὸ δὲ πολιτικὸν ὁμωνύμως ὠνομασμένον, καὶ πολιτικὸν μὲν κυρίως αἰνίττεται τὸν δημιουργὸν ἐν τῷ ὁμωνύμῳ βιβλίῳ τοὺς τε εἰς αὐτὸν ἀφορῶντας καὶ βιοῦντας ἐνεργῶς καὶ δικαίως σὺν καὶ τῇ θεωρίᾳ καὶ αὐτοὺς πολιτικοὺς ὀνομάζει, τὸ δὲ ἐπ ἴσης τῷ νομικῳ κεκλημένον πολιτικὸν εἰς τε κοσμικὴν μεγαλόνοιαν διαιρεί εἰς τε ἰδιωτικήν σύνταξιν, ἣν κοσμιότητα καὶ ἁρμονίαν καὶ σωφροσύνην ὠνόμασεν, ὅταν ἄρχοντες μὲν πρέπωσι τοῖς ἀρχομένοις, πειθήνιοι δὲ οἰ ἀρχόμενοι τοῖς ἀρχουσι

 

 

253

γίγνωνται, ὅπερ ἡ κατὰ Μωυσέα πραγματεία διὰ σπουδῆς ἕχει γενέσθαι. (166) ἔτι τὸ μὲν νομικὸν πρὸς γενέσεως εἶναι, τὸ πολιτικὸν δὲ πρὸς φιλίας καὶ ὁμονοίας ὁ Πλάτων ὠφεληθεὶς, τοῖς μὲν Νόμοις τὸν φιλόσοφον τὸν ἐν τῇ Ἐπινομίδι συνέταξεν, τὸν τὴν διέξοδον πάσης γενέσεως [τῆς] διὰ τῶν πλανωμένων εἰδότα. φιλόσοφον δὲ ἄλλον τὸν Τίμαιον, ὄντα ἀστρονομικὸν καὶ θεωρητικὸν τῆς ἐκείνων φορᾶς συμπάθειας τε καὶ κοινωνίας τῆς πρὸς ἄλληλα, ἐπομένως τῇ Πολιτείᾳ συνάπτει, ἔπειτα. τέλος γὰρ οἶμαι τοῦ τε πολιτικού τοῦ τε κατὰ νόμον βιοῦντος ἡ θεωρία· ἀναγκαῖον γοῦν τὸ πολιτεύεσθαι ὀρθῶς, ἄριστον δὲ τὸ φιλοσοφεῖν. ὁ γὰρ νοῦν ἔχων πάντα τὰ αὐτοῦ εἰς γνῶσιν συντείνας βιώσειεν, κατευθύνας μὲν τὸν βίον ἔργοις ἀγαθοῖς, ἀτιμάσας δὲ τὰ ἐναντία τὰ τε πρὸς ἀλήθειαν συλλαμβανόμενα μεθέπων μαθήματα. νόμος δὲ ἐστιν οὐ τὰ νομιζόμενα (οὐδέ γὰρ τὰ ὁρῶμενα ὅρασις) οὐδὲ δόξα πᾶσα (οὐ γὰρ καὶ ἡ πονηρά), ἀλλὰ νόμος ἐστι χρηστὴ δόξα, χρηστὴ δὲ ἡ ἀληθής, ἀληθὴς δὲ ἡ τὸ ὅν εὐρίσκουσα καὶ τοῦτου τυγχάνουσαˑ «ὁ ὢν δὲ ἐξαπέσταλκέν με,» φησὶν ὁ Μωυσῆς. ῆ τινες ἀκολοὐθως δηλονότι τῇ χρηστὴ δόξῃ λόγον ὀρθὸν τὸν νόμον ἐφασαν, προστακτικὸν μὲν ὧν ποιητέον. ἀπαγορευτικὸν δὲ ὧν οὐ ποιητέον.

XXVI. (167) Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδικων, καὶ τοῦτον κυρίως θεσμὸν ἂν εἴποιμεν τὸν ὑπὸ θεοῦ διὰ Μωυσέως παραδεδομένον. ἕχει γοῦν τὴν ἀγωγήν εἰς τὸ θεῖον. λέγει δὲ καὶ ὁ Παῦλοςˑ «ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρις ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται.» εἶτα οἴονεί ἐπεξηγούμενος τὴν διάνοιαν ἐπιφέρειˑ «πρὸ τοῦ δὲ ἑλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι,» φόβῳ δηλαδή ἀπὸ ἁμαρτιών, «εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθήσεσθαι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν ἐγένετο εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθώμεν.» ὁ νομοθετικὸς δὲ ἐστιν ὁ τὸ προσῆκον ἐκάστῳ μέρει τῆς ψυχῆς ˑάι τοῖς τούτων ἔργοις ἀπονέμων, Μωυσῆς δὲ συνελόντι εἰπεῖν νόμος ἐμψυχος ἣν τῷ χρηστῳ λόγῳ κυβερνώμενος. (168) πολιτείαν γοῦν διηκόνησεν ἀγαθὴν ἡ δὲ ἐστι «τροφὴ ἀνθρώπων» καλή κατὰ κοινωνίαν, αὐτίκα τὴν δικαστικήν μετεχειρίζετο, ἐπιστήμην οὖσαν διορθωτικήν τῶν ἁμαρτανομένων ἕνεκεν τοῦ δικαίου, σύστοιχος

 

 

254

δὲ αὐτῇ ἡ κολαστική, τοῦ κατὰ τὰς κολάσεις μέτρου ἐπιστημονική τις οὖσα. κόλασις δὲ [δικαία] οὖσα διόρθωσίς ἐστι ψυχῆς. ἔστι δὲ ὡς ἔπος εἰπεῖν τῷ Μωυσεῖ ἡ πᾶσα ἀγωγὴ παιδευτικὴ μὲν τῶν οἰὼν τε γενέσθαι καλῶν κάγαθῶν ἀνδρῶν, θηρευτικὴ δὲ τῶν ὁμοιων τούτοις, ἤτις ἄν εἴη στρατηγική· ἡ δὲ χρηστική τοῖς θηρευθεῖσι λὁγῳ κατὰ τρόπον σοφία εἴη ἄν νομοθετική· κτᾶσθαί τε γὰρ καὶ χρῆσθαι ταύτης ἴδιον βασιλικωτάτης οὔσης. μόνον γοῦν τὸν σοφὸν οἱ φιλόσοφοι βασιλέα, νομοθέτην, στρατηγόν, δίκαιον, ὁσιον, θεοφιλή κηρύττουσιν. εἰ δὲ ταῦτα περὶ τὸν Μωυσέα εὅροιμεν, ὡς ἐξ αὐτῶν δείκνυται τῶν γραφῶν, εὖ μάλα πεπεισμένως ἄν ἀγορεὑοιμεν σοφὸν τῷ ὅντι τὸν Μωυσέα. (169) καθάπερ οὖν τὴν ποιμενικὴν τὸ τῶν προβάτων προνοεῖν φαμεν, «[οὕτω γὰρ] ὁ ἀγαθὁς ποιμήν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων,» οὕτω γε καὶ τὴν νομοθετικήν τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροὖσαν, ἐπιστατικήν οὖσαν καὶ κηδεμονικήν τῆς ἀνθρώπων ἀγέλης. εἰ δὲ ἡ ποίμνῃ ἡ ἀλληγορουμένῃ πρὸς τοῦ κυρίου οὐδὲν ἄλλο ἡ ἀγέλῃ τις ἀνθρώπων ἐστὶν, ὁ αὐτὸς ἔσται ποιμήν τε καὶ νομοθέτης ἀγαθὸς μιᾶς τῆς ἀγέλης τῶν αὐτοῦ ἐπαῖόντων προβάτων, ὁ εἶς κηδεμών, ὁ τὸ ἀπολωλὁς ἐπιζητῶν τε καὶ εὐρίσκων νὁμῳ καὶ λόγῳ, εἶ γε «ὁ νόμος πνευματικός», καὶ ἐπὶ τὴν εὐδαιμονίαν ἀγωνό γὰρ πνεύματι ἀγίῳ γενόμενος πνευματικός, οὗτος δὲ ὁ τῷ ὄντι νομοθέτης, ος οὐ μόνον ἐπαγγέλλεται τὰ ἀγαθὰ τε καὶ καλά, ἀλλὰ καὶ ἐπίσταται. τοῦτου καὶ ὁ νόμος τοῦ τὴν ἐπιστήμην ἔχοντος τὸ σωτήριον πρόσταγμα, μᾶλλον δὲ ἐπιστήμης πρόσταγμα ὁ νόμος, «δύναμις γὰρ καὶ σοφία ὁ λόγος τοῦ θεοῦ.» νόμων τε αὖ ἐξηγητής οὗτος αὐτός, δὶ οὗ «ὁ νόμος ἐδόθη», ὁ πρῶτος ἐξηγητής τῶν θείων προσταγμάτων, ὁ τὸν κόλπον τοῦ πατρὸς ἐξηγούμενος υἱὸς μονογενὴς. (170) ἔπειτα οἱ μὲν πειθόμενοι τῷ νόμῳ τῷ [τε] γνῶσιν ἔχειν τινὰ αὐτοῦ οῦτ' ἀπιστεῖν οῦτ' ἀγνοεῖν δύνανται τὴν ἀλήθειαν, οἱ δὲ ἀπιστοῦντες ήκιστά τε ἐν τοῖς ἔργοις εἶναι βεβουλημένοι, εἴπερ τινὲς ἄλλοι καὶ οὗτοι ἀγνοεῖν ὁμολογοῦνται τὴν ἀλήθειαν. τις τοίνυν ἡ ἀπιστία τῶν Ἑλλήνων; μὴ πῃ βούλεσθαι πείθεσθαι τῇ ἀληθείᾳ φασκούσῃ θεόθεν διὰ Μωυσἐως δεδόσθαι τὸν νόμον, ὁπότε γε καὶ αὐτοὶ ἐκ τῶν παρὰ σφίσι τιμῶσι Μωυσῆ. τόν

 

 

255

τε Μίνω παρὰ Διὸς δὶ ἐνάτου ἔτους λαμβάνειν τοὺς νόμους ἱστορουαι φοιτωντα εἰς τὸ τοῦ Διὸς ἄντρον, τὸν τε αὖ Λυκοῦργον τὰ νομοθετικά εἰς Δελφοὺς πρὸς τὸν Απόλλωνα συνεχές ἀπιόντα παιδεὑεσθαι γράφουσι Πλάτων τε καὶ Ἀριστοτέλης καὶ Ἔφορος, Χαμαιλέων τε ὁ Ἡρακλεώτης ἐν τῷ Περὶ μέθης καὶ Ἀριστοτέλης ἐν τῇ Λοκρῶν πολιτείᾳ Ζάλευκον τὸν Λοκρὸν παρὰ τῆς Ἀθήνας τοὺς νόμους λαμβάνειν ἀπομνημονεύουσιν. οἱ δὲ τὸ ἀξιόπιστον τῆς παρ' Ἕλλησι νομοθεσίας, ὡς οἷὸν τε αὐτοῖς, ἐπαίροντες εἰς τὸ θεῖον κατ' εἰκόνα τῆς κατὰ τὸν Μωυσέα προφητείας ἀγνώμονες, οὐκ αὐτόθεν ὁμολογοῦντες τὴν τε ἀλήθειαν καὶ τὸ ἀρχἑτυπον τῶν παρὰ σφίσιν ἱστορουμένων.

XXVII. (171) Μὴ τοίνυν κατατρεχέτω τις τοῦ νόμου διὰ τὰς τιμωρίας ὡς οὐ καλοῦ κάγαθοῦ· οὐ γὰρ ὁ μὲν τὴν τοῦ σώματος νόσον ἀπάγων εὐεργέτης δόξει, ψυχὴν δὲ ἀδικίας ὁ πειρώμενος ἀπαλλάττειν οὐ μᾶλλον ἂν εἴη κηδεμών, ὀσψπερ ψυχῇ σώματος ἐντιμότερον. ἀλλ’ ἄρα τῆς μὲν τοῦ σώματος ὑγείας ἕνεκα καὶ τομάς καὶ καύσεις καὶ φαρμακοποσίας ὑφιστάμεθα καὶ ὁ ταῦτα προσάγων σωτὴρ τε καὶ ἰατρὸς [τε] καλεῖται, οὐ φθόνῳ τινι οὐδὲ δυσμενείᾳ τῇ πρὁς τὸν πάσχοντα, ὡς δ“ ἂν ὁ τῆς τέχνης ὑπαγορεύοι λόγος, καὶ μέρη τινὰ ἀποτέμνων, ὡς μὴ τὰ ὑγιαίνοντα συνδιαφθείρεσθαι αὐτοῖς, καὶ οὐκ ἂν τις πονηριάς αἰτιάσαιτο τοῦ ίατροῦ τὴν τέχνην τῆς δὲ ψυχῆς ἕνεκα οὐχ ὁμοίως ὑποστησόμεθα ἐὰν τε φεύγειν ἐὰν τε ἐκτίνειν ζημίας ἐὰν τε δεσμά, εἰ μέλλοι τις μόνον ἐξ ἀδικίας ποτε δικαιοσύνην κτᾶσθαι; ὁ γὰρ νόμος κηδόμενος τῶν ὑπηκόων πρὸς μὼν τὴν θεοσέβειαν παιδεύει καὶ ὑπαγορεύει τὰ ποιητέα εἴργει τε ἕκαστον τῶν ἁμαρτημάτων, δίκας ἐπιτιθείς τοῖς μετρίοις αὐτῶν, ὅταν δὲ τίνα οὕτως ἔχοντα κατίδῃ ὡς ἀνίατον δοκεῖν εἰς ἐσχατον ἀδικίας ἑλαύνοντα, τότε ἤδη τῶν ἄλλων κηδόμενος ὅπως ἂν μὴ διαφθείρωνται πρὸς αὐτοῦ, ὥσπερ μέρος τι τοῦ παντὸς σώματος ἀποτεμὼν οὕτω που τὸν τοιοῦτον ὑγιέστατα ἀποκτείννυσι. (172) «κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου», φησὶν ὁ ἀπόστολος, «παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.» προεῖπεν γὰρ ὁ προφήτης· «παιδεύων ἐπαίδευσέν με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέν με·» «ένεκα γὰρ τοῦ διδάξαι σε τὴν δικαιοσύνην αὐτοῦ ἐπαίδευσέν σε,» φησί, «καὶ ἐπείρασέν σε καὶ ἑλιμαγχόνησέν

 

 

256

σε καὶ διψ[ῆν ἐποί]ησέν σε ἐν γῇ ἐρήμῳ, ἵνα γνωσθῆ πάντα τὰ δικαιώματα καὶ τὰ κρίματα αὐτοῦ ἐν τῇ καρδίᾳ σου ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, καὶ γνώσῃ ἐν τῇ καρδίᾳ σου ὅτι ὡς εἴ τις παιδεύσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ, οὕτω παιδεύσει σε κύριος ὁ θεὸς ἡμῶν.» ὅτι δὲ τὸ ὑπόδειγμα σωφρονίζει, αὐτίκα φησί· «πανούργος ἰδὼν τιμωρούμενον πονηρὸν κραταιώς αὐτὸς παιδεύεται,» ἐπεὶ «γενεά σοφίας φόβος κυρίου.» (173) μέγιστον δὲ καὶ τελεώτατον ἀγαθόν, ὅταν τίνα ἐκ τοῦ κακῶς πράττειν εἰς ἀρετὴν τε καὶ εὐπραγίαν μετάγειν δύνηταί τις, ὅπερ ὁ νόμος ἐργάζεται. ὥστε καὶ ὅταν ἀνηκέστῳ τινι κακῷ περιπέσῃ τις ὑπὸ τε ἀδικίας καὶ πλεονεξίας καταληφθείς, εὐεργετοῖτ' ἂν [ὁ] ἀποκτειννύμενοςˑ εὐεργέτης γὰρ ὁ νόμος τοὺς μὲν δικαίους ἐξ ἀδικων ποιεῖν δυνάμενος, ἢν μόνον ἐπαΐειν ἐθελήσωσιν αὐτοῦ, τοὺς δὲ ἀπαλλάττων τῶν παρόντων κακῶν, τοὺς γὰρ σωφρόνως καὶ δικαίως βιοῦν ἑλομένους ἀθανατίζειν ἐπαγγέλλεται. «τὸ δὲ γνῶναι νόμων διανοίας ἐστὶν ἀγαθῆς.» καὶ πάλινˑ «ἄνδρες κακοί οὐ νοοῦσι νόμον, οἱ δὲ ζητοῦντες τὸν κύριον συνήσουσιν ἐν παντὶ ἀγαθῷ.» δεῖ δὴ τὴν διοικούσαν πρόνοιαν κυρίαν τε εἶναι καὶ ἀγαθὴν. ἀμφοῖν γὰρ ἡ δύναμις οἴκονομεῖ σωτηρίαν, ἡ μὲν κολάσει σωφρονίζουσα ὡς κυρία, ἤ δὲ δὶ εὐποιίας χρηστευομένῃ ὡς εὐεργέτις. ἐξεστι δὲ μὴ εἶναι «ἀπειθείας υἱόν», ἀλλὰ «μεταβαίνειν ἐκ τοῦ σκότους εἰς ζωὴν» καὶ παραθέντα τῇ σοφίᾳ τὴν ἀκοήν νόμιμον εἶναι θεοῦ δοῦλον μὲν τὰ πρῶτα, ἔπειτα δὲ πιστὸν γενέσθαι θεράποντα, φοβούμενον κύριον τὸν θεόν, εἰ δὲ τις ἐπαναβαίῃ, τοῖς υἱοῖς ἐγκαταλέγεσθαι, ἐπὰν δὲ «ἀγάπῃ καλύψῃ πλῆθος ἁμαρτιών,» μακαρίας ἑλπίδος τελείωσιν αὐξηθέντα ἐν ἀγάπη ἐκδέχεσθαι τοῦτον ἐγκαταταγέντα τῇ ἐκλεκτή υίοθεσίᾳ τῇ φίλη κεκλημένῃ τοῦ θεοῦ, ᾄδοντα ἤδη τὴν εὐχήν καὶ λέγονταˑ «γενέσθω μοι κύριος εἰς θεόν.» (174) τοῦ νόμου δὲ τὴν εὐποιίαν διὰ τῆς πρὸς τοὺς Ἰουδαίους περικοπῆς δεδήλωκεν ὁ ἀπόστολος γράφων ὧδέ πως· «εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχάσαι ἐν θεῷ καὶ γιγνώσκεις τὸ θέλημα τοῦ θεοῦ καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου, πέποιθάς τε σεαυτὸν οδηγὸν εἶναι τυφλών, φῶς τῶν ἐν σκότει, παιδευτήν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ.» ταῦτα γὰρ δύνασθαι τόν

 

 

257

νόμων ὁμωλογείται, κἂν οἱ κατὰ νόμον μὴ πολιτευόμενοι ὡς ἐν νόμῳ ἀλαζονεύωνται βιοῦντες«μακάριος δὲ ἀνὴρ ὅς εὗρεν σοφίαν, καὶ θνητὸς ος εἶδεν φρόνησιν, ἐκ δὲ τοῦ στόματος αὐτῆς», τῆς σοφίας δηλονότι, «δικαιοσύνη ἐκπορεύεται, νόμον δὲ καὶ ἑλεον ἐπὶ γλώσσης φορεί.» ἑνὸς γὰρ κυρίου ἐνέργεια, ὃς ἐστι «δύναμις καὶ σοφία τοῦ θεοῦ,» ὅ τε νόμως τὸ τε εὐαγγέλιον, καὶ ὃν ἐγέννησε φόβον ὁ νόμως, ἑλεἡμῶν οὗτος εἰς σωτηρίαν, «ἐλεημοσύναι δὲ καὶ πίστεις καὶ ἀλήθεια μὴ ἐκλιπέτωσάν σε, ἀφαψαι δὲ αὐτὰς περὶ σῷ τραχήλῳ.» (175) ὁμοίως δὲ τῷ Παὐλῳ ἡ προφητεία ονειδίζει τὸν λαὸν ὡς μὴ συνιέντα τὸν νόμον. «σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὁν εἰρήνης οὐκ ἔγνωσαν,» «οὐκ ἔστι φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμὼν αὐτῶν.» «φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν.» «οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος, ἐὰν τις αὐτῷ νομίμως χρήσηταιοῖδέ θέλοντες εἶναι νομοδιδάσκαλοι οὐ νοοῦσι,» φησὶν ὁ ἀπόστολος, «οὔτε à λέγουσιν οὔτε περὶ τινῶν διαβεβαιοῦνται, τὸ δὲ τέλος τῆς παραγγελίας ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου.»

XXVIII. (176) Ἡ μὲν οὖν κατὰ Μωυσέα φιλοσοφία τετραχή τέμνεται, εἰς τε τὸ ἱστορικὸν καὶ τὸ κυρίως λεγόμενον νομωθετικόν, ἅπερ ἂν εἴη τῆς ήθικής πραγματείας ἰδια, τὸ τρίτον δὲ εἰς τὸ ἱερουργικόν, ὅ ἐστιν ἤδη τῆς φυσικῆς θεωρίαςκαί τέταρτον ἐπὶ πᾶσι τὸ θεολογικὸν εἶδος, ἡ ἐποπτεία, ἥν φησὶν ὁ Πλάτων τῶν μεγάλων ὄντως εἶναι μυστηρίων, Ἀριστοτέλης δὲ τὸ εἶδος τοῦτο μετὰ τὰ φυσικά καλεῖ. καὶ ἤ γε κατὰ Πλάτωνα διαλεκτικὴ, ῶς φησὶν ἐν τῷ Πολιτικῷ, τῆς τῶν ὅντων δηλώσεως εὐρετική τις ἐστιν ἐπιστήμη, κτητή δὲ αὕτη τῷ σώφρονι οὐχ ἕνεκα τοῦ λέγειν τε καὶ πράττειν τι τῶν πρὸς τοὺς ἀνθρώπους, ὥσπερ οἱ νῦν διαλεκτικοὶ περὶ τὰ σοφιστικά ἀσχολούμενοι ποιοῦσιν, ἀλλὰ [τοῦ] τῷ θεῷ κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένα δὲ πράττειν, τὸ πᾶν εἰς δύναμιν. (177) μικτή δὲ φιλοσοφίᾳ οὖσα τῇ ἀληθεῖ ἡ ἀληθὴς διαλεκτικὴ ἐπισκοποῦσα τὰ πράγματα καὶ τὰς δυνάμεις καὶ τὰς ἐξουσίας δοκιμάζουσα ὑπεξαναβαίνει ἐπὶ τὴν πάντων κρατίστην οὐσίαν τολμᾷ τε 'επέκεινα ἐπὶ τὸν τῶν ὅλων θεόν, οὐκ ἐμπειρίαν τῶν θνητῶν, ἀλλ’ ἐπιστήμην τῶν θείων καὶ οὐρανίων ἐπαγγελλομένῃ, ἡ συνέπεται καὶ ἡ [περὶ] τῶν ἀνθρωπείων

 

 

258

περί τε τοὺς λόγους καὶ τὰς πράξεις οἰκεία χρήσις. εἰκότως ἄρα καὶ ἡ γραφὴ τοιούτους τινὰς ἡμᾶς διαλεκτικοὺς οὕτως ἐθέλουσα γενέσθαι παραινεῖ· «γίνεσθε δὲ δόκιμοι τραπεζῖται,» τὰ μὲν ἀποδοκιμάζοντες, τὸ δὲ καλὸν κατέχοντες· αὕτη γὰρ τῷ ὅντι ἡ διαλεκτικὴ φρόνησις ἐστι περὶ τὰ νοητό διαιρετική, ἐκάστου τῶν ὄντων ἀμίκτως τε καὶ εἰλικρινώς τοῦ ὑποκειμένου δεικτική, ἡ δύναμις περὶ τὰ τῶν πραγμάτων γένη διαιρετική, μέχρι τῶν ίδικωτάτων καταβαίνουσα, παρεχομένῃ ἕκαστον τῶν ὄντων καθαρὸν οἷον ἔστι φαίνεσθαι. (178) διὸ καὶ μόνη αὕτη ἐπὶ τὴν ἀληθῆ σοφίαν χειραγωγεῖ, ἥτις ἐστι δύναμις θεῖα, τῶν ὄντων ὡς ὄντων γνωστική, τὸ τέλειον ἔχουσα, παντὸς πάθους ἀπηλλαγμένῃ, οὐκ ἄνευ τού σωτῆρος τού καταγαγόντος ἡμῶν τῷ θείῳ λόγῳ τοῦ ὀρατικοῦ τῆς ψυχῆς τὴν ἐπιχυθεῖσαν ἐκ φαύλης ἀναστροφῆς ἄγνοιαν ἀχλυώδῃ καὶ τὸ βέλτιστον ἀποδεδωκότος, «ὅφρ' εὖ γινώσκοιμεν ἡμὲν θεὸν ἡδὲ καὶ ἄνδρα.» οὗτὸς ἐστιν ὁ τῷ ὄντι δείξας ὅπως [τε] γνωστέον ἑαυτοὺς, οὗτος ὁ τῶν ὅλων τὸν πατέρα ἐκκαλύπτων, ᾧ ἂν βούληται, [καὶ] ὡς οἷὸν τε τὴν ἀνθρωπίνην φύσιν χωρῆσαι [νοεῖν]· «οὐδεὶς γὰρ ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ, οὐδὲ τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψη.» (179) εἰκότως ἄρα ὁ ἀπόστολος «κατὰ ἀποκάλυψιν» φησὶν ἐγνωκέναι «τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, πρὸς ο δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσιν μου ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ.» «πρὸς ὃ δύνασθε» εἶπεν, ἐπεὶ ᾔδει τινὰς γάλα μόνον εἰληφότας, οὐδέπω δὲ καὶ βρῶμα, αὐτίκα οὐχ ἁπλῶς γάλα, τετραχώς δὲ ἡμῖν ἐκληπτέον καὶ τοῦ νόμου τὴν βούλησιν, ἡ ὡς σημεῖον ἐμφαίνουσαν ἤ ὡς ἐντολὴν κυροὖσαν εἰς πολιτείαν ὁρθήν ἡ θεσπίζουσαν ὡς προφητείαν, ἀνδρῶν δὲ εὖ οἶδ’ ὅτι τὰ τοιαῦτα διακρίνειν τε καὶ λέγεινού γὰρ δὴ «μία Μύκονος» ἡ πᾶσα πρὸς νόησιν γραφῇ, ἡ φασιν οἰ παροιμιαζόμενοιˑ διαλεκτικώτερον δὲ ὡς ἔνι μάλιστα προσιτέον αὐτή, τὴν ἀκολουθίαν τῆς θείας διδασκαλίας θηρωμένοις.

XXIX. (180) Ὅθεν παγκάλως ὁ παρὰ τῷ Πλάτωνι Αἰγύπτιος ἱερεύςˑ «ὦ Σόλων, Σόλων, εἶπεν, Ἕλληνες ὑμεῖς αἰεὶ παῖδές ἐστε, οὐδ’ ἡντινοῦν ἐν ταῖζ ψυχαῖς ἔχοντες δὶ ἀρχαίαν ἀκοήν παλαιάν δόξαν, γέρων δὲ Ἑλλήνων οὐκ ἔστιν οὐδεὶς·» γέροντας, οἶμαι, εἰπὼν τοὺς τὰ πρεσβύτερα, τουτέστι τὰ ἡμέτερα,

 

 

259

εἰδότας, ὡς ἔμπαλιν νέους τοὺς τὰ νεώτερα καὶ ὑπὸ Ἑλλήνων ἐπιτετηδευμένα, τὰ χθὲς καὶ πρῴην γενόμενα, ὡς παλαιἀ καὶ ἀρχαῖα ἱστοροῦντας. ἐπήγαγεν οὖν «μάθημα χρόνῳ πολιόν», κατὰ βαρβαρικὸν τίνα τρόπον ἀπλάστῳ καὶ οὐκ εὐκρινεῖ χρωμένων ἡμῶν τῇ μεταφορὰ. ἀτεχνῶς γοῦν οἱ εὐγνώμονες ὅλῳ τῷ πλάσματι τῷ τῆς ἑρμηνείας προσίασιν ἐπὶ δὲ τῶν Ἑλλήνων φησὶ τὴν οἴησιν αὐτῶν [παίδων] βραχύ τι διαφέρειν μύθων οὐ γὰρ μύθων παιδικὼν ἐξακουστέον οὐδὲ μὴν τῶν τοῖς παισὶ γενομένων μύθων παῖδας δὲ εἴρηκεν αὐτοὺς γε τοὺς μύθους, ὡς ἄν μικρὸν διορώντων τῶν παρ’ Ἐλλησιν οἰησισόφων, αἰνιττόμενος τὸ μάθημα τὸ πολιόν, τὴν παρὰ βαρβάροις προγενεστάτηνἀλήθειαν, ᾧ ῥήματι ἀντέθηκε τὸ παῖς μύθος, τὸ μυθικὸν τῆς τῶν νεωτέρων ἐπιβολῆς διελέγχων ὡς δίκην παίδων μηδὲν πρεσβύτερον ἐχούσης, ἄμφω κοινῶς τοὺς μύθους αὐτῶν καὶ τοὺς λόγους παιδικοὺς εἶναι παριστάς. (181) θείως τοίνυν ἡ δύναμις ἡ τῷ Ἐρμᾷ κατὰ ἀποκάλυψιν λαλοῦσα «τὰ ὀράματα» φησὶ «καὶ τὰ ἀποκαλὐμματα διὰ τοὺς διψύχους, τοὺς διαλογιζομένους ἐν ταῖς καρδίαις αὐτῶν, εἰ ἄρα ἔστι ταῦτα ἤ οὐκ ἔστιν». ὁμοίως δὲ καὶ ἐκ τῆς πολυμαθοῦς περιουσίας ἀποδείξεις ἱσχυροποιοῦσι καὶ βεβαιοῦσι καὶ θεμελιοῦσι τοὺς λόγους τοὺς ἀποδεικτικούς, ὅσον ἔτι αἱ αὐτῶν ὡς νέων «φρένες ἠερέθονται». «λαμπτὴρ ἄρα ἐντολὴ ἀγαθή,» κατὰ τὴν γραφήν, «νόμος δὲ φῶς ὁδοῦˑ οδοὺς γὰρ βιότητος ἐλέγχει παιδεία.»

νόμος ὁ πάντων βασιλεὺς

θνατῶν τε καὶ ἀθανάτων,

λέγει Πίνδαρος, ἐγὼ δὲ τὸν θέμενον τὸν νόμον διὰ τούτων ἐξακούω καὶ τὸ γε Ἡσιόδειον ἐπὶ τοῦ πάντων λελέχθαι θεοῦ λαμβάνω, εἰ καὶ στοχαστικῶς εἴρηται τῷ ποιητή, ἀλλ’ οὐ καταληπτικῶςˑ

τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων,

ἰχθύσι μὲν καὶ θηρςὶ καὶ οἰωνοῖς πετεηνοῖς,

ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστι μετ' αὐτῶνˑ

ἀνθρώποισι δ’ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη.

(182) εἴτ’ οὖν τὸν ἅμα τῇ γενέσει φησὶ νόμον εἴτε καὶ τὸν αὖθις δοθέντα, πλὴν ἐκ θεοῦ ὅ τε τῆς φύσεως ὅ τε τῆς μαθήσεως νόμος, εἰς [ὤν], ὡς καὶ Πλάτων ἐν τῷ

 

 

260

Πολιτικῷ ἔνα τὸν νομοθέτην φησὶν, ἐν δὲ τοῖς Νόμοις ἔνα τὸν συνήσοντα τῶν μουσικών, διὰ τούτων διδάσκων τὸν λόγον εἶναι ἔνα καὶ τὸν θεὸν ἔνα. Μωυσῆς δὲ φαίνεται τὸν κύριον διαθήκην καλῶν, «ἰδοὐ ἐγὼ,» λέγων, «ἡ διαθήκη μου μετὰ σοῦ·» ἐπεὶ καὶ πρότερον εἶπεν «διαθήκην», [παραινεῖ] μὴ ζητεῖν αὐτὴν ἐν γραφῆ. ἔστι γὰρ διαθήκῃ ἤν ὁ αἴτιος τοῦ παντὸς θεὸς τίθεται (θεὸς δὲ παρὰ τὴν θέσιν εἴρηται), [αὐτὸς ὁ ποιήσας] κατὰ τάξιν τὴν διακόσμησιν. ἐν δὲ τῷ Πέτρου Κηρύγματι εὕροις ἄν «νόμον καὶ λόγον» τὸν κύριον προσαγορευόμενον.

Ἀλλ' ὁ μὲν κατὰ τὴν ἀληθῆ φιλοσοφίαν γνωστικῶν ὑπομνημάτων πρῶτος ἡμῖν Στρωματεὺς ἐνταυθοῖ περιγεγράφθω.

 

 

262


Страница сгенерирована за 0.37 секунд !
Map Яндекс цитирования Яндекс.Метрика

Правообладателям
Контактный e-mail: odinblag@gmail.com

© Гребневский храм Одинцовского благочиния Московской епархии Русской Православной Церкви. Копирование материалов сайта возможно только с нашего разрешения.